- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰翁通过古代伟大政治家与将领的事例,论证灵魂真正的快乐来自崇高的公事勋业,批驳了伊壁鸠鲁派将肉体享乐与患病感伤视作快乐的荒谬,并将专注于取悦肠胃的伊壁鸠鲁派比作在节日中放纵喧闹的粗鄙奴隶。
ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ καὶ φακῇ τὸ ἥδιστον, ἀλλʼ ὄψα καὶ Θάσια καὶ μύρα "καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα" ζητοῦσιν αἱ τῶν ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ νέας γυναῖκας οἷαι Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν, ταῖς μέντοι τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ διάκενοι μηδʼ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλʼ ἐμβριθεῖς ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς;. τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόντων καὶ μέγα φρονεῖν ὅτι νοσῶν νόσον ἀσκίτην τινὰς ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων Νεοκλέους λόγων μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων ἰδιοτρόπῳ ἡδονῇ ταῦτʼ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν·1 ἀλλʼ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως, ἐν τούτοις ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. εἰ δʼ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων "ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν" καί "οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ" καί "δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον." ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ ὀφθαλμῶν κατορθώματα, καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστείδην ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν Ἡρόδοτον ἐξείργομαι γνώμην εἰπεῖν,2 ὅτι τῷ πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. μαρτυρεῖ δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἥδιστον αὐτῷ γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας ἐπιδεῖν τὸ ἐν Λεύκτροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. παραβάλωμεν οὖν τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι τὸν υἱὸν ἐπεῖδεν εἰς τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς ἑταίρας. τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελφὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ καὶ ταῖς πρὸς τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου δῆλόν ἐστιν. ἀλλʼ ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι. καὶ γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατʼ ἀγρὸν ἄγωσι περιιόντες, οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν ὑπομείναις καὶ τὸν θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειροκαλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων "κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία πάρεστιν, ὦ δύστηνε; μὴ σαυτῷ φθόνει. οἱ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις· ὑμνεῖτο δʼ αἰσχρῶς, κλῶνα πρὸς καλὸν δάφνης, ὁ Φοῖβος οὐ προσῳδά τὴν τʼ ἐν αὐλίῳ νόθον τις ἐξέκλαξε σύγκοιτον φίλην." ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος; οὐδὲν δεῖ σῴζειν τοὺς Ἕλληνας οὐδʼ ἐπὶ σοφίᾳ στεφάνων παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως. καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς καὶ ἐχάρην καὶ ἐθρασυνάμην, ὅτι ἔμαθον παρʼ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι. καὶ περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τἀγαθόν.
因此,即使我们略过不谈自然对于肉体的快乐也需要奢华的供应,最甘美之物并不在于大麦饼和扁豆汤,而是贪图享乐之人的欲望寻求佳肴、萨索斯美酒与香膏, “以及充分浸润在 黄翅蜜蜂汁浆中的焙烤精巧糕饼”,而且除这些之外,还寻求出入于花园周围的美貌年轻女子,如莱昂提翁、波伊迪翁、赫黛亚和尼基迪翁之流——然而,大家公认的是,灵魂的喜悦若要不沦为空洞、卑下和闺阁之态,而要沉稳、牢固且宏伟,就必须以行为的伟大和值得称道的功业之美作为底蕴。但是,像庆祝阿芙罗狄忒节日的船员那样为了肉体的享受而沾沾自喜,并且自命不凡,因为自己在患水臌病时召集朋友举办了一些宴席,毫不吝惜向水肿补充液体,以及回想起尼奥克利斯的临终遗言便融化在伴随泪水的奇特快感中——这些事情,任何神志清醒的人都不会称之为真正的欢欣或喜悦;如果灵魂真有所谓的苦笑(痉挛般的冷笑),它就存在于这些勉强的扭曲和涕泪交加的欢笑之中。即便有人硬要把这些称为欢欣和喜悦,且看那些高尚快乐的无比优越之处: “因我们的谋略,斯巴达削去了她的荣光”,以及 “异乡人啊,这位正是其祖国罗马的伟大明星”,以及 “我正思忖,该将你占断为神明抑或凡人。” 而当我把色拉西布洛斯和珀罗皮达斯的勋业置于眼前,把在普拉提亚的阿里斯提德或在马拉松的米勒提亚德置于眼前时,在此我仿效希罗多德,被迫发表自己的见解:在实践的生活中,快乐甚至多于崇高的美德。伊巴密浓达也为我作证,据传他说过,在他身为统帅赢得留克特拉战役后,父母尚在人世亲眼见到战胜纪念碑,乃是他最觉快乐之事。那么,让我们把伊壁鸠鲁的母亲与伊巴密浓达的母亲作一对比吧:前者之所以欢喜,是因为看见儿子钻进了小小的庭园,与波利埃努斯共同由那位基齐库斯的女伎生儿育女。因为至于迈特罗多洛的母亲和姐妹对他的婚姻以及对写给兄弟的回信何等过分欢喜,从他们的著作中当然一清二楚。 然而他们大声呼喊着说,他们过得何等惬意,沉浸于享受并歌颂他们自己的生活。 因为奴隶们在克罗诺斯节用餐或在乡间巡行庆祝乡村狄奥尼索斯节时,出于欢喜与鄙俗做出并吐露出这等事来,其喧嚣和吵闹是你所无法忍受的: “躺下吧,让我们开怀痛饮;难道食物 不也在眼前吗,苦命的人?不要亏待了自己。 他们随即齐声欢呼,其间斟满了 美酒;有人拿来花冠戴在头上; 面对美丽的月桂枝条,阿波罗被调子不合地 无耻歌唱,有人在院子角落里 高声叫唤着自己的私生侍妾情妇。” 迈特罗多洛写给他兄弟的话,难道不像这些一样吗?“根本无需拯救希腊人,也无需因智慧而从他们那里获得冠冕,而是要吃喝美酒,提摩克拉底啊,以对肠胃无害且称心如意的方式。”他在同一些信件中又在某处说道:“我既欢喜又大胆起来,因为我从伊壁鸠鲁那里学会了如何正确地取悦肠胃。”又说:“因为,研究自然的提摩克拉底啊,善就在于肠胃的周围。”
- 16τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ... ταῦτʼ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν
一种长句破格提顿构文(anacoluthon):冠词加不定式短语(τὸ ... ἐπαίρεσθαι ... καὶ μέγα φρονεῖν ...)作为话题被置于句首,随后在主要谓语动词 ὀνομάσειεν 之前被中性复数指示代名词 ταῦτα 所复指和承接。
- 16ἐξείργομαι γνώμην εἰπεῖν
化用希罗多德《历史》第7卷139节的著名习语(ἐνθαῦτα ἀναγκαίῃ ἐξέργομαι γνώμην ἀποδέξασθαι)。动词 ἐξείργω 本义通常为“阻拦、排除”,但在与不定式连用的被动语态习语中,表示“无从选择而被逼入绝境、出于必然性而被迫”,因此意为“我被迫发表见解”。
