← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§21

信仰带来的真正喜悦与伊壁鸠鲁派的伪善

阿里斯托得摩斯批评伊壁鸠鲁派借由消除迷信之名否定神意,实际上摧毁了大众对诸神的信仰;他指出民众宗教情怀的本质并非单纯的恐惧,而是源自神明临在与节庆中的欢乐与希望。进而指出,伊壁鸠鲁派因畏惧世俗舆论而勉强伪善地参与祭祀,反而深陷恐惧之中并丧失了真正的宗教愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτʼ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν1 τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δʼ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. ἀλλʼ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, διʼ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν2 καὶ παρʼ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτʼ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων. ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται· τούτου δὲ μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις οὔτʼ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες ἢ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν· ἀλλʼ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκε "καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ·" ἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ "καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη" καὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται, πλουσίοις δὲ καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν ἀεί· αἱ δʼ ἐφʼ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι. ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας. οὐ γὰρ οἴνου πλῆθος οὐδʼ ὄπτησις κρεῶν τὸ εὐφραῖνόν ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλὰ καὶ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γιγνόμενα κεχαρισμένως αὐλὸν μὲν γὰρ ἑτέρων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος, ὥσπερ ἱερὸν δοχῆς, ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον, μᾶλλον δʼ ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν· ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις, οὐδὲν δεόμενος, διὰ τὸν φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δʼ ἄπεισι λέγων τὸ Μενάνδρειον "ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς·" οὕτω γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ φθονεῖν μηδʼ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντες, αὐτοὺς δυσχεραίνοντας "πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιηρὸν ἔφυ" κατὰ τὸν Εὔηνον. ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηδὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον ταὐτὰ δρῶσιν, οὐδʼ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες· ἐφʼ οὓς καὶ τὰ περὶ θεῶν καὶ Ὁσιότητος αὐτοῖς βιβλία συντέτακται, "ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ" ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις3 διὰ φόβον ἃς ἔχουσι δόξας.

诚然,我们理当像除去眼中的分泌物那样,从对诸神的观念中剔除迷信;但倘若做不到这一点,绝不应将大众对诸神怀有的信仰一同切除或弄瞎。这种信仰绝非像这些人诽谤神意时所捏造的那样可怕而阴郁,仿佛是一位恩普萨或恶毒而悲剧的惩罚女神被派来管束孩童一般。事实上,世人中只有少数人惧怕神,而对他们来说不惧怕反倒不好;因为他们将神敬畏为一位对善者温和而对恶者严厉的统治者,凭借这单一的、促使他们不去作恶的恐惧,得以摆脱伴随作恶而来的诸多恐惧,并在内心悄然遏制恶行使其萎缩,因而比那些纵容恶念、胆大妄为而随后立即陷入恐惧与悔恨的人少受许多扰乱。另一方面,大众、无知之人以及并非极其恶劣之人的敬神心态,虽然无疑在崇敬与尊奉中掺杂着某种悸动与恐惧,并被称为迷信;然而,其中满怀希望、欣喜若狂、祈求并将一切福祉的恩惠视作诸神所赐而领受的部分,却比这种恐惧要多出万倍,宏大万倍。这一点由最强有力的证据所彰显:因为既没有其他盘桓比神殿里的盘桓,也没有其他时节比节庆的佳期,更没有其他行动或景象比我们围绕诸神亲眼所见或亲身所为之事——参与密仪、起舞、出席祭祀或入会式——更能带来愉悦。因为彼时心灵绝非像与某些僭主或可怖的刽子手交往那样满怀悲痛、低劣而沮丧——若真如他们所言本该如此——;相反,在心灵最坚信、最意识到神明临在之处,它便最能抛却悲伤、恐惧与忧虑,将自身交付于快乐,乃至沉醉、欢笑与戏谑之中。在情爱之事上,正如诗人所言: “即使老人与老妪,每当念及金色的阿佛洛狄忒, 他们亲爱的心也为之雀跃;” 而在游行与祭祀中,不仅老人与老妪,也不仅穷人与平民,而且“连在磨坊前劳作的粗腿磨谷妇”以及家奴与雇工,都在欢腾与愉悦中振奋起来。富人与君王固然常有酒席与豪宴,但在圣事与牺牲祭祀中的筵席,以及人们自以为借着敬意与崇奉通过意念与神圣之物贴得最近之时的筵席,却拥有截然不同的快乐与恩惠。对神意彻底绝望的人,在此全然无份。因为在节日里令人欢悦的并非美酒的充盈或肉食的炙烤,而在于良好的希望,以及坚信神明仁慈地临在并乐意接纳所行仪式的信念。我们固然可以从其他庆典中剥离笛声与花冠,但若神明不临在祭祀中,正如待客的圣所缺乏主客,余下的便只是无神、无节庆意味且无神圣感召的空壳,对他而言反倒全然乏味且令人痛苦。因为出于对大众的恐惧,他在毫无需求的情形下假装祈祷与叩拜,吐露出与其哲学主张截然相反的话语;在献祭时,他站在宰杀祭牲的祭司旁如同站在屠夫身旁,献祭完毕离去时便念叨着米南德的诗句: “我曾向对我全然不加理会的诸神献祭。” 因为伊壁鸠鲁认为必须如此装模作样,不可嫉妒大众也不可招致大众的憎恨,尽管别人欢喜去做的事他们自己却深感厌恶;“因为凡是受强迫之事天生便是痛苦的,”正如欧埃诺斯所言。因此他们也认为迷信之人参与祭祀与密仪并非出于喜悦而是出于恐惧,倘若他们自己也是因恐惧而行同样之事,他们便与那些人毫无分别,甚至未能如那些人一般分得哪怕些许美好的希望,反倒仅仅因害怕并惶恐于自己愚弄与欺骗大众的行为被揭穿;他们针对这些人撰写了关于诸神与虔敬的书卷,“曲折委婉毫无坦诚,尽是环绕托辞”,因着恐惧将自己所持的真正见解遮掩隐匿起来。

语法注3 条
  1. 21μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν

    由句首的 δεῖ 所统辖的不定词短语。在插叙的条件从句 εἰ δὲ τοῦτʼ ἀδύνατον [ἐστι] 之后,承接表示应当与义务的句式(δεῖ ... μή + 不定词),意为“倘若这不可能,则绝不应当一同切除或弄瞎……”。

  2. 21πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν

    πολλῶν 为动词 ἐλευθεροῦνται 所要求的离格性属格(分离属格)。介词短语 τῶν ἐπὶ τῷ ἀδικεῖν 带定冠词属格被实体化(省略了与前文 ἑνὶ φόβῳ 相对照的 φόβων),构成“从伴随作恶而来的诸多[恐惧]中解脱出来”的结构,与前面的手段与格 ἑνὶ φόβῳ 形成鲜明对比。

  3. 21ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις

    并列的与格分词,与前面被动动词 συντέτακται 的施动者与格代词 αὐτοῖς(伊壁鸠鲁学派之人)保持一致,表示伴随状态:“(针对这些人,他们撰写了著作,)同时遮掩并隐匿起[他们所持的见解]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:21