← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§22

敬神之士的至福与否认神意的缺憾

作者探讨了视神为至善源泉的至善之人所获得的极大喜悦,并以与诸神交往的古代先贤为例,反驳了否认神意因而自绝于这种福乐的伊壁鸠鲁学派。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

καὶ μὴν μετά γε τοὺς πονηροὺς καὶ τοὺς πολλοὺς τρίτον ἤδη σκεψώμεθα, τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον γένος ἐν ἡλίκαις εἰσὶν ἡδοναῖς,1 καθαραῖς περὶ θεοῦ δόξαις συνόντες, ὡς πάντων μὲν ἡγεμὼν ἀγαθῶν πάντων δὲ πατὴρ καλῶν ἐκεῖνός ἐστι, καὶ φαῦλον οὐδὲν αὐτῷ ποιεῖν θέμις ὥσπερ οὐδὲ πάσχειν. ἀγαθὸς γάρ ἐστιν, ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνος, οὔτε φόβος οὔτε ὀργὴ οὔτε μῖσος· οὐδὲ γὰρ θερμοῦ τὸ ψύχειν ἀλλὰ τὸ θερμαίνειν, ὥσπερ οὐδʼ ἀγαθοῦ τὸ βλάπτειν· ὀργὴ δὲ χάριτος καὶ χόλος εὐμενείας καὶ τοῦ φιλανθρώπου καὶ φιλόφρονος τὸ δυσμενὲς καὶ ταρακτικὸν ἀπωτάτω τῇ φύσει τέτακται· τὰ μὲν γὰρ ἀρετῆς καὶ δυνάμεως τὰ δʼ ἀσθενείας ἐστὶ καὶ φαυλότητος. οὐ τοίνυν ὀργαῖς καὶ χάρισι συνέχεται τὸ θεῖον ἅμα,2 ὅτι χαρίζεσθαι καὶ βοηθεῖν πέφυκεν, ὀργίζεσθαι δὲ καὶ κακῶς ποιεῖν οὐ πέφυκεν· ἀλλʼ ὁ μὲν μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῶν δʼ ἄλλων θεῶν ὁ μέν ἐστιν Ἐπιδώτης ὁ δὲ Μειλίχιος ὁ δʼ Ἀλεξίκακος, ὁ δʼ Ἀπόλλων "κατεκρίθη θνατοῖς ἀγανώτατος ἔμμεν" ὡς Πίνδαρός φησι. πάντα δὲ τῶν θεῶν κατὰ τὸν Διογένην, καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί· καὶ τὸν θεοφιλῆ μή τι εὖ πράττειν ἢ θεοφιλῆ μὴ εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνατόν ἐστιν. ἆρά γε δίκης ἑτέρας οἴεσθε δεῖσθαι τοὺς ἀναιροῦντας τὴν πρόνοιαν καὶ οὐχ ἱκανὴν ἔχειν ἐκκόπτοντας ἑαυτῶν ἡδονὴν καὶ χαρὰν τοσαύτην, ὅση πάρεστι τοῖς οὕτω διακειμένοις πρὸς τὸ δαιμόνιον ἡμῖν; ἢ τῷ μὲν Ἐπικούρῳ καὶ Μητρόδωρος καὶ Πολύαινος καὶ Ἀριστόβουλος ἐκθάρσημα καὶ γῆθος ἦσαν, ὧν τοὺς πλείστους θεραπεύων νοσοῦντας ἢ καταθρηνῶν ἀποθνήσκοντας διετέλεσε· Λυκοῦργος δʼ ὑπὸ τῆς Πυθίας προσαγορευθεὶς "Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι" καὶ Σωκράτης οἰόμενος αὑτῷ διαλέγεσθαι τὸ δαιμόνιον ὑπʼ εὐμενείας, καὶ Πίνδαρος ἀκούων ὑπὸ τοῦ Πανὸς ᾄδεσθαί τι μέλος ὧν αὐτὸς ἐποίησε μετρίως ἔχαιρεν;3 ἢ Φορμίων τοὺς Διοσκόρους ἢ τὸν Ἀσκληπιὸν Σοφοκλῆς ξενίζειν αὐτός τε πειθόμενος καὶ τῶν ἄλλων οὕτως ἐχόντων διὰ τὴν γενομένην ἐπιφάνειαν; ἃ δʼ Ἑρμογένης ἐφρόνει περὶ τῶν θεῶν, ἄξιόν ἐστιν αὐτοῖς ὀνόμασι διαμνημονεῦσαι· οὗτοι γάρ φησὶν οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοί, οὕτω μοι φίλοι εἰσίν, ὡς διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθʼ ἡμέρας οὔθʼ ὅποι ἂν ὁρμῶμαι οὔθʼ ὅ τι ἂν μέλλω πράττειν διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσι, πέμποντες ἀγγέλους, φήμας καὶ ἐνύπνια καὶ οἰωνούς.

况且,在论及恶人与大众之后,如今让我们第三度考察,人类中最优秀且最蒙神所爱者处于何等巨大的快乐之中;他们与关于神明的纯正观念相伴,坚信神是一切善物的指引者,一切美物的父亲,祂既不可做任何卑劣之事,正如祂不可遭受任何卑劣之事一般。因为神是至善的,而在善者心中对任何事物都不会产生嫉妒、恐惧、愤怒或仇恨;正如使之冷却并非热的本性而是使其温暖,伤害人也绝非善者的本性。愤怒与恩惠、怨恨与好意、充满敌意且令人扰乱之物与爱护世人及友善待人之心,在本质上相距最为遥远;因为后者属于美德与力量,前者则属于软弱与卑劣。因此,神性绝不会同时受制于愤怒与恩惠,因为祂的天性是赐予恩惠与援助,而绝非发怒与降害;相反,天上伟大的宙斯驾着飞翼战车率先前行,料理万物并加以顾恤,而在其他诸神中,一位是“增施恩惠者”,一位是“仁慈者”,一位是“禳灾祛邪者”,至于阿波罗,正如品达所言,“被断定为对凡人最为和善者”。 而且正如第欧根尼所言,“万物皆归诸神,朋友之间一切共有,而善人是诸神的朋友”;因此,蒙神所爱者不享幸福,或者节制正义之人不蒙神所爱,是绝不可能的。 难道你们认为废除神意之人还需要别的惩罚,他们断送自身如此巨大的快乐与欢欣——正如我们这些对神明抱持此种态度的人所拥有的那般——难道所受的惩罚还不够充分吗?难道对于伊壁鸠鲁而言,门特罗多洛、波吕埃诺斯和阿里斯托布洛是他的勇气与欣喜——他在他们大多数人生病时照料或临终时悲泣中度过一生——而吕库古被皮提亚女祭司称呼为“宙斯所爱之人,亦为所有居于奥林匹斯之神所爱”,苏格拉底相信神迹出于好意而与他交谈,品达听闻潘神歌唱自己所谱写的乐曲时,他们感受到的喜悦难道只是微不足道的吗?或者当福尔米翁款待狄俄斯库里兄弟,索福克勒斯款待阿斯克勒庇俄斯时——借着所发生的显圣事件,他们自身深信不疑且他人亦作如是观——难道其喜悦是平凡的吗?赫尔墨革涅斯关于诸神的见解,值得原话记录下来: “因为诸神, 他说, 这些全知全能的诸神,对我如此友爱,以至于因着眷顾我,无论黑夜还是白天,无论我前往何方,无论我将行何事,我从未避过祂们的注意;又因着预先知晓每件事的结果,祂们派遣神谕、梦境与飞鸟作为信使向我昭示。”

语法注3 条
  1. 22τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον γένος ἐν ἡλίκαις εἰσὶν ἡδοναῖς

    此句包含先取构词法(prolepsis)与依意合式(constructio ad sensum):间接疑问从句的主语(τὸ ... γένος)被提前至句首;同时,虽然 γένος 在语法上为中性单数集合名词,但因指代多数人群,从句的谓语动词采用了复数形式 εἰσίν。

  2. 22οὐ τοίνυν ὀργαῖς καὶ χάρισι συνέχεται τὸ θεῖον ἅμα

    此处直接针对伊壁鸠鲁学派的核心教条“神性既不受愤怒制约,亦不受恩惠制约”(nec ira nec gratia teneri)。作者并非主张神同时具有两者,而是通过随后的 ὅτι 从句指出神唯有赐福的本性,彻底拆解了伊壁鸠鲁派将“恩惠”与“愤怒”相提并论的假定。

  3. 22μετρίως ἔχαιρεν

    由 ἤ 引导的修辞反问句的结语谓语。“难道他只是平平常常地欢喜吗?”此处理解为结合反问的曲意法(litotes),实际意味着他们体会到了无与伦比的绝大欢愉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:22