- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者批驳了伊壁鸠鲁派依赖肉体稳固状态及其希望的快乐观的脆弱性,通过列举肉体不可避免的疾病与变动,论证了不可动摇的欢乐无法建立在肉体之上。
ὅρα δὴ πρῶτον μὲν οἷα ποιοῦσι, τὴν εἴθʼ ἡδονὴν ταύτην εἴτʼ ἀπονίαν ἢ εὐστάθειαν ἄνω καὶ κάτω μετερῶντες ἐκ τοῦ σώματος εἰς τὴν ψυχήν, εἶτα πάλιν ἐκ ταύτης εἰς ἐκεῖνο τῷ μὴ στέγειν1 ἀπορρέουσαν καὶ διολισθάνουσαν ἀναγκαζόμενοι τῇ ἀρχῇ συνάπτειν καὶ τὸ μὲν ἡδόμενον, ὥς φησι, τῆς σαρκὸς τῷ χαίροντι τῆς ψυχῆς ὑπερείδοντες, αὖθις δʼ ἐκ τοῦ χαίροντος εἰς τὸ ἡδόμενον τῇ ἐλπίδι τελευτῶντες. καὶ πῶς οἷόν τε, τῆς βάσεως τινασσομένης, μὴ συντινάσσεσθαι τὸ βαῖνον·2 ἢ βέβαιον ἐλπίδα καὶ χαρὰν ἀσάλευτον εἶναι περὶ πράγματος σάλον ἔχοντος τοσοῦτον καὶ μεταβολάς, ὅσαις φυλάττουσι τὸ σῶμα, πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πληγαῖς ἐν· ἑαυτῷ δʼ ἔχον ἀρχὰς κακῶν, ἃς οὐκ ἀποτρέπει λογισμός; οὐδὲ γὰρ ἂν προσέπιπτεν ἀνδράσι νοῦν ἔχουσι στραγγουρικὰ πάθη καὶ δυσεντερικὰ καὶ φθίσεις καὶ ὕδρωπες, ὧν τοῖς μὲν αὐτὸς Ἐπίκουρος συνηνέχθη τοῖς δὲ Πολύαινος τὰ δὲ Νεοκλέα καὶ Ἀγαθόβουλον ἐξήγαγε. καὶ ταῦτʼ οὐκ ὀνειδίζομεν, εἰδότες καὶ Φερεκύδην καὶ Ἡράκλειτον ἐν νόσοις χαλεπαῖς γενομένους· ἀλλʼ ἀξιοῦμεν αὐτούς, εἰ τοῖς πάθεσι βούλονται τοῖς ἑαυτῶν ὁμολογεῖν καὶ μὴ κεναῖς φωναῖς θρασυνόμενοι καὶ δημαγωγοῦντες ἀλαζονείαν προσοφλισκάνειν, ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν ἁπάσης τὴν σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι3 χαίρειν καὶ ὑβρίζειν τοὺς ἐν πόνοις ὑπερβάλλουσι καὶ νόσοις γιγνομένους. κατάστημα μὲν γὰρ εὐσταθὲς σαρκὸς γίγνεται πολλάκις, ἔλπισμα δὲ πιστὸν ὑπὲρ σαρκὸς καὶ βέβαιον οὐκ ἔστιν ἐν ψυχῇ νοῦν ἐχούσῃ γενέσθαι· ἀλλʼ ὥσπερ ἐν θαλάσσῃ κατʼ Αἰσχύλον "ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ" καὶ γαληνή· τὸ γὰρ μέλλον ἄδηλον· οὕτως ἐν σώματι ψυχὴν εὐσταθοῦντι καὶ ταῖς περὶ σώματος ἐλπίσι τἀγαθὸν τιθεμένην οὐκ ἔστιν ἄφοβον καὶ ἄκυμον διεξαγαγεῖν. οὐ γὰρ ἔξωθεν μόνον, ὥσπερ ἡ θάλασσα, χειμῶνας ἴσχει καὶ καταιγισμοὺς τὸ σῶμα, πλείονας δὲ ταραχὰς ἐξ ἑαυτοῦ καὶ μείζονας ἀναδίδωσιν· εὐδίαν δὲ χειμερινὴν μᾶλλον ἄν τις ἢ σαρκὸς ἀβλάβειαν ἐλπίσειεν αὑτῷ παραμενεῖν βεβαίως. τὸ γὰρ ἐφήμερα καλεῖν καὶ ἀβέβαια καὶ ἀστάθμητα φύλλοις τε γιγνομένοις ἔτους ὥρᾳ καὶ φθίνουσιν εἰκάζειν τὸν βίον τί παρέσχηκεν ἄλλο τοῖς ποιηταῖς ἢ τὸ τῆς σαρκὸς ἐπίκηρον καὶ πολυβλαβὲς καὶ νοσῶδες, ἧς δὴ καὶ τὸ ἄκρον ἀγαθὸν δεδιέναι καὶ κολούειν παρεγγυῶσι; σφαλερὸν γὰρ αἱ εἰς ἄκρον εὐεξίαι φησὶν Ἱπποκράτης· "ὁ δʼ ἄρτι θάλλων σαρκὶ διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη" κατὰ τὸν Εὐριπίδην ὑπὸ δὲ βασκανίας καὶ φθόνου βλάπτεσθαι προσορωμένους οἴονται τοὺς καλούς, ὅτι τάχιστα τὸ ἀκμάζον ἴσχει μεταβολὴν τοῦ σώματος δι’ ἀσθένειαν.
首先,你看他们究竟在做什么:他们把这——不论是快乐、无痛还是稳固状态——上下倒换着从身体倒入灵魂,随后又从灵魂倒回身体,因无法容留而流失滑落,不得不将其连结回起点;正如他所说,用灵魂的欢喜来支撑肉体的愉悦,复又借着希望,从欢喜走向肉体的愉悦。 然而,当基底震颤之时,立于其上的东西怎能不一同震颤?又怎能对承受如此巨大波澜与变故的事物怀有确凿的指望和不可动摇的欢乐呢?——正如他们守护身体时所防范的那样,身体在外承受着诸多必然性与打击,在内则蕴含着理性无法辟除的祸患之根源。否则,排尿困难的疾苦、痢疾、痨病和水肿便不会降临在有智之士身上,这些病症有些是伊壁鸠鲁亲身经历的,有些是波吕埃努斯经历的,另一些则夺去了尼奥克勒斯与阿加托布洛斯的性命。我们并不是以此责难他们,因为我们知道费雷库德斯与赫拉克利特也曾身患重病;但我们要求他们,如果想与自己的遭遇相符,而不愿凭借空洞的言辞逞强、哗众取宠以致招致夸大狂的恶名,要么就不要将肉体的稳固状态作为一切欢乐的开端,要么就不要宣称那些身处极度痛苦和疾病中的人仍在欣喜狂欢。因为肉体的稳固状态固然经常出现,但关于肉体的可靠而坚实的指望,却不可能在有理智的灵魂中产生。相反,正像在海上,如埃斯库罗斯所言: “黑夜带给明智的舵手阵痛,”哪怕风平浪静时亦然(因为未来不可预知);同样,在稳固的身体中,把善建立在对身体的希望之上的灵魂,也绝不可能毫无畏惧、毫无风浪地渡过一生。因为身体不仅像大海一样承受外来的风暴与狂飙,更会从自身内部生出更多、更大的骚乱;人们宁可指望冬日的晴朗会长久稳定地停留,也不该指望肉体的无伤能持久不减。诗人之所以将生命称为朝生暮死、不可靠且不可度量的,并将其比作在一年岁时中生发又凋零的树叶,除了肉体那注定毁灭、易受伤害且多病的特质之外,还能因为什么呢?他们甚至告诫要畏惧并削减肉体至极的完好状态: “达到极点的健康是危险的,”希波克拉底如是说;而依欧里庇得斯的诗句: “方才还在肉体上茂盛之人,宛如自天坠落的 星辰般熄灭了。” 人们之所以认为美貌之人被注视时会受到嫉妒与诅咒的损害,正是因为身体全盛的事物因其脆弱性而最为迅速地发生变故。
- 5τῷ μὴ στέγειν
带定冠词的不定式与格,表原因,意为“因无法容留/不致密”。这与上一节(第4节)中提出的“渗漏之器(μὴ στέγοντος ἀγγείου)”的隐喻紧密呼应,指灵魂作为容器无法留存肉体快乐的特性。
- 5τὸ βαῖνον
中性单数分词用作名词,意为“踏于/立于其上之物”。它与前面的属格独立结构“τῆς βάσεως τινασσομένης”形成语源与概念上的对照(βάσις 与 βαίνω),表明当肉体这一基底动摇时,建立其上的精神欢乐(立于其上者)必然随之震颤。
- 5ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν ἁπάσης τὴν σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι
由主动词“ἀξιοῦμεν αὐτούς”支配的选择性不定式结构(ἢ μὴ... ἢ μὴ...)。作者以此提出一个二难推论:“我们要求他们要么(1)不要把肉体的稳固作为一切欢乐的根源,要么(2)不要宣称……”。
