← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§1-2

反驳柯洛忒斯与对伊壁鸠鲁学派的批评开端

针对柯洛忒斯的论战著作,叙述者与宙克西波斯、泰翁及阿里斯托得摩斯谴责了伊壁鸠鲁派对他派哲学家的恶毒谩骂,并决定确立一个新论题展开反驳:依照伊壁鸠鲁派的学说,人们甚至不可能快活地生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Κωλώτης ὁ Ἐπικούρου συνήθης βιβλίον ἐξέδωκεν ἐπιγράψας ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν. ὅσα τοίνυν ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς αὐτὸν ὑπὲρ τῶν φιλοσόφων, ἐγράφη πρότερον. ἐπεὶ δὲ καὶ τῆς σχολῆς διαλυθείσης ἐγένοντο λόγοι πλείονες ἐν τῷ περιπάτῳ πρὸς τὴν αἵρεσιν, ἔδοξέ μοι καὶ τούτους ἀναλαβεῖν, εἰ καὶ διʼ ἄλλο μηδὲν ἀλλʼ ἐνδείξεως ἕνεκα τοῖς εὐθύνουσιν ἑτέρους, ὅτι δεῖ τοὺς λόγους ἕκαστον ὧν ἐλέγχει καὶ τὰ γράμματα μὴ παρέργως διελθεῖν μηδὲ φωνὰς ἀλλαχόθεν ἄλλας ἀποσπῶντα καὶ ῥήμασιν ἄνευ πραγμάτων ἐπιτιθέμενον παρακρούεσθαι τοὺς ἀπείρους.

伊壁鸠鲁的同道柯洛忒斯出版了一部著作,题名为《根据其他哲学家的学说,甚至无法生存》。 我们在维护哲学家们时对他所能说的话,此前已经写下了。但既然讲座散席后,我们在漫步时又就该学派展开了更多的讨论,我觉得把这些也记录下来是适宜的,即使不为别的,单单是为了向那些责难他人的人表明:对于自己所反驳的每一个论辩和文本,都必须认真钻研,而绝不能到处断章取义,用脱离实际事实的字句去攻击并迷惑那些缺乏经验的人。

§2

προελθόντων γὰρ ἡμῶν εἰς τὸ γυμνάσιον ὥσπερ εἰώθειμεν ἐκ τῆς διατριβῆς, Ζεύξιππος ἐμοὶ μέν ἔφη δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρησίας μαλακώτερον· ἀπίασι δʼ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην, τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου, ἡμῖν μηδὲν αἰτίων ὄντων, θρασύτερον καθαψαμένοις.1 καὶ ὁ Θέων εἶτʼ οὐκ ἔλεγες εἶπεν ὅτι τοῖς ἐκείνων ὁ Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνεται; τὰ γὰρ ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας, ληκυθισμοὺς, ἀλαζονείας, ἑταιρήσεις, ἀνδροφονίας, βαρυστόνους, πολυφθόρους, βαρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἱππάρχου καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν;ʼ κατεσκέδασαν· ὥστʼ, εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι·2 φθόνος γὰρ ἔξω θείου χοροῦ καὶ ζηλοτυπία διʼ ἀσθένειαν ἀποκρύψαι μὴ δυναμένη τὸ ἀλγοῦν ὑπολαβὼν οὖν Ἀριστόδημος Ἡρακλείδης μὲν οὖν ἔφη γραμματικὸς ὤν, ἀντὶ τῆς ποιητικῆς τύρβης, ὡς ἐκεῖνοι λέγουσι, καὶ τῶν Ὁμήρου μωρολογημάτων ἀποτίνει ταύτας Ἐπικούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσούτοις τῷ ποιητῇ λελοιδόρηκεν. ἀλλʼ ἐκείνους μὲν ἐῶμεν, ὦ Ζεύξιππε· τὸ δʼ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς ἄνδρας, ὡς οὐκ ἔστι ζῆν κατʼ αὐτούς, τί οὐ μᾶλλον, ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ διʼ ἑαυτῶν περαίνομεν ἅμα καὶ Θέωνα παραλαβόντες; καὶ ὁ Θέων πρὸς αὐτὸν ἀλλʼ οὗτος μέν ἔφη ὁ ἆθλος ἑτέροις ἐκτετέλεσται πρὸ ἡμῶν. "νῦν αὖτε σκοπὸν ἄλλον," εἰ δοκεῖ, θέμενοι τοιαύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ τῶν φιλοσόφων τοὺς ἄνδρας· ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατʼ αὐτούς. παπαί εἶπον ἔγωγε γελάσας εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἔοικας ἐναλεῖσθαι, καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν,3 ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων βοώντων "οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες" οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδʼ ἄρχοντες, "ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη" καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφʼ ἡδονὴν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. δοκεῖς οὖν μοι μὴ τὸ ἔαρ ἐξαιρεῖν ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ ἀπολείψεις αὐτοῖς. τί οὖν εἶπεν ὁ Θέων εἰ δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόντι; χρήσομαι εἶπον ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε· τὴν δʼ ἡγεμονίαν ὑμῖν παραδίδωμι μικρὰ δὴ προφασισαμένου τοῦ Θέωνος, Ἀριστόδημος ὡς σύντομον ἔφη καὶ λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν αἵρεσιν. ἀνθρώπους γάρ, ἡδονὴν ὑποτιθεμένους τέλος, οὐκ ἔστιν ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον· τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον·4 ἐπεὶ τὸ ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ λέγουσι.

因为正如我们通常的做法那样,在讲座结束后走向体育场时,宙克西波斯说道: “在我看来,”他说,“刚才的言论说得远比应有的直率温和得多;而赫拉克利德斯一派的人离开时还会责难我们,说我们过于狂妄地攻击了对我们毫无过错的伊壁鸠鲁和梅特罗多洛。” 泰翁说道: “难道你没有说过,若与他们两人的言辞相比,柯洛忒斯显得是世上言辞最温和之人吗?因为他们汇集了人间最可耻的字句——卑鄙的滑稽、夸张的空话、狂妄自大、男妓行为、谋杀凶手、长吁短叹、带来万般毁灭、脑满肠肥——将这些泼洒在亚里士多德、苏格拉底、毕达哥拉斯、普罗泰戈拉、泰奥弗拉斯托斯、赫拉克利德斯、希帕尔库斯身上,甚至著名的人物中还有谁没有被波及?因此,即使他们在所有其他方面都富有智慧,仅凭这些侮辱和指控,也会使他们与真正的智慧相距极远;因为‘嫉妒立于神圣队伍之外’,而因虚弱无法隐藏痛苦的妒忌之心亦是如此。” 阿里斯托得摩斯接着说道: “赫拉克利德斯,”他说,“作为一个语法学者,为了回报他们所谓的诗歌的混乱和荷马的愚蠢胡话,用这种感谢来报答伊壁鸠鲁;或者是因为梅特罗多洛在那么多著作中辱骂了这位诗人。不过,宙克西波斯,我们且不管他们吧;至于在论辩伊始对那些人所说的话——即根据他们的学说无法生存——既然这位已经疲惫了,我们何不拉上泰翁,由我们自己来将它彻底完成呢?” 泰翁对他说: “可是,这项竞赛,”他说,“在我们之前已由他人完成了。‘如今我们且再设另一个目标’,如果意下可行,就代表哲学家们以这样的一场诉讼去追究那些人:若有可能,让我们尝试证明,根据他们的学说,甚至无法快活地生活。” “哎呀!”我笑着说,“你看起来要猛扑向那些人的肚子,挑起一场关乎他们根本血肉的争夺了,竟然要夺去那些大声呼喊之人的快乐:‘因为我们既不是无可挑剔的拳击手’,也不是雄辩家、民众领袖或执政官,‘对我们而言,宴席永远亲切’,以及凡通过肉体向灵魂输送某种快意与喜悦的愉悦运动。因此在我看来,你这不是像俗话所说的那样‘剥夺了春天’,而是如果你不留给他们快活的生活,你便是剥夺了那些人的生命本身。” “那么,”泰翁说,“如果你赞同这个论辩,它既在眼前,你为何不亲自运用它呢?” “我会运用的,”我说,“只要你们需要,我就倾听并作答;但领头的位置我交予你们。” 在泰翁稍作推托之后,阿里斯托得摩斯说道: “你本有一条多么近捷而平坦的道路,却为我们的论辩挖下了壕沟加以阻隔,因为你没有允许该学派先就高尚之事接受检视。因为把快乐确立为终极目标的人,要将他们从快活的生活中驱逐出去绝非易事;但若他们失去了高尚的生活,便会同时失去快活的生活;正如他们自己所说,若不高尚地生活,快活地生活便根本不可能存在。”

语法注4 条
  1. 2ἀπίασι δʼ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην, τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου, ἡμῖν μηδὲν αἰτίων ὄντων, θρασύτερον καθαψαμένοις

    与格分词 καθαψαμένοις 与支配在 ἐγκαλοῦντες 之后的与格代词 ἡμῖν 一致,表指控的内容(“责难我们攻击了……”)。属格 τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου 是动词 καθάπτομαι 所支配的宾语。插入的 ἡμῖν μηδὲν αἰτίων ὄντων 中,属格短语 αἰτίων ὄντων 与前面的 τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου 一致,ἡμῖν 则是受 αἰτίων 支配的与格(“尽管他们对我们毫无过错”)。

  2. 2διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι

    在 ὥστε 引导的结果从句中,不定词 εἴργεσθαι 附带 ἄν,充当与事实相反的条件结论句(相当于直陈式过去时或祈愿式+ἄν),与前面的条件从句 εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς(“即使其他一切都富有智慧”)相呼应。

  3. 2τὴν περὶ τῶν κρεῶν ἐπάξειν

    惯用成语,意为“挑起关于血肉的争夺/诉讼”,比喻“发起触及对方生死存亡、最切身利益的搏斗”。在 τὴν περὶ τῶν κρεῶν 之后省略了 μάχην(战斗)或 δίκην(诉讼)。

  4. 2τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον

    分词 ἐκπεσόντες 带有条件含义(“若是失去了高尚的生活”),与未完成过去时动词 συνεξέπιπτον 一起构成反事实推论(“便会同时失去快活的生活”)。中性属格冠词 τοῦ 分别使副词 καλῶς 和 ἡδέως 名词化,表示“高尚地生活”与“快活地生活”的概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:1-2