← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§14-15

灵魂固有的快乐与实践行善之乐

讲者批判伊壁鸠鲁学派将灵魂贬为肉欲的奴仆,否定理智固有的认识之乐。随后泰翁接替发言,指出实践生活中的行善与政治解救带来何其巨大的崇高快乐,并将其与伊壁鸠鲁为区区粮食而写下的夸大感激之辞进行了讽刺性的对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

ἧς οὐ μέτεστι τούτοις,1 ὡς δέ φασιν οὐδὲ βούλονται μετεῖναι· κατατείναντες δὲ τὸ θεωρητικὸν εἰς τὸ σῶμα καὶ κατασπάσαντες ὥσπερ μολιβδίσι ταῖς τῆς σαρκὸς ἐπιθυμίαις οὐδὲν ἀπολείπουσιν ἱπποκόμων ἢ ποιμένων, χόρτον ἢ καλάμην ἤ τινα πόαν προβαλλόντων, ὡς ταῦτα βόσκεσθαι καὶ τρώγειν προσῆκον αὐτῶν τοῖς θρέμμασιν. ἦ γὰρ οὐχ οὕτως ἀξιοῦσι τὴν ψυχὴν ταῖς τοῦ σώματος ἡδοναῖς κατασυβωτεῖν,2 ὅσον ἐλπίσαι τι περὶ σαρκὸς ἢ παθεῖν ἢ μνημονεῦσαι χαίρουσαν, οἰκεῖον δὲ μηδὲν μηδʼ ἡδὺ μηδὲ τερπνὸν ἐξ αὑτῆς λαμβάνειν μηδὲ ζητεῖν ἐῶντες; καίτοι τί γένοιτʼ ἂν ἀλογώτερον, ἢ δυεῖν ὄντοιν,3 ἐξ ὧν ὁ ἄνθρωπος πέφυκε, σώματος καὶ ψυχῆς, ψυχῆς δὲ τάξιν ἡγεμονικωτέραν ἐχούσης, σώματος μὲν ἴδιόν τι καὶ κατὰ φύσιν καὶ οἰκεῖον ἀγαθὸν εἶναι, ψυχῆς δὲ μηδέν, ἀλλὰ τῷ σώματι καθῆσθαι προσβλέπουσαν αὐτὴν καὶ τοῖς μὲν τοῦ σώματος πάθεσιν ἐπιμειδιῶσαν καὶ συνηδομένην καὶ συγχαίρουσαν, αὐτὴν δʼ ἀκίνητον ἐξ ἀρχῆς καὶ ἀπαθῆ καὶ μηδὲν αἱρετὸν ἔχουσαν μηδʼ ὀρεκτὸν ὅλως μηδὲ χαρτόν; ἢ γὰρ ἁπλῶς ἀποκαλυψαμένους ἔδει σαρκοποιεῖν τὸν ἄνθρωπον ὅλον, ὥσπερ ἔνιοι ποιοῦσι τὴν τῆς ψυχῆς οὐσίαν ἀναιροῦντες, ἢ δύο φύσεις ἐν ἡμῖν διαφόρους ἀπολιπόντας ἴδιον ἀπολιπεῖν ἑκατέρας καὶ ἀγαθὸν καὶ κακὸν καὶ οἰκεῖον καὶ ἀλλότριον ὥσπερ ἀμέλει ἑκάστη τῶν αἰσθήσεων πρὸς ἴδιόν τι πέφυκεν αἰσθητόν, εἰ καὶ πάνυ συμπαθοῦσιν ἀλλήλαις. ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητήριον ὁ νοῦς, ᾧ μηδὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέφυκε, πάντων ἀλογώτατόν ἐστιν· εἰ μή τι νὴ Δία λέληθα συνεπισυκοφαντῶν τοὺς ἄνδρας.

这种快乐对于他们毫无份额,而且如他们自己所言,他们甚至不愿享有份额。但他们把观照的能力拉扯向肉体,仿佛用铅坠借着肉身的欲望将其沉沉坠下,与那些在牲口面前抛下饲料、麦秆或某种草料的马夫或牧人毫无二致,认为自己的牲畜只配啃食和吞咽这些东西。他们难道不正是这样认为,应当为了肉体的快乐而像放猪人般贬损灵魂,只准许灵魂在涉及肉身的期待、体验或回忆中感到欢喜,却不让它从自身之中获得或寻求任何属于它自己的、令人愉悦或快乐的东西吗?然而,在构成人的身心两物之中,既然灵魂拥有更为首要的统治地位,若肉体拥有某种特有的、合乎本性的同质之善,而灵魂却毫无所有,只能端坐在旁凝视着肉体,对肉体的各种遭遇报以微笑、共同感到欢悦和喜悦,而灵魂自身却自始至终静止不动、毫无情欲,没有任何值得选择之物,全然没有可欲或可乐之事,世上还有比这更荒谬的吗?因为他们要么应当坦率地揭下面纱,把整个人彻底肉体化,正如某些人取消灵魂的本质那样;要么既然在我们身上承认了两种不同的本性,就当承认二者各自拥有属于自己的善与恶、亲近与排斥之物——正如果真每种感觉器官都天生朝向其特定的可感觉对象,即便它们彼此之间极具共感。而灵魂特有的感觉器官是理智,对于理智而言,如果没有任何属于它自己的实体底蕴——没有任何景象、没有任何运动、没有任何同类的感受,使它在获得时天生感到喜悦——这乃是世上最荒谬之事;除非,指着宙斯发誓,我不知不觉中和别人一同构陷了这些人。

§15

κἀγὼ πρὸς αὐτὸν οὐχ ἡμῖν γε κριταῖς4 ἔφην ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ λοιπὰ τοῦ λόγου πέραινε πῶς; εἶπεν· οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται; πάνυ μὲν οὖν, εἶπεν ὁ Ἀριστόδημος, ὅταν ἀποκάμῃς, ὥσπερ οὗτος· ἔτι δʼ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, ὡς μὴ δοκῇς ἀπομαλθακίζεσθαι. καὶ μήν ὁ Θέων εἶπε πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγουσιν ὡς τὸ εὖ ποιεῖν ἥδιόν ἐστι τοῦ εὖ πάσχειν εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον; ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν, ἔφη, τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἷα δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ μεγαλύνων Μητρόδωρον, ὡς ʼ εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσωνʼ καὶ ταῦτα, πράξαντος οὐδὲν τότε τοῦ Μητροδώρου. τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπʼ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε; τίνας δʼ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φανίου τοὺς τῆς πατρίδος ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδʼ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας. ὥστʼ, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.5

我对他说: “至少以我们为裁判,绝非如此;你已被免去一切诬陷之责,因此请放心讲完论述的其余部分。” “怎么说?”他说,“如果你已经彻底力竭放弃,难道阿里斯托德摩斯不会代替我们接续下去吗?” “那当然,”阿里斯托德摩斯说,“只要你像这位仁兄一样精疲力竭;但当你精力正充沛时,福人啊,且尽力施展你自己,免得让人以为你在退缩懈怠。” “确实,”泰翁说, “剩下的部分极其容易;剩下的无非是探讨实践的生活包含何其之多的快乐。因为他们自己必定也说: ‘施惠比受惠更加令人快乐。’ 施惠固然也可以通过言辞,但其绝大部分也是最宏伟的部分乃是在于行动,正如‘善行’之名所提示的那样,他们自己也为此作证。因为方才,”他说,“我们听这位朋友讲述,伊壁鸠鲁吐露了怎样的言辞,给朋友们送去了怎样的书信,歌颂并赞美迈特罗多洛,说他 ‘为了援助叙利亚人米特雷斯,如何出色而意气风发地从城里走向海边’; 而且这还是在迈特罗多洛当时一事无成的情况下。那么,当狄翁从柏拉图门下出发推翻狄奥尼修斯并解放西西里时,我们认为柏拉图的快乐该是怎样、何其巨大呢?当亚里士多德使倒在废墟中的祖国重新耸立并召回公民时,他的快乐又是怎样?泰奥弗拉斯托斯和法尼阿斯铲除祖国的僭主时,快乐又是怎样?至于他们私下救助的人——并非像伊壁鸠鲁给某些人送去麦子或一斗大麦粉那样,而是促成流亡者归国、囚徒获释、失去妻儿者得以骨肉重聚——对于深知内情的诸位,又有谁需要多言呢?然而,这个人的荒谬即便有人想要忽略也绝不可能:他一方面将地米斯托克利和米太亚得的功绩践踏在脚下加以贬损,另一方面却就自己之事向朋友写下这样的话: ‘关于粮食的运送,你们以神妙而宏伟的方式照顾了我们,并对我展现了通天般的深情厚意。’ 因此,如果有人从这位哲学家的信中拿掉那点粮食,那些感恩之辞所呈现的外貌,倒像是为了整个希腊或雅典人民得到解放或拯救而写下的呢。”

语法注5 条
  1. 14ἧς οὐ μέτεστι τούτοις

    关系代词 ἧς 先行词为上一节结尾的“快乐”(ἡδονῇ),在无人称动词 μέτεστι 构架中充当属格补足语(“他们在这快感中毫无份额”)。

  2. 14κατασυβωτεῖν

    源自 συβώτης(猪倌)的罕见复合动词,意为“像放猪人般贬损对待”。以 τὴν ψυχήν 为直接宾语,与格 ταῖς τοῦ σώματος ἡδοναῖς 表示手段或所屈从的对象。

  3. 14ἢ δυεῖν ὄντοιν

    承接前面的比较级 τί γένοιτʼ ἂν ἀλογώτερον(“有什么比……更荒谬”)。短语 δυεῖν ὄντοιν... σώματος καὶ ψυχῆς 是双数形式的独立属格,随后的不定式结构(σώματος μὲν ... εἶναι, ψυχῆς δὲ μηδέν, ἀλλὰ ... καθῆσθαι...)构成了受 ἤ 引出的实际比较内容。

  4. 15οὐχ ἡμῖν γε κριταῖς

    对话中针对前一句 συνεπισυκοφαντῶν(“共同构陷”)的省略回答。谓语及主语均省略(如 τοῦτό ἐστιν),ἡμῖν ... κριταῖς 为评判与格(dativus iudicantis),意为“至少在以我们为裁判时并非如此”。

  5. 15δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης

    由结果连词 ὥστε 引出的不定式结构,δόξαν ἂν παραστῆσαι 相当于与事实相反条件句的结论部分(对应直陈式过去时 ἂν παρέστησε),与条件从句 εἴ τις ἐξεῖλε 呼应。句末的 ὡς ... γραφομένης 为独立属格,ὡς 引出主观视点或表面理由,分词 γραφομένης 修饰隐含的书信或感恩之辞,属格分词 ἐλευθερωθέντος ἢ σωθέντος 则与邻近的阳性名词 δήμου 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:14-15