- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰翁指出,伊壁鸠鲁派视作善之源泉的肉体孔窍,承受痛苦的程度与持久性远远胜过接纳快乐;他进一步批判了将快乐的极限局限于“消除痛苦”的观点,指出这使得肉体快乐微不足道,并迫使他们不得不将终极目标从肉体仓促转移至灵魂。
καὶ ὁ Θέων ἀλλὰ τοῦτο μέν εἶπεν ἂν δόξῃ, τοῦ λόγου προϊόντος ἀναθησόμεθα·1 νῦν δὲ χρησόμεθα τοῖς διδομένοις ὑπʼ αὐτῶν. οἴονται δὲ περὶ γαστέρα τἀγαθὸν εἶναι καὶ τοὺς ἄλλους πόρους τῆς σαρκὸς ἅπαντας, διʼ ὧν ἡδονὴ καὶ μὴ ἀλγηδὼν ἐπεισέρχεται· καὶ πάντα τὰ καλὰ καὶ σοφὰ ἐξευρήματα τῆς περὶ γαστέρα ἡδονῆς ἕνεκα γεγονέναι καὶ τῆς ὑπὲρ ταύτης ἐλπίδος ἀγαθῆς, ὡς ὁ σοφὸς εἴρηκε Μητρόδωρος. αὐτόθεν μὲν οὖν, ὦ ἑταῖρε, φαίνονται γλίσχρον τι καὶ σαπρὸν καὶ οὐ βέβαιον αἴτιον τἀγαθοῦ λαμβάνοντες, ἀλλὰ τοῖς πόροις τούτοις, διʼ ὧν ἡδονὰς ἐπεισάγονται, καὶ πρὸς ἀλγηδόνας ὁμοίως κατατετρημένον, μᾶλλον δʼ ἡδονὴν μὲν ὀλίγοις ἀλγηδόνα δὲ πᾶσι τοῖς μορίοις δεχόμενον. πᾶσα γὰρ ἡδονὴ περὶ ἄρθρα καὶ νεῦρα καὶ πόδας καὶ χεῖρας, οἷς ἐνοικίζεται τὰ δεινὰ πάθη καὶ σχέτλια, ποδαγρικὰ καὶ ῥευματικὰ καὶ φαγεδαινικὰ καὶ διαβρώσεις καὶ ἀποσήψεις· ὀσμῶν δὲ καὶ χυμῶν τὰ ἥδιστα προσαγαγὼν τῷ σώματι μικρὸν εὑρήσεις χωρίον ἐν αὐτῷ παντάπασι τὸ κινούμενον λείως καὶ προσηνῶς, τὰ δʼ ἄλλα πολλάκις δυσχεραίνει καὶ ἀγανακτεῖ· πυρὶ δὲ καὶ σιδήρῳ καὶ δήγματι καὶ ὑστριχίσιν οὐδὲν ἀπαθὲς οὐδʼ ἀναίσθητον ἀλγηδόνος, ἀλλὰ καὶ καῦμα καὶ ῥῖγος εἰς ἅπαντα καταδύεται καὶ πυρετός· αἱ δʼ ἡδοναὶ καθάπερ αὖραι πρὸς ἑτέραις ἕτεραι τοῦ σώματος ἄκραις ἐπιγελῶσαι διαχέονται, καὶ ὁ χρόνος ὁ μὲν τούτων οὐ πολὺς ἀλλʼ ὥσπερ οἱ διᾴττοντες ἔξαψιν ἅμα καὶ σβέσιν ἐν τῇ σαρκὶ λαμβάνουσιν εἷς δὲ τοῦ πόνου μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός· οὐ γὰρ ὁ δράκων, φησίν, ἀνῆκεν "ἀλλʼ ἐνῴκισε δεινὴν στομάτων ἔκφυσιν, ποδὸς λαβεῖν." ὀλισθείη ἀλγηδὼν οὐχ ἕτερα τοιαῦτα κινοῦσα καὶ γαργαλίζουσα τοῦ σώματος· ἀλλʼ ὥσπερ τὸ τῆς μηδικῆς σπέρμα πολυκαμπὲς καὶ σκαληνὸν ἐμφύεται τῇ γῇ καὶ διαμένει πολὺν χρόνον ὑπὸ τραχύτητος, οὕτως ὁ πόνος ἄγκιστρα καὶ ῥίζας διασπείρων καὶ συμπλεκόμενος τῇ σαρκὶ καὶ παραμένων οὐχ ἡμέρας οὐδὲ νύκτας μόνον ἀλλὰ καὶ ὥρας ἐτῶν ἐνίοις καὶ περιόδους ὀλυμπιακὰς, μόλις ὑπʼ ἄλλων πόνων ὥσπερ ἥλων σφοδροτέρων ἐκκρουόμενος ἀπαλλάττεται. τίς γὰρ ἔπιε χρόνον τοσοῦτον ἢ ἔφαγεν, ὅσον διψῶσιν οἱ πυρέττοντες καὶ πεινῶσιν οἱ πολιορκούμενοι; ποῦ δʼ ἔστιν ἄνεσις καὶ κοινωνία μετὰ φίλων, ἐφʼ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι; καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυΐας πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι2 τοὺς πόνους ὑπομένει μᾶλλον ἢ τὰς ἡδονὰς καὶ πρὸς ἐκείνους ἔχει ῥώμην καὶ δύναμιν, ἐν δὲ ταύταις ἀσθενὲς ἐστι καὶ ἁψίκορον. τὸ δʼ ἡδέως ζῆν ἂν ἅπτωνται πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς,3 ὁμολογοῦντες αὐτοὶ μικρὸν εἶναι τὸ τῆς σαρκὸς ἡδύ, μᾶλλον δʼ ἀκαρές, εἴ γε δὴ μὴ κενολογοῦσι μηδʼ ἀλαζονεύονται, Μητρόδωρος μὲν λέγων ὅτι πολλάκις προσεπτύσαμεν ταῖς τοῦ σώματος ἡδοναῖς, Ἐπίκουρος δὲ καὶ γελᾶν φησι ταῖς ὑπερβολαῖς τοῦ περὶ τὸ σῶμα νοσήματος πολλάκις κάμνοντα τὸν σοφόν οἷς οὖν οἱ πόνοι τοῦ σώματος οὕτως εἰσὶν ἐλαφροὶ καὶ ῥᾴδιοι, πῶς ἔνεστί τι ταῖς ἡδοναῖς ἀξιόλογον; καὶ γὰρ εἰ μὴ χρόνῳ μηδὲ μεγέθει τῶν πόνων ἀποδέουσιν, ἀλλὰ περὶ πόνους ἔχουσι, καὶ πέρας αὐταῖς κοινὸν Ἐπίκουρος τὴν παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ἐπιτέθεικεν, ὡς τῆς φύσεως ἄχρι τοῦ λῦσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ, περαιτέρω δὲ μὴ ἐώσης προελθεῖν κατὰ τὸ μέγεθος, ἀλλὰ ποικιλμοὺς τινας οὐκ ἀναγκαίους, ὅταν ἐν τῷ μὴ πονεῖν γένηται, δεχομένης ἡ δʼ ἐπὶ τοῦτο μετʼ ὀρέξεως πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντομος ὅθεν αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὥσπερ ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς τὴν ψυχήν, ὡς ἐκεῖ νομὰς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδονῶν ἕξοντες ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών οὔτε λείη περὶ τὸ σαρκίδιον ἡ ἀπόλαυσις ἀλλὰ τραχεῖα, μεμιγμένη πρὸς πολὺ τὸ ἀλλότριον καὶ σφυγματῶδες.
泰翁说道: “至于这一点,”他说,“如果合适的话,我们可以在讨论的推进中重新拾起(抑或暂且搁置);但现在我们且利用他们所给予的前提。他们认为,善存在于肚腹周围以及肉体的所有其他孔窍周围,快乐正是通过这些孔窍进入,而痛苦则不然;正如智者梅特罗多洛所说,一切美好而智慧的发明,都是为了肚腹的快乐以及对此的良好期望而产生的。因此,我的朋友,一眼便能看出,他们所认定的善的原因是某种贫乏、腐烂且不稳定的东西;而且因他们借以引入快乐的这些孔窍,它同样在痛苦面前千疮百孔,或者说,它仅在少数部位接纳快乐,却在所有部位承受痛苦。难道所有的快乐都围绕着关节、肌腱、足部和手部吗?可痛风、风湿、坏疽、溃烂和腐烂等可怕而凄惨的病痛正是在这些部位安营扎寨。即使你将最甜美的香气和汁液进奉给身体,你也只会发现其中仅有一小块极微的区域受到平滑而舒适的触动,其余大部分部位却常常感到难受和愤懑;然而面对烈火、钢铁、撕咬和鞭笞,却没有任何部位是无动于衷或对痛苦麻木的,热浪、严寒和高烧甚至能渗透进每一个角落。至于快乐,它们犹如微风,在身体的这处或那处末端掠过一丝微笑便消散了,其持续的时间并不长久,而是像流星一样,在肉体中同时经历点燃与熄灭。仅埃斯库罗斯笔下的菲洛克忒忒斯一人便足以作为痛苦的证人;因为他说,巨蛇并没有放过他, ‘反而嵌入了 那生有可怖口牙的毒液,咬住了脚。’ 痛苦绝不会就这样滑脱过去而不触动或刺痒身体的其他此类部位;相反,正如紫花苜蓿那弯曲且多棱的种子深植于泥土,因其粗糙而留存良久一样,痛苦也播散着倒钩与根系,与肉体纠缠在一起,不仅停留数日或数夜,在有些人身上甚至留存数季乃至整整数个奥林匹亚周期,唯有被其他犹如更沉重铁钉般的剧烈痛苦撞击时,才勉强得以被驱离。因为有谁吃喝的时间,能有发烧者受渴与被围困者挨饿的时间那般长久?又有哪里的休憩与朋友相聚,能与僭主施行惩戒与酷刑的时间一样漫长?事实上,正是在于身体承受痛苦胜过承受快乐,并且对痛苦充满力量与承受力,对快乐却虚弱无力且极易厌腻,这便证明了身体对于快活地生活是何等劣质且缺乏天赋。如果他们触及快活的生活,他们甚至不容许我们就此多说什么,因为他们自己就承认肉体的快乐微不足道,甚至可以说是转瞬即逝的——只要他们不是在说空话或夸夸其谈的话;因为梅特罗多洛说: ‘我们曾多次唾弃肉体的快乐,’ 而伊壁鸠鲁也说: ‘智者在身体疾病达到极点而饱受折磨时,常常付之一笑。’ 那么,对于那些视肉体痛苦如此轻微和容易应付的人来说,快乐之中又能有何值得一提的价值呢?因为即使快乐在时间和大小上并不逊于痛苦,但快乐却与痛苦相伴相生;而且伊壁鸠鲁将所有痛苦的完全消除定为快乐的共同界限,认为自然将快乐增加到解除痛苦为止,不容许它在量度上进一步提升,而在一旦达到没有痛苦的境界时,只接纳某些非必需的花样变奏。然而带着欲望走向这一境界的过程——这本是快乐的尺度——却是极其短暂而局促的。于是,他们察觉到了此处的贫乏,便如同离开一片贫瘠之地一般,将终极目标从身体转移到灵魂,仿佛在灵魂中他们能拥有丰茂的放牧场和快乐的草地一样; ‘但在伊萨卡,既无宽广的跑道,亦无草地,’ 围绕着这具微贱肉体的享受也绝非平坦顺遂,而是崎岖粗砺,掺杂着大量异己与脉搏跳动的不安之物。”
- 3ἀναθησόμεθα
动词 ἀνατίθημι 的中间态将来时第一人称复数。该词源自棋盘游戏中“悔棋重新下”的比喻,在此处针对前文阿里斯托得摩斯的发言(即“本应先检验高尚之事”),表示“暂且搁置/推迟”或“在后文中重新拾起/再议”。
- 3καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυΐας πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι
指示代词 τοῦτο 是先取性(prolepsis)主语,指代后文由 ὅτι 引导的从句(“身体承受痛苦胜过承受快乐”)。表语属格短语 τῆς τοῦ σώματος φαυλότητος... ἐστιν 是表特征或归属的属格,意为“这是身体的低劣与不适……的表现(特征)”。
- 3τὸ δʼ ἡδέως ζῆν ἂν ἅπτωνται πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς
宾格短语 τὸ δʼ ἡδέως ζῆν 因语序倒装(hyperbaton)被置于句首,充当条件从句 ἂν ἅπτωνται 的宾语(“如果他们触及快活的生活”)。主句为 πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς(“他们不允许我们就此多说什么”),后接的分词短语 ὁμολογοῦντες... 则说明其原因。
