- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出伊壁鸠鲁派的矛盾:他们论证作恶者始终处于恐惧之中,却未意识到自身对肉体稳固的依赖同样会导致焦虑;他进一步批判将免于痛苦单纯等同于善的观点,认为这是一种连动物的天性欢愉都不如的浅薄幸福观。
ὅτι δʼ ὅλως μοχθηρὰ τὰ πράγματα πρὸς βίον ἄλυπόν ἐστιν αὐτοῖς, σκόπει καὶ ἀφʼ ὧν πρὸς ἑτέρους λέγουσι. τοὺς γὰρ ἀδικοῦντας καὶ παρανομοῦντας ἀθλίως φασὶ καὶ περιφόβως ζῆν τὸν πάντα χρόνον· ὅτι, κἂν λαθεῖν δύνωνται, πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατόν ἐστιν· ὅθεν ὁ τοῦ μέλλοντος ἀεὶ φόβος ἐγκείμενος οὐκ ἐᾷ χαίρειν οὐδὲ θαρρεῖν ἐπὶ τοῖς παροῦσι ταῦτα δὲ καὶ πρὸς ἑαυτοὺς εἰρηκότες λελήθασιν.1 εὐσταθεῖν μὲν γὰρ ἔστι καὶ ὑγιαίνειν τῷ σώματι πολλάκις, πίστιν δὲ λαβεῖν περὶ τοῦ διαμενεῖν ἀμήχανον· ἀνάγκη δὴ ταράττεσθαι καὶ ὠδίνειν ἀεὶ πρὸς τὸ μέλλον ὑπὲρ τοῦ σώματος, ἣν περιμένουσιν ἐλπίδα πιστὴν ἀπʼ αὐτοῦ καὶ βεβαίαν οὐδέπω κτήσασθαι δυναμένους.2 τὸ δὲ μηδὲν ἀδικεῖν οὐδέν ἐστι πρὸς τὸ θαρρεῖν οὐ γὰρ τὸ δικαίως παθεῖν ἀλλὰ τὸ παθεῖν φοβερόν· οὐδὲ συνεῖναι μὲν αὐτὸν ἀδικίαις ἀνιαρὸν περιπεσεῖν δὲ ταῖς ἄλλων οὐ χαλεπόν· ἀλλʼ εἰ μὴ μεῖζον, οὐκ ἔλαττόν γε τὸ κακὸν ἦν Ἀθηναίοις ἡ Λαχάρους καὶ Συρακοσίοις ἡ Διονυσίου χαλεπότης ἤπερ αὐτοῖς ἐκείνοις· ταράττοντες γὰρ ἐταράττοντο καὶ πείσεσθαι κακῶς προσεδόκων ἐκ τοῦ προαδικεῖν καὶ προλυμαίνεσθαι τοὺς ἐντυγχάνοντας. ὄχλων δὲ θυμοὺς καὶ λῃστῶν ὠμότητας καὶ κληρονόμων ἀδικίας, ἔτι δὲ λοιμοὺς ἀέρων καὶ θάλασσαν εὐβραγκήν,· ὑφʼ αἷς Ἐπίκουρος ὀλίγον ἐδέησε καταποθῆναι πλέων εἰς Λάμψακον, ὡς γράφει, τί ἂν λέγοι τις; ἀρκεῖ γὰρ ἡ φύσις τῆς σαρκός, ὕλην ἔχουσα νόσων ἐν ἑαυτῇ καὶ τοῦτο δὴ τὸ παιζόμενον ἐκ τοῦ βοὸς τοὺς ἱμάντας λαμβάνουσα3 τὰς ἀλγηδόνας ἐκ τοῦ σώματος, ὁμοίως τοῖς τε φαύλοις καὶ τοῖς ἐπιεικέσι τὸν βίον ἐπισφαλῆ ποιεῖν καὶ φοβερόν, ἄνπερ ἐπὶ σαρκὶ καὶ τῇ περὶ σάρκα ἐλπίδι μάθωσιν ἄλλῳ δὲ μηδενὶ χαίρειν καὶ θαρρεῖν, ὡς Ἐπίκουρος ἔν τʼ ἄλλοις πολλοῖς γέγραφε καὶ τούτοις, ἃ ἔστι περὶ Τέλους οὐ μόνον τοίνυν ἄπιστον καὶ ἀβέβαιον ἀρχὴν λαμβάνουσι τοῦ ἡδέως ζῆν ἀλλὰ καὶ παντάπασιν εὐκαταφρόνητον καὶ μικράν, εἴπερ αὐτοῖς κακῶν ἀποφυγὴ τὸ χαρτόν ἐστι καὶ τἀγαθόν, ἄλλο δʼ οὐδὲν διανοεῖσθαί φασιν, οὐδʼ ὅλως τὴν φύσιν ἔχειν ὅποι τεθήσεται τἀγαθόν, εἰ μὴ μόνον, ὅθεν ἐξελαύνεται τὸ κακὸν αὐτῆς ὥς φησι Μητρόδωρος ἐν τοῖς πρὸς τοὺς Σοφιστάς· ὥστε τοῦτʼ αὐτὸ τἀγαθόν ἐστι, τὸ φυγεῖν τὸ κακόν· ἔνθα γὰρ τεθήσεται τἀγαθόν, οὐκ ἔστιν, ὅταν μηθὲν ἔτι ὑπεξίῃ μήτʼ ἀλγεινὸν μήτε λυπηρόν ὅμοια δὲ καὶ τὰ Ἐπικούρου, λέγοντος τὴν τἀγαθοῦ φύσιν ἐξ αὐτῆς τῆς φυγῆς τοῦ κακοῦ καὶ τῆς μνήμης καὶ ἐπιλογίσεως καὶ χάριτος, ὅτι τοῦτο συμβέβηκεν αὐτῷ, γεννᾶσθαι· τὸ γὰρ ποιοῦν, φησίν, ἀνυπέρβλητον γῆθος τὸ παρʼ αὑτοῦ πεφυγμένον, μέγα κακόν· καὶ αὕτη φύσις ἀγαθοῦ, ἄν τις ὀρθῶς ἐπιβάλῃ, ἔπειτα σταθῇ καὶ μὴ κενῶς περιπατῇ περὶ ἀγαθοῦ θρυλῶν φεῦ τῆς μεγάλης ἡδονῆς τῶν ἀνδρῶν καὶ μακαριότητος, ἣν καρποῦνται χαίροντες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἀλγεῖν. ἆρʼ οὐκ ἄξιόν ἐστιν ἐπὶ τούτοις καὶ φρονεῖν καὶ λέγειν, ἃ λέγουσιν, ἀφθάρτους καὶ ἰσοθέους ἀποκαλοῦντες αὑτοὺς καὶ διʼ ὑπερβολὰς καὶ ἀκρότητας ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβακχεύοντες ὑπὸ τῆς ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν; ὥστε μήτε συῶν ἀπολείπεσθαι μήτε προβάτων εὐδαιμονίᾳ, τὸ τῇ σαρκὶ καὶ τῇ ψυχῇ περὶ τῆς σαρκὸς ἱκανῶς ἔχειν μακάριον τιθεμένους. ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρωτέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος·4 ἀλλὰ καὶ πρὸς ᾠδὰς ὑπὸ κόρου τρέπεται καὶ νήξεσι χαίρει καὶ πτήσεσι καὶ ἀπομιμεῖσθαι παίζοντα φωνάς τε παντοδαπὰς καὶ ψόφους ὑφʼ ἡδονῆς καὶ γαυρότητος ἐπιχειρεῖ· καὶ πρὸς ἄλληλα χρῆται φιλοφροσύναις καὶ σκιρτήσεσιν, ὅταν ἐκφύγῃ τὸ κακόν, τἀγαθὸν πεφυκότα ζητεῖν· μᾶλλον δʼ ὅλως πᾶν τὸ ἀλγεινὸν καὶ τἀλλότριον ὡς ἐμποδὼν ὄντα τῇ διώξει τοῦ οἰκείου καὶ κρείττονος ἐξωθοῦντα τῆς φύσεως.
他们关于无痛苦生活的境况完全是糟糕透顶的,这也可以从他们对他人所说的话中看出来。因为他们宣称,那些作恶和犯法之人终生都生活在悲惨和极度恐惧之中;因为即便他们能够瞒过众人,也不可能获得能够瞒过去的确信;由此,对未来的持续恐惧压在心头,使他们既无法因眼前的状况而欣喜,也无法怀有信心。然而,他们未曾察觉的是,这番话其实也说向了他们自己。因为肉体常常可能处于稳固和健康的状态,但要获得它能持久的确信却绝无可能;因此,既然他们尚无法从肉体获得他们所期待的可靠且坚实的指望,他们就必然会为了肉体而对未来始终感到不安和苦恼。此外,毫无不义之举对于获得安心也毫无帮助;因为令人恐惧的并非公正地受苦,而是受苦本身。自身深陷不义固然令人痛苦,但落入他人的不义之中也绝非不令人难受;事实上,拉卡雷斯对雅典人的残酷、狄奥尼修斯对叙拉古人的残暴,即便没有更加严重,对受害者造成的灾祸也绝不亚于对那些统治者自身;因为他们扰乱他人之时自己也深受扰乱,并且由于预先侵害和侮辱眼前的人,他们也预期自己会遭受恶果。至于民众的愤怒、盗贼的凶残、继承人的不义,更有空气的瘟疫以及汹涌的大海——正如伊壁鸠鲁所写,他在航向拉姆普萨库斯途中几乎葬身其中——又何须多言?因为肉体的本性自身便蕴含着疾病的质料,正如俗话戏言的“取革于牛”那般从身体自身引出痛楚,只要人们学会单单在肉体以及关于肉体的希望中寻找欢乐与信心,而不依靠其他任何事物,这本性便足以让卑劣者与正直者的生活同样陷入动荡与恐惧之中,正如伊壁鸠鲁在许多其他著作以及论《终极目的》的篇章中所写的那样。因此,他们所采纳的快意生活的根基,不仅是不可靠且不稳固的,而且是极其卑微且微不足道的,倘若在他们看来,逃避灾祸便是可喜之事与善,且他们自称除此以外别无他想,自然界中也绝无安置善的场所,除非仅仅是将恶从中驱除之地,正如迈特罗多洛在《反驳智者》中所言:“因此,这本身便是善,即逃避灾祸;因为当不再有任何痛苦或悲伤之物退让时,便不存在安置善的场所了。”伊壁鸠鲁的论述亦复如是,他声称善的本性恰恰产生于对恶的逃离,以及对这一事实降临于自身的记忆、反思与感恩:“因为那产生无与伦比之喜悦的,”他说,“乃是从自身逃离的巨大灾祸;如果人们能够正确理解,随后坚定立场,而不是空洞地四处踱步、喋喋谈论善,这便是善的本性。”可叹这些人自诩的巨大快乐与至福,他们所收获的,不过是因免于受苦、悲伤与疼痛而产生的欣喜!难道凭借这些,便配得上像他们那样傲慢自居并大放厥词,称自己不朽且堪比神明,因善的极致与顶峰而在快乐的驱使下狂呼呐喊、陷入狂醉,自以为蔑视他人之后,唯独他们找到了无恶一身轻这一崇高而神圣的善?其结果是,他们在幸福上既不逊于猪,也不逊于羊,竟把肉体的饱足以及灵魂对肉体的放心当作至福。因为至少对于那些更为精致文雅的动物来说,避祸绝非终极目的;相反,它们因饱足而转而鸣唱,欣喜于游水和飞翔,并出于快乐与昂扬嬉戏着模仿各种声音与响动;当它们逃离祸患之时,便会互相表达亲昵并雀跃欢腾,因其天性本就会寻求善的事物;不如说,它们将一切痛苦与异己之物彻底排斥在自身本性之外,视其为阻碍追求契合且更优之物的障碍。
- 6ταῦτα δὲ καὶ πρὸς ἑαυτοὺς εἰρηκότες λελήθασιν
动词 λανθάνω 与分词 εἰρηκότες 连用,构成古典希腊语常见的惯用表达,意为“不知不觉地做某事”或“未曾察觉自己已经做了某事”。上下文表明,伊壁鸠鲁派针对作恶者所提出的论证(即无法对未来免受惩罚获得确信,因而时刻处于恐惧中),在不知不觉中同样击中了他们自己关于肉体健康的学说。
- 6ἣν περιμένουσιν ἐλπίδα πιστὴν ἀπʼ αὐτοῦ καὶ βεβαίαν οὐδέπω κτήσασθαι δυναμένους
先行词 ἐλπίδα 被吸收入由关系代词 ἣν 引导的关系从句中(先行词逆同化),在逻辑上相当于 κτήσασθαι τὴν ἐλπίδα... ἣν περιμένουσιν。此外,复数宾格分词 δυναμένους 作为无人称句 ἀνάγκη [ἐστί] 所支配的不定词 ταράττεσθαι καὶ ὠδίνειν 的逻辑主语,意为“对于尚无法获得所期待指望的他们而言,必然陷入动荡与苦恼”。
- 6τὸ παιζόμενον ἐκ τοῦ βοὸς τοὺς ἱμάντας λαμβάνουσα
τὸ παιζόμενον 是副词性宾格短语,意为“如谚语所戏称的那样”。ἐκ τοῦ βοὸς τοὺς ἱμάντας(“从牛身上取皮条/革带”)是一句古希腊谚语,比喻作茧自缚或受害于自身所出之物;在此处用于生动地说明身体自身就是产生疾病与痛苦的原料与源泉。
- 7ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρωτέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος
连词 ἐπεὶ 引导一个驳论从句(“因为事实上……”)。后文的一连串动词 τρέπεται、χαίρει、ἐπιχειρεῖ 及 χρῆται 均为第三人称单数,符合中性复数主语搭配单数动词的古典语法规则;随后修饰该主语的分词 πεφυκότα 与 ἐξωθοῦντα 则恢复为中性复数形式。这一句式构成了借高级动物之天性驳斥伊壁鸠鲁派消极快乐论的核心结构。
