← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§26-27

大众对永存的渴望与对彻底消灭的恐惧

泰翁讨论了第二类人即大众,指出相较于冥府惩罚的神话,大众真正深感恐惧的是存在的彻底消灭与无知觉;出于对留存生命的渴望,人们乐于将死亡视为转变而非毁坏,而伊壁鸠鲁将灵魂解体归为虚无的学说反而剥夺了希望,导致了对生命的轻蔑与更深的绝望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

τοῖς δὲ πολλοῖς καὶ ἄνευ φόβου περὶ τῶν ἐν Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος ἐλπίς1 καὶ ὁ πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ μέγιστος, ἡδονῇ θʼ ὑπερβάλλει καὶ γλυκυθυμίᾳ τὸ παιδικὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους ἀποβάλλοντες εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι2 καὶ διεφθάρθαι καὶ γεγονέναι τὸ μηδέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶνται καὶ λέγουσιν οὕτως "αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομʼ ἑταίρου" καί "τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;" ἐκ δὲ τούτου παρατροπῆς γενομένης, καὶ ὅπλα καὶ σκεύη καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ Μίνως τῷ Γλαύκῳ "Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ" συνθάπτοντες ἥδιον ἔχουσι. κἄν τι δόξωσιν αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν. οἱ δʼ Αἰακοὶ καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν, οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν ἡδομένοις παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλʼ ἐκεῖνο τοῦ θανάτου τὸ πρόσωπον ὡς φοβερὸν καὶ σκυθρωπὸν καὶ σκοτεινὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λήθης καὶ ἀγνοίας· καὶ πρὸς τὸ ἀπόλωλε καὶ τὸ ἀνῄρηται καὶ τὸ οὐκ ἔστι ταράσσονται καὶ δυσανασχετοῦσι τούτων λεγομένων, ὡς τὸ "ἔπειτα κείσεται βαθυδένδρῳ ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος ἰαχᾶς τε παντερπέος αὐλῶν·" καί "ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔτε ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων."

然而,对于大众而言,即便除去对冥府之事的恐惧,超越神话层面的永恒企盼以及对生存的渴望——这是所有人间爱欲中最古老且最伟大的一种——亦凭着愉悦与甘美的心绪压倒了那种童稚般的畏惧。正因如此,当他们失去子女、妻子和朋友时,他们宁愿这些人存在于某处,甚至受苦地存留下去,也不愿他们被彻底消灭、毁灭并化为乌有。他们乐于聆听那些将临终者表述为“迁居”和“转换处所”的名词,以及一切表明死亡乃是灵魂之转变而非朽灭的说法,并这样说道: “然而即便身处彼处,我亦将思念亲爱的伙伴”,以及: “我当为你向赫克托尔或年迈的夫君带去何话?” 自此产生了一种流弊,他们将死者生前惯用的武器、器皿和衣服一同随葬,正如米诺斯为格劳科斯随葬“克里特长笛,取材于死去的斑鹿之肢”,这样做使他们获得更大的慰藉。倘若死者似乎有所求索和企盼,他们便乐于给予,犹如佩里安德尔将饰物随同妻子一同焚化,因她托言自己有所欠缺且浑身寒战。那些埃阿科斯、阿斯卡拉福斯与阿刻戎河亦并未使他们过度惊恐,毕竟他们甚至为在那里的欣悦之魂安排了舞蹈、剧场和各种各样的乐声。但众人暗中所畏惧的,正是死亡的那另一副面孔——那无知觉、遗忘和无知的面孔,因其可怕、阴郁而黑暗;当听到“灭绝了”、“消亡了”以及“不在了”这些话时,他们便感到惶惑且难以忍受,正如听到这样的诗句: “此后他将长眠于深林覆盖的 泥土之中,不再分享酒宴、竖琴 以及洋溢欢悦的笛声”,以及: “人的生命一旦越过了齿关的藩篱, 便既无法抢回, 亦无法捕获。”

§27

ἧι καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δʼ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτʼ εἶναι. καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδʼ ὁτιοῦν πρὸς τὸ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλʼ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις "ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε" τὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς,3 ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας· διʼ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον,4 ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδʼ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις· οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας "δυσέρωτες γὰρ φαινόμεθ ὄντες τοῦδʼ, ὅττι τόδε στίλβει κατὰ γῆν" ὡς Εὐριπίδης φησίν· οὐδὲ ῥᾳδίως οὐδʼ ἀλύπως ἀκούομεν "ὣς ἄρʼ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον ἐλασίππου πρόσωπον ἀπέλιπεν ἁμέρας."

正因如此,说出下述言论之人更是在临危之际又补上一刀: “我们仅此一度成为人,绝无两次受生的可能;而整个永恒之中我们必将不复存在。” 因为他们将当下视若微尘,甚至与整体相比视同虚无而弃之不顾,在未能享受之中虚掷之,并忽略德性与行事,仿佛丧失了斗志,蔑视自身,视自己为朝生暮死、不可凭靠、生来无所作为之辈。因为那句“被解体之物毫无知觉,而无知觉之物与我们毫无干涉”,非但未能消除对死亡的畏惧,反而仿佛为此恐惧增添了佐证;因为天性所畏惧的正是此物: “但愿你们全都化作泥土和水”,即灵魂消解为无思维亦无感觉之物,而伊壁鸠鲁将此解释为消散入虚空与原子,更是彻底砍断了不朽的希望。为了这希望,我几乎可以说,所有的男女都情愿被刻耳柏洛斯撕咬,情愿往漏斗之瓮中挑水,只要他们能够仅凭存在而存续下去,而不至于归于消亡。然而正如我所说,畏惧这些神话惩罚的人并不算多,那些不过是母亲与乳母的教条和神话故事;即便畏惧之人,亦认为某些秘仪和净化能够救助,洗净之后他们便能在冥府有光芒、清新空气和歌声之所嬉戏起舞度日。相反,剥夺生命本身才真正困扰着年轻人与老年人: “因为我们似乎成了 这大地之上闪耀之物的痴迷爱恋者”,正如欧里庇得斯所言;我们在听到这样的诗句时亦绝难感到轻松或毫无痛苦: “他言罢,驭马之日那远照四方的 神圣面庞 便将他遗落。”

语法注4 条
  1. 26παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος ἐλπίς

    介词 παρά 支配宾格在此表示“超越”或“尽管”。指超越了神怪描绘本身而存在的对永恒的期盼。虽然亦可理解为“伴随着神话色彩”,但结合下文这种对存在的渴望压倒了神话带来的童稚恐惧之语境,取“超越神话虚妄”或“尽管具有神话性”更为连贯。

  2. 26εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι

    现在分词宾格复数阳性 κακοπαθοῦντας 并非与主句动词 ἐθέλουσι 的主语(留存的生者,主格)一致,而是作不定式 εἶναι 与 διαμένειν 的逻辑主语,即先行词“子女、妻子与朋友”(τέκνα καὶ γυναῖκας καὶ φίλους)的同位修饰成分。因此句意为生者宁愿逝者即便遭受磨难亦在某处继续留存,而非彻底被消灭。

  3. 27τὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς

    宾格短语 τὴν ... διάλυσιν 在语法上作为前文 αὐτὸ γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις(因为这正是天性所畏惧之物)中关系代词 ὃ 所指代内容的解释性同位语。虽被所引诗句隔开,但它在句法上同时充当了后文关系从句 ἣν Ἐπίκουρος... 的先行词。

  4. 27φορεῖν εἰς τὸν ἄτρητον

    省略了名词 πίθον(瓮、罐)的惯用短语,指达那俄斯诸女在冥府往无底之瓮中挑水汲水的神话惩罚。它与前文的 τῷ Κερβέρῳ διαδάκνεσθαι(被刻耳柏洛斯撕咬)形成平行结构,举例说明世人即便甘愿承受冥府之严刑,亦不愿面临存在的彻底覆灭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:26-27