← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§19-20

逃避公职招致的恶名与否定神灵之害

戴翁指出伊壁鸠鲁学派渴求赞誉却逃避公职并招致恶名的矛盾;随后阿里斯托得摩斯援引伊壁鸠鲁论哀恸的书信,指出剥夺神恩与神怒的无神论使灵魂失去依靠,其害不亚于冷酷狂妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ἀλλʼ οἵ γε πρὸς ἔπαινον οὕτω καὶ δόξαν ἔχοντες ἆρʼ οὐχ ὁμολογοῦσι μεγάλας ἡδονὰς προΐεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν φεύγοντες ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασιλέων, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ εἰς τὸν βίον γίγνεσθαι ἔφη Δημόκριτος; οὐ γὰρ ἄν τινα πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν Κωλώτου προσκύνησιν ἐν τοσούτῳ λόγῳ τιθέμενος καὶ ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμπίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε, μᾶλλον δʼ ὅλως ὑπὸ χαρᾶς ἤρθη κατὰ τὸν Σοφοκλέα "γραίας ἀκάνθης πάππος ὡς φυσώμενος.1" εἴ γε μὲν τὸ εὐδοξεῖν ἡδύ, τὸ ἀδοξεῖν δήπου λυπηρόν· ἀδοξότερον δʼ ἀφιλίας ἀπραξίας ἀθεότητος ἡδυπαθείας ὀλιγωρίας οὐδέν ἐστι. ταῦτα δὲ πάντες ἄνθρωποι πλὴν αὐτῶν ἐκείνων τῇ αἱρέσει προσεῖναι νομίζουσιν. ἀδίκως, φήσει τις. ἀλλὰ τὴν δόξαν οὐ τὴν ἀλήθειαν σκοποῦμεν. καὶ βιβλία μὲν μὴ λέγωμεν μηδὲ ψηφίσματα βλάσφημα πόλεων, ὅσα γέγραπται πρὸς αὐτούς· φιλαπέχθημον γάρ· εἰ δὲ χρησμοὶ καὶ μαντικὴ καὶ θεῶν πρόνοια καὶ γονέων πρὸς ἔκγονα στοργὴ καὶ ἀγάπησις καὶ πολιτεία καὶ ἡγεμονία καὶ τὸ ἄρχειν ἔνδοξόν ἐστι καὶ εὐκλεές, οὕτως ἀνάγκη τοὺς λέγοντας, ὡς οὐ δεῖ σῴζειν τοὺς Ἕλληνας ἀλλʼ ἐσθίειν καὶ πίνειν ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως, ἀδοξεῖν καὶ κακοὺς νομίζεσθαι· νομιζομένους δὲ τοιούτους ἀνιᾶσθαι καὶ ζῆν ἀτερπῶς, εἴ γε δὴ τὸ καλὸν ἡδὺ καὶ τὴν εὐδοξίαν ἡγοῦνται.

然而,那些对赞誉与声望怀有如此执念的人,难道不是在承认,由于自身的软弱与怯懦而避开公职、城邦政治以及君王的友谊——德谟克利特称人世间伟大而显赫的事物皆源于此——是放弃了巨大的快乐吗?因为一个将涅奥克勒斯的见证与科洛忒斯的下跪敬拜视若至宝、欣喜若狂的人,绝不可能说服任何人相信:如果他在奥林匹亚受到全希腊人的鼓掌喝彩,他竟不会狂喜呼喊,甚至如索福克勒斯所说“宛如老蓟草被风吹起的绒毛”,整个人为喜悦所腾跃而起。  事实上,如果享有令名是快乐的,那么名声狼藉无疑是痛苦的;而没有什么比缺乏友谊、无所作为、无神论、纵欲以及怠惰更为臭名昭著了。除他们自己之外,所有人都认为这些恶名正是属于他们学派的。“这是不公正的”,也许有人会这样说。然而我们探讨的是名望,而非真相本身。且不说写来针对他们的那些书卷与城邦的斥责法令——因为那是出于仇恨;但是,如果神谕、占卜、诸神的眷顾、父母对子女的温情与挚爱、城邦生活、领袖地位以及执政统治都是光荣而显赫的,那么主张“无须拯救希腊人,只管对胃无害且称心地吃喝”的人,就必然名声狼藉并被视为恶徒;而既然被视为这样的人,如果他们当真认为崇高与美名是快乐的,他们就必然心怀痛苦、度日寡味。

§20

ταῦτʼ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθεζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ χρόνον οὐ πολύν. ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν εἰρημένων ἐννοήσας τίς ἔφη τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω τὸ προσῆκον ἔχει τέλος, ἃ αὐτὸς ἄρτι μαντικῆς μνησθεὶς καὶ προνοίας ὑποβέβληκε· ταῦτα γὰρ οὐχ ἥκιστά φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς παρασκευάζειν εἰς τὸν βίον· ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ τούτων ὑπολαβὼν δʼ ὁ Ἀριστόδημος ἀλλὰ περὶ ἡδονῆς μὲν εἴρηται σχεδόν εἶπεν ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν2 φόβον ἀφαιρεῖ τινα καὶ δεισιδαιμονίαν, εὐφροσύνην δὲ καὶ χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν ἀλλʼ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι μηδὲ χαίρειν, ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Σκύθας ἔχομεν, οὔτε χρηστὸν οὐδὲν οὔτε φαῦλον ἀπʼ αὐτῶν προσδοκῶντες. εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό μοι δοκῶ λήψεσθαι παρʼ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ὑφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν,3 ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Σωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος· ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ. καὶ λέγω μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης ὠμότητος καὶ δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ τοῦ θεοῦ μετὰ τῆς ὀργῆς ἀναιροῦντες. βέλτιον γὰρ ἐνυπάρχειν τι καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ φόβου πάθος, ἢ τοῦτο φεύγοντας μήτε ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἀπολείπεσθαι.4

戴翁说完这番话后,大家觉得该结束散步了,便依惯例坐在长凳上,陷入了短暂的沉默,思索着方才的话语。这时,宙克西波斯顺着这些话思考后说道: “谁来为这篇论辩补全剩余的部分呢?〔戴翁〕本人刚才提到占卜与神意时所提出的论题,尚未得出应有的结论;因为那些哲人声称,正是这些见解尤为他们的生活带来了快乐、安宁与自信,因此关于这些也必须说一说。”  阿里斯托得摩斯接茬说道: “不过关于快乐,大致已经谈过了:他们的学说纵使成功且说得在理,也不过是消除了某种恐惧与迷信,却丝毫不能带来因诸神而生的欣喜与愉悦;相反,它使我们对诸神持一种既不受扰也不欢喜的态度,如同我们对待赫卡尼亚人或斯基泰人那样,从他们那里既不预期任何好事,也不预期任何坏事。但若必须在已论述的内容上有所增补,我想先从他们自己的主张中取来这一条:他们反对那些在朋友去世时摒弃悲痛、眼泪与呻吟的人,宣称 ‘那种堕入无情态的无痛状态,乃是由于另一种更大的恶——冷酷无情,或是纯粹的虚荣与狂乱——才得以存在;因此,有所感触、承受痛苦、乃至凭宙斯之名润湿双眼、形销骨立,才是更好的’, 以及诸如此类他们在著作中抒情作态时所说的言辞,他们由此显得颇为柔情而充满友爱。因为伊壁鸠鲁不仅在其他许多著作中这样讲过,在论及黑格西亚纳克斯之死、写给逝者之父索西忒奥斯和其兄弟皮尔松的信中也是如此——我最近恰好翻阅了他的这些书信。我便效仿他们说:那些在剔除神之愤怒的同时亦剔除了神之恩惠的人把我们引向的无神论,其危害绝不下于冷酷与虚荣。因为在对诸神的信念中,蕴含并掺杂着一种敬畏与恐惧兼具的情感,比起为了逃避这种情感而使自己在顺境中失去希望、恩惠与底气,在不幸时失去投奔神明的避难处,要好得多。”

语法注4 条
  1. 19γραίας ἀκάνθης πάππος ὡς φυσώμενος

    引自索福克勒斯的佚作片段。连词 ὡς(如同)后置于名词短语 πάππος 之后,构成倒装。整句形成形象的比喻修饰动词 ἤρθη(“宛如被风吹起的老蓟草绒毛般腾空而起”)。

  2. 20ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν

    分词 εὐτυχῶν 与 κατορθῶν 具有让步含义,意为“他们的学说即使顺利且正确”。它们修饰主语 ὁ λόγος αὐτῶν,主节动词为后文的 ἀφαιρεῖ 与 οὐκ ἐνδίδωσιν。

  3. 20τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ὑφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν

    由 λέγουσι 引出的间接引语宾格加不定式结构。τὴν... ἀλυπίαν 是不定式 ὑπάρχειν 的逻辑主语。介词短语 ὑφʼ ἑτέρου κακοῦ μείζονος 表示起因(“由于另一种更大的恶而存在”),其后跟有同位语属格 ὠμότητος ἢ δοξοκοπίας。

  4. 20μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἀπολείπεσθαι

    由 μήτε... μήτε 连接的宾格不定式从句,受 βέλτιον [ἐστί] 支配。逻辑主语泛指“人们/我们”,在语境中被省略;分词 δυστυχοῦσιν 是表示关涉或情境的与格(“对于遭逢不幸的人而言/处于厄运时”),ἀποστροφήν 是不定式 ἀπολείπεσθαι 的直接宾语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:19-20