- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了被伊壁鸠鲁学派排斥的几何与天文等学科的快乐,引用多位古代学者的狂热轶事,阐明求知之乐在崇高与纯洁上远胜肉体感官的享乐。
ἀλλὰ ταῦτα τῆς ψυχῆς,1 ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δʼ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐδενὸς τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾅδων "μουσομανεῖ δʼ ἐλᾷ φρὴν δακέτῳ ποτὶ δειράν, εὔχομαι δʼ ἔκ τε λύρας ἔκ τε νόμων, οὓς Θαμύρας περίαλλα μουσοποιεῖ" καὶ νὴ Δίʼ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδʼ ἀποδόσθαι τοὔργον· τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι2 καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν· καὶ Ἀπολλώνιον καὶ Ἀρίσταρχον, ἑτέρων τοιούτων εὑρετὰς γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσι; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ τῶν ὀπτανείων καὶ ματρυλείων ἡδονὰς ἐκείνας παραβάλλοντας ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας "ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ οὔτʼ ἦλθέ πω σίδηρος·" ἀλλʼ αὗται μὲν εἰσιν ὡς ἀληθῶς ἀκήρατοι νομαὶ μελισσῶν, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ φιλήδονον· οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδʼ εὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν. Εὔδοξος δʼ εὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι· καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος· "ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα κεῖν’ ἐφʼ ὅτῳ λαμπρὴν ἤγετο βουθυσίην." εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν; εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δʼ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν εὕρηκα, καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω βέβρωκα βοῶντος οὔτʼ ἐρωτικοῦ πεφίληκα,3 μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφʼ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας· Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει καὶ Ἱππάρχῳ συνενθουσιῶμεν καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα διʼ ἄγνοιαν καὶ ἀπειρίαν ὅμως βίᾳ ὑπὸ χάριτος αὐξάνεται.
然而这些都属于灵魂,而他们甚至将来自各门学科的快乐也排斥在外。尽管历史具有某种质朴而平顺的魅力,但由几何学、天文学与和声学所产生的快乐却具有敏锐而多姿的吸引力,绝不亚于任何引人入胜之物,它们凭借图形如同使用魔盘一般牵引着心灵。凡品尝过它们的人,只要是有识之士,无不传唱索福克勒斯的诗句: “心受诗神狂热的毒刺驱使,奔向山脊, 我自七弦琴与调式中祈求, 那是塔米拉斯以绝妙之艺所谱写的旋律。” 指宙斯起誓,欧多克索斯、阿里斯塔克与阿基米德亦是如此。既然热衷绘画的人都能如此被其作品的逼真所引吸,以至于尼基亚斯在绘制《冥界图》时,竟常常询问奴仆自己是否已经用过午餐;而在画作完成后,托勒密国王送来六十塔兰同巨款,他不仅不肯接受,亦不肯出让画作——那么我们能设想,当欧几里得著述《窥管论》、腓力证明月亮的形状、阿基米德凭借角度发现太阳视直径占最大圆周的比例与该角度占四个直角的比例相符时,以及阿波罗尼奥斯和阿里斯塔克成为诸如此类的其他定理的发现者时,他们从几何学和天文学中采撷了何等丰富而伟大的快乐呢?如今对这些定理的观照与理解,依然能在求学者心中激起极大的快乐和奇妙的高尚志气。将来自厨房与妓院的快乐同这些快乐相比,从而玷污赫利孔山与缪斯女神,是绝不相称的: “在那里,牧羊人既不认为适宜放牧牲畜, 铁器亦从未涉足于彼处。” 相反,这些科学才是蜜蜂真正的纯洁牧场,而那些则如同猪和公羊的瘙痒抓挠,充塞着灵魂中最易受情欲影响的部分。贪图快乐固然五花八门且肆无忌惮,但迄今从未有人在亲近情妇时因喜悦而杀牛献祭,也从未有人在饱餐宫廷美味与点心后祈求立刻死去。然而欧多克索斯却曾祈祷,希望能立于太阳之旁,认清那星辰的形状、大小与外观,随后即使如法厄同一般被焚毁也在所不惜;而毕达哥拉斯在发现那个图形时曾献祭一头公牛,正如阿波罗多洛斯所言: “当毕达哥拉斯发现那名扬天下的图形, 为了它,他举行了辉煌的牛祭,” 无论那是关于弦的平方等于夹直角两边的平方之和,还是关于面积贴合的问题。当仆人们强行将阿基米德从图样旁拉走并给他涂油时,他竟用刮身板在肚皮上画出图形;据说他在洗澡时,从溢出的水中悟出了测量王冠的方法,便宛若着了魔或蒙受神启一般,一边高喊: “我找到了!” 一边跳了出来,嘴里连连呼喊着这句话走来走去。但我们从未听说过有哪位饕餮之徒曾如此热烈地喊叫: “我吃过了!” 也未曾听闻有哪个好色之徒喊叫: “我亲吻过了!” 尽管放荡之人自古以来千千万万。相反,我们甚至对那些过分动情地回忆宴饮的人感到厌恶,认为他们为微不足道且毫无价值的快乐而过度欣喜;但对于欧多克索斯、阿基米德与喜帕恰斯,我们却与他们一同满怀狂热,并深信柏拉图关于各门学科的论断:尽管它们因无知与缺乏经验而遭人忽视,却依然凭借其自身的魅力,以不可阻挡之势茁壮成长。
- 11ἀλλὰ ταῦτα τῆς ψυχῆς
系动词 ἐστί 的省略,搭配表所属的表语性属格(“这些是属于灵魂的”)。以此承接上文的文史之乐,并与后半句 ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων(“但他们甚至将来自各门学科的快乐也排斥在外”)构成对照转折。
- 11ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε ... τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι
由 ὅπου ... ὥστε ... τίνας οἰόμεθα ... δρέπεσθαι 构成的大型论证句式。连词 ὅπου 引导作为立论前提与对比的条件从句(“既然在……的情况下”),引出后半部分由修辞疑问句 τίνας οἰόμεθα ... δρέπεσθαι(“我们能设想……采撷了何等……的快乐呢”)构成的句法核心。通过画家废寝忘食的较小例证,以举轻明重(a fortiori)的逻辑推导出数学家与天文学家所享有的无与伦比的精神愉悦。
- 11οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω βέβρωκα βοῶντος οὔτʼ ἐρωτικοῦ πεφίληκα
感知动词 ἀκούω 后接表示“人”的属格补足语(οὐδενὸς ... οὔτε γαστριμάργου ... οὔτʼ ἐρωτικοῦ)以及属格分词 βοῶντος 的支配结构(“我们从未听过任何饕餮之徒喊叫……也未曾听过任何好色之徒喊叫”)。直接引语 βέβρωκα 与 πεφίληκα 为完成时直陈式形式。
