← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§4

批判将灵魂视作肉体快乐容器的观点

宙克西波斯认为伊壁鸠鲁学派从身体走向灵魂的做法值得肯定,但讲述者反驳指出,若将灵魂仅仅视为身体快乐的容器与记忆的储藏库,非但不能带来快活的生活,反而只会重新激起欲望的骚动与狂乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ὑπολαβὼν οὖν ὁ Ζεύξιππος εἶτʼ οὐ καλῶς ἔφη δοκοῦσί σοι ποιεῖν οἱ ἄνδρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ σώματος, ἐν ᾧ πρῶτον ἐφάνη γένεσις, εἶτ’ ἰόντες ἐπὶ τὴν ψυχὴν ὡς βεβαιοτέραν καὶ τὸ πᾶν ἐν ταύτῃ τελειοῦντες; καλῶς νὴ Δίʼ ἔφην ἐγὼ καὶ κατὰ φύσιν, εἴ τι κρεῖττον ἐνταῦθα μετιόντες καὶ τελειότερον ἀνευρίσκουσιν, ὥσπερ οἱ θεωρητικοὶ καὶ πολιτικοὶ τῶν ἀνδρῶν. εἰ δʼ ἀκούεις αὐτῶν μαρτυρομένων καὶ βοώντων, ὡς ἐπʼ οὐδενὶ τῶν ὄντων πέφυκε χαίρειν καὶ γαληνίζειν πλὴν ἐπὶ σώματος ἡδοναῖς παρούσαις ἢ προσδοκωμέναις, καὶ τοῦτʼ αὐτῆς τἀγαθόν ἐστιν, ἆρʼ οὐ δοκοῦσί σοι διεράματι τοῦ σώματος χρῆσθαι τῇ ψυχῇ,1 καὶ καθάπερ οἶνον ἐκ πονηροῦ καὶ μὴ παλαιοῦντες οἴεσθαι σεμνότερόν τι ποιεῖν καὶ τιμιὼτερον ζειν πλὴν ἐπὶ σώματος ἡδοναῖς παρούσαις ἢ προσοὑ δοκοῦσί σοι διεράματι τοῦ σώματος; χρῆσθαι τῇ στέγοντος ἀγγείου τὴν ἡδονὴν διαχέοντες ἐνταῦθα καὶ καίτοι γʼ οἶνον μὲν χρόνος διαχυθέντα τηρεῖ καὶ συνηδύνει· τῆς δʼ ἡδονῆς ἡ ψυχὴ παραλαβοῦσα τὴν μνήμην, ὥσπερ ὀσμήν, ἄλλο δʼ οὐδέν, φυλάσσει· ζέσασα γὰρ ἐπὶ σαρκὶ κατασβέννυται καὶ τὸ μνημονευόμενον αὐτῆς ἀμαυρόν ἐστι καὶ κνισῶδες, ὥσπερ ἑώλων ὧν τις ἔφαγεν ἢ ἔπιε τιθεμένου καὶ ταμιεύοντος ἐπινοίας ἐν ἑαυτῷ2 καὶ χρωμένου δηλονότι ταύταις, προσφάτων μὴ παρόντων. ὅρα δʼ ὅσῳ μετριώτερον οἱ Κυρηναϊκοί, καίπερ ἐκ μιᾶς οἰνοχόης Ἐπικούρῳ πεπωκότες, οὐδʼ ὁμιλεῖν ἀφροδισίοις οἴονται δεῖν μετὰ φωτὸς ἀλλὰ σκότος προθεμένους, ὅπως μὴ τὰ εἴδωλα τῆς πράξεως ἀναλαμβάνουσα διὰ τῆς ὄψεως ἐναργῶς ἡ διάνοια πολλάκις ἀνακάηται τὴν ὄρεξιν. οἱ δὲ τούτῳ μάλιστα τὸν σοφὸν ἡγούμενοι διαφέρειν, τῷ μνημονεύειν ἐναργῶς καὶ συνέχειν ἐν ἑαυτῷ τὰ περὶ τὰς ἡδονὰς φάσματα καὶ πάθη καὶ κινήσεις, εἰ μὲν οὐδὲν ἄξιον σοφίας παρεγγυῶσιν, ὥσπερ σωμάτων οἰκίᾳ τῇ ψυχῇ τοῦ σοφοῦ τὰ τῆς ἡδονῆς ἐκκλύσματα μένειν ἐῶντες, μὴ λέγωμεν· ὅτι δʼ οὐκ ἔστιν ἀπὸ τούτων ἡδέως ζῆν, αὐτόθεν γε πρόδηλον. οὐ γὰρ εἰκὸς εἶναι μέγα τῆς ἡδονῆς τὸ μνημονευόμενον, εἰ μικρὸν γʼ ἐδόκει τὸ παρόν· οὐδʼ οἷς εὐφραίνετο μετρίως γιγνομένοις ὑπερχαίρειν γενομένων3 ὅπου οὐδὲ τοῖς ἐκπεπληγμένοις τὰ σωματικὰ καὶ θαυμάζουσιν ἐμμένει τὸ χαίρειν παυσαμένοις, ἀλλὰ σκιά τις ὑπολείπεται καὶ ὄναρ ἐν τῇ ψυχῇ τῆς ἡδονῆς ἀποπταμένης οἷον ὑπέκκαυμα τῶν ἐπιθυμιῶν, ὥσπερ ἐν ὕπνοις διψῶντος ἢ ἐρῶντος ἀτελεῖς ἡδοναὶ καὶ ἀπολαύσεις δριμύτερον ἐγείρουσι τὸ ἀκόλαστον. οὔτε δὴ τούτοις ἐπιτερπὴς ἡ μνήμη τῶν ἀπολελαυσμένων, ἀλλʼ ἐξ ὑπολείμματος ἡδονῆς ἀμυδροῦ καὶ διακένου πολὺ τὸ οἰστρῶδες καὶ νύττον ἐναργοῦς ἀναφέρουσα τῆς ὀρέξεως οὔτε τοὺς μετρίους καὶ σώφρονας εἰκὸς ἐνδιατρίβειν τῇ ἐπινοίᾳ τῶν τοιούτων, οὐδʼ ἅπερ ἔσκωπτε τὸν Καρνεάδην πράττοντα, οἷον ἐξ ἐφημερίδων ἀναλέγεσθαι, ποσάκις Ἡδείᾳ καὶ Λεοντίῳ συνῆλθον, ἢ ποῦ Θάσιον ἔπιον ἢ ποίας εἰκάδος ἐδείπνησαν πολυτελέστατα. δεινὴν γὰρ ἐμφαίνει καὶ θηριώδη περὶ τὰ γιγνόμενα καὶ προσδοκώμενα τῆς ἡδονῆς ἔργα ταραχὴν καὶ λύσσαν ἡ τοσαύτη πρὸς ἀναμνήσεις βάκχευσις αὐτῆς τῆς ψυχῆς καὶ πρόστηξις. ὅθεν αὐτοί μοι δοκοῦσι, τούτων αἰσθόμενοι τῶν ἀτοπιῶν, εἰς τὴν ἀπονίαν καὶ τὴν εὐστάθειαν ὑποφεύγειν τῆς σαρκός, ὡς ἐν τῷ ταύτην ἐπινοεῖν περί τινας ἐσομένην καὶ γεγενημένην τοῦ ἡδέως ζῆν ὄντος· τὸ γὰρ εὐσταθὲς σαρκὸς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα τὴν ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην ἔχειν τοῖς ἐπιλογίζεσθαι δυναμένοις.4

于是宙克西波斯插话说道: 宙克西波斯:“那么,这些人从最初显现生成的身体出发,进而走向更为稳固的灵魂,并在灵魂中完成全体,难道在你看来不是做得很好吗?” 我:“凭宙斯起誓,确实很好,”我说,“而且合乎自然——如果他们转向那里,是为了追寻并发现某种更优越、更完美之物,如同那些从事沉思与城邦政治的人们那样。但如果你听到他们声嘶力竭地作证并呼喊,说除了现前或预期的身体快乐之外,灵魂生来就无法为世间的任何事物感到欣喜与平静,而且这本身就是灵魂的善,难道在你看来,他们不是把灵魂当作身体的舀汲之器,就像从残破且渗漏的器皿中倒酒一样把快乐倾倒进其中并加以陈酿,自以为使它变得更加庄严尊贵了吗?然而,时间固然能保存并使倒出来的酒更加甘醇,灵魂接纳了快乐的记忆,却仅仅像留存气味一样保存着它,别无其他;因为快乐在肉体上沸腾之后便随即熄灭,其被记忆下来的部分不过是微弱而带着油烟味的残余,宛如有人在自己心中贮存并盘算着自己吃喝过的陈腐残羹,显然是在没有新鲜食物可用时拿这些来对付。你看昔勒尼派人要节制得多,尽管他们与伊壁鸠鲁共饮一壶之酒,却认为行房事时不该借着光线,而应置身于黑暗中,以免理智通过视觉真切地接收交媾的幻象,从而一再点燃欲望。然而那些认为智者最大的不同就在于能够真切地记忆并守住有关快乐的幻影、感受与运动的人,即使我们暂且不说他们是否在主张某种有辱智慧的事情(听凭快乐的冲洗残渣留在智者的灵魂中,宛如留在尸身之室一样),但单凭这一点,无法借此快活地生活便已显而易见。因为如果现前的快乐显得微不足道,被记忆的快乐便不可能巨大;人们在事情发生时不过适度感到愉悦,在事情发生之后也不可能欣喜若狂。甚至对于那些沉醉并崇尚肉体事物的人来说,在他们停止〔享乐〕之后,欣喜也不会驻留,反而当快乐飞逝后,灵魂中只剩下一丝阴影和梦幻,犹如欲望的引火柴,正像渴者或恋者在睡梦中未竞的快乐与享受反而更尖锐地激起放纵一样。因此,对这些人而言,享受过的记忆绝非令人愉悦,反而从微弱虚空的快乐残留中,唤回了鲜明欲望的诸多狂乱与刺痛;而节制审慎的人同样不可能耽溺于对这些事物的沉思,也不可能像卡尔内阿德斯所嘲弄的那样,仿佛从日记中诵读一般,历数自己曾与赫狄亚和莱昂提翁同房过多少次,在何处喝过萨索斯美酒,或者在哪个二十日宴饮得最为奢华。因为灵魂自身对回忆如此的狂饮沉溺与依恋,恰恰显露出对快乐之当下行为与预期行为的一种可怕而野兽般的骚动与疯狂。因此在我看来,他们自己正是察觉到了这些荒谬之处,才逃遁到肉体的无痛与稳固状态之中,仿佛快活的生活就在于构想这种状态将要在某些人身上实现或已经实现一样: ‘因为肉体的稳固状态以及对此确凿的指望,对于能够理性推演的人而言,蕴含着至高且最稳固的欢乐。’”

语法注4 条
  1. 4διεράματι τοῦ σώματος χρῆσθαι τῇ ψυχῇ

    τῇ ψυχῇ 是动词 χρῆσθαι 的与格宾语,διεράματι 则作为述语性与格与其同格(“将灵魂用作身体的汲取/舀取器”)。接下来的核心构文围绕着将酒从漏损器皿(肉体)倒入另一器皿(灵魂)的舀取比喻展开。

  2. 4ὥσπερ ἑώλων ὧν τις ἔφαγεν ἢ ἔπιε τιθεμένου καὶ ταμιεύοντος ἐπινοίας ἐν ἑαυτῷ

    τιθεμένου 与 ταμιεύοντος 为省略了泛指主语的属格绝对结构(“正如某人……贮存并积蓄……”)。ἑώλων ὧν 为部分属格或关系代词的格吸引,指代所吃喝的陈腐残余物,用以具体比喻快乐记忆的昏暗与油腻之态。

  3. 4οὐδʼ οἷς εὐφραίνετο μετρίως γιγνομένοις ὑπερχαίρειν γενομένων

    由前文省去的 οὐδʼ [εἰκός ἐστιν] 所统辖的不定词结构。与格短语 οἷς ... γιγνομένοις(在事物发生时使其适度愉悦者)与属格短语 γενομένων(在事物已成过去之后,作时间或独立属格)在时态(现在分词对比不定过去分词)和格位上形成了鲜明的对仗。

  4. 4τὸ γὰρ εὐσταθὲς σαρκὸς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα τὴν ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην ἔχειν τοῖς ἐπιλογίζεσθαι δυναμένοις

    这是一个间接引语性质的“对格+不定词”结构,引用或概括了伊壁鸠鲁的学说。主语为两个带有中性冠词的短语 τὸ εὐσταθὲς ... κατάστημα 与 τὸ ... ἔλπισμα,宾语为 τὴν ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην,而 τοῖς ἐπιλογίζεσθαι δυναμένοις 则是关涉或利益与格(“对能够推演思考的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:4