- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:23-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者们将伊壁鸠鲁派的灵魂泯灭论比作毫无指望的沉船海难,批驳其为虚妄的安慰;随后泰翁承袭人类的三种划分,论证对死后惩罚的敬畏反而有助于使恶人安分守己、免于动荡。
καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γιγνόμενα παρὰ τῶν θεῶν· τὸ δὲ γίγνεσθαι διὰ τῶν θεῶν ταῦτʼ αὐτὰ μεγάλην ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον καὶ φρόνημα καὶ χαρὰν οἷον αὐγὴν ἐπιγελῶσαν τοῖς ἀγαθοῖς. οἱ δʼ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλʼ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς, τὴν διάλυσιν καὶ τὴν ἀναισθησίαν, ἀποβλέπουσιν ὥσπερ εἴ τις ἐν πελάγει καὶ χειμῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν ναῦν ἔχειν κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς ἀφίξεσθαι ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς·1 οὐδὲν δʼ ὅμως εἶναι δεινόν, ἀλλʼ ὅσον οὐδέπω καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβήσεσθαι ταχὺ πρὸς τὰς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλλουσιν· ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν διʼ εὐσέβειαν; τετύφωσαι· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτʼ ὀργαῖς οὔτε χάρισι συνέχεται. βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν βίον ἐπινοεῖς; ἐξηπάτησαι· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ τὸ δʼ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. πῶς οὖν, ἄνθρωπε, φαγεῖν με καὶ χαίρειν κελεύεις; ὅτι νὴ Δία χειμαζομένῳ τὸ ναυάγιον ἐγγύς ἐστιν· ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συνάψει θανάτῳ. καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης διαλυθείσης ἐπʼ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας "ἔκβασις οὔπη φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε" τῇ ψυχῇ, ἀλλʼ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ σώματος· ὥσθʼ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν,2 ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.
因此,源于诸神的事物本身自然是美好的;而这些事物本身正是借由诸神而产生这一事实,带来了巨大的快乐、无与伦比的勇气、高昂的心气,以及如同向善事微笑的光芒一般的欢悦。然而那些持有相反观点的人,却削去了幸运中最甘甜的部分,在不幸中亦未留下避难之所;相反,在处于厄运时,他们仅仅将消解与无知觉视为唯一的避风港,就像在狂风暴雨的公海之上,有人站在身旁鼓舞道:船只既无任何掌舵之人,狄俄斯库里兄弟亦不会降临为他们平息迎面而来的狂涛巨浪与疾风劲吹;但依然没有任何可怕之事,无非是船只转瞬之间便会被大海吞噬,或是撞上礁石迅速粉碎。因为这正是伊壁鸠鲁派在面对可怕疾病与难忍剧痛时的说辞: “你因虔敬而指望从诸神那里获得善果吗?你神智昏乱了;因为那受祝福且不朽的本体既不受制于愤怒,亦不受制于恩惠。你在尘世生命之后,还设想着某种胜于生前之物吗?你受骗了;因为被解体之物毫无知觉,而无知觉之物与我们毫无干涉。” “那么,朋友,你为何还吩咐我吃喝享乐?”“因为凭宙斯起誓,对于身处风暴者,船难已近在眼前;极度的痛苦将与死亡相连。”然而,即便乘客从解体的船上跌落,尚且寄托着某种能够游至岸边、身体触地的希望而在波涛中漂浮;但在这些人的哲学中,对灵魂而言,“灰暗的大海之外全然看不见出口”,而是立即隐灭、消散,甚至先于肉体而消亡;以至于灵魂领受了这条至为智慧而神圣的教条,竟因自己遭受苦难的终点便是灭亡、败坏和化为乌有而欢喜若狂。
ἀλλὰ γάρ ἔφη πρὸς ἐμὲ βλέψας εὔηθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον. ὑπολαβὼν οὖν ὁ Ζεύξιππος εἶθʼ οὗτος ἔφη διʼ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα πρὸς Ἐπίκουρον τὸ λοιπὸν λέγοντες; ἥκιστα ἔφην ἐγὼ καὶ "δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι" κατʼ Ἐμπεδοκλέα. πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ γὰρ αὐτὸν οἶμαι μὴ παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.
“然而,”他看着我说道,“我们谈论此事亦属多余,因为我们前不久才听闻你向那些断言‘伊壁鸠鲁关于灵魂的学说比柏拉图的学说更能使我们轻松愉悦地面对死亡’的人进行了充分的驳斥。” 宙克西波斯于是接话道:“难道这篇谈话要因为那篇而半途而废,以至于我们在面对伊壁鸠鲁时,竟害怕讲完余下的论点吗?” “绝非如此,”我说道,“因为正如恩培多克勒所言,‘应当之事,听闻两次亦属美善’。因此我们须再次请出泰翁;因为我想他在当时发表那番言论时必定在场,而且他正值年轻,不惧怕在年轻人面前承担遗忘的指责。”
καὶ ὁ Θέων ὥσπερ ἐκβιασθεὶς ἀλλʼ εἰ δοκεῖ ταῦτα ἔφη ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε· σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν· ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς· ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθʼ Ἅιδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων, ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπʼ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.3
泰翁如同被迫应承一般说道:“好吧,阿里斯托德谟,如果大家赞成这样做,我不会效仿你;你害怕重述他的论点,我却要借用你的论述。因为在我看来,你将人类划分为三类是极为正确的:不义与邪恶之辈,其次是大众与平民,第三则是通达明理之人。那些不义与邪恶之徒,由于惧怕冥府的审判与惩罚而不敢作恶,并因此更为安分,反而会生活得更加愉快、更少惊扰。因为伊壁鸠鲁认为除了对惩罚的畏惧之外,无须借由其他任何手段来阻止不义;是以我们甚至应当向他们倾注更多的迷信畏惧,同时向他们展示来自天上与地下的可怖异象、深渊、恐惧与疑惧,如果他们因受此震慑而能变得更加温和克制的话。因为对于他们而言,因畏惧死后之事而不行不义,比起行不义而终身生活在惶恐不安与极度恐惧之中,要更有益得多。”
- 23ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς
将来时分词 μαλάξοντας 修饰不定式从句(μήτε ... ἀφίξεσθαι)的主语宾格 τοὺς Διοσκόρους。它可以被解释为表示目的(“前来以平息……”)或表示预期的附带情况(“前来并平息……”)。
- 23ὥσθʼ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν
在由 ὥστε 引导的结果状语从句中,阴性单数宾格分词 παραλαβοῦσαν 充当不定式 ὑπερχαίρειν 的逻辑主语。它承接前句的与格 τῇ ψυχῇ,但在从句中转为了“宾格加不定式”结构所需的宾格。
- 25λυσιτελεῖ γὰρ αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.
由无人称动词 λυσιτελεῖ 引导,并通过比较连词 ἤ 将两个不定式短语(μὴ ἀδικεῖν 与 διάγειν)进行对照。与格分词 αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις 与 ἀδικοῦσιν 分别构成了各自对应行为的条件主语,整体骨架为“因畏惧死后之事而不行不义,比起行不义而生活……更为有利”。
