← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§17

口腹之欲的狭隘与解放城邦带来的喜悦

作者批判了伊壁鸠鲁学派将快乐局限于口腹之欲的狭隘观点,指出投身崇高事业、施行善举和解放城邦所带来的伟大喜悦才是真正的快乐,这种追求荣誉的宏大快乐自然会掩盖并压倒肉体的感官享受。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

καὶ τὸ ὅλον οἱ ἄνθρωποι τῆς ἡδονῆς τὸ μέγεθος, καθάπερ κέντρῳ καὶ διαστήματι, τῇ γαστρὶ περιγράφουσι· λαμπρᾶς δὲ καὶ βασιλικῆς καὶ φρόνημα ποιούσης μέγα καὶ φῶς καὶ γαλήνην ἀληθῶς εἰς ἅπαντας ἀναχεομένην χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀνέξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθουσίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους.1 οὐ γάρ τι φαῦλον ἡ ψυχὴ καὶ μικρὸν οὐδʼ ἀγεννές ἐστιν οὐδʼ ὥσπερ οἱ πολύποδες ἄχρι τῶν ἐδωδίμων ἐκτείνει τὰς ἐπιθυμίας, ἀλλὰ ταύτην μὲν ὀξύτατος ἀποκόπτει κόρος ἀκαρὲς ὥρας μόριον ἀκμάσασαν, τῶν δὲ πρὸς τὸ καλὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν2 "οὐκ ἔστιν αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνος," ἀλλὰ τοῦ παντὸς αἰῶνος ἐπιδραττόμενον τὸ φιλότιμον καὶ φιλάνθρωπον ἐξαμιλλᾶται ταῖς πράξεσι καὶ ταῖς χάρισιν ἡδονὰς ἀμηχάνους ἐχούσαις, ἃς οὐδὲ φεύγοντες οἱ χρηστοὶ διαφεύγειν δύνανται, πανταχόθεν αὐτοῖς ἀπαντώσας καὶ περιεχομένας, ὅταν εὐφραίνωσι πολλοὺς εὐεργετοῦντες· "ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν." ὁ γὰρ οὕτω διαθεὶς ἑτέρους, ὥστε καὶ χαίρειν καὶ γάνυσθαι καὶ ποθεῖν ἅψασθαι καὶ προσαγορεῦσαι, δῆλός ἐστι καὶ τυφλῷ μεγάλας ἔχων ἐν ἑαυτῷ καὶ καρπούμενος ἡδονάς, ὅθεν οὐδὲ κάμνουσιν ὠφελοῦντες οὐδʼ ἀπαγορεύουσιν, ἀλλὰ τοιαύτας αὐτῶν ἀκούομεν φωνάς "πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ" καί "μήποτέ γε παυσώμεσθα δρῶντες εὖ βροτούς" καὶ τί δεῖ περὶ τῶν ἄκρως ἀγαθῶν λέγειν; εἰ γάρ τινι τῶν μέσως φαύλων μέλλοντι θνήσκειν ὁ κύριος, ἤτοι θεὸς ἢ βασιλεύς, ὥραν ἐπιδοίη μίαν, ὥστε χρησάμενον αὐτῇ πρός τινα καλὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν,3 τίς ἂν ἐν τῷ χρόνῳ τούτῳ βούλοιτο μᾶλλον Λαΐδι συγγενέσθαι καὶ πιεῖν οἶνον Ἀριούσιον, ἢ κτείνας Ἀρχίαν ἐλευθερῶσαι τὰς Θήβας; ἐγὼ μὲν οὐδένα νομίζω. καὶ γὰρ τῶν μονομάχων ὁρῶ τοὺς μὴ παντάπασι θηριώδεις ἀλλʼ Ἕλληνας, ὅταν εἰσιέναι μέλλωσι, προκειμένων πολλῶν ἐδεσμάτων καὶ πολυτελῶν, ἥδιον τὰ γύναια τοῖς φίλοις ἐν τῷ χρόνῳ τούτῳ παρακατατιθεμένους καὶ τοὺς οἰκέτας ἐλευθεροῦντας ἢ τῇ γαστρὶ χαριζομένους. ἀλλὰ καί, εἴ τι μέγα περὶ τὰς τοῦ σώματος ἡδονάς, κοινόν ἐστι δήπου τοῦτο τοῖς πρακτικοῖς πράγμασι· καὶ γὰρ σῖτον ἔδουσιν καὶ πίνουσιν αἴθοπα οἶνον καὶ μετὰ φίλων ἑστιῶνται, πολὺ γʼ οἶμαι προθυμότερον ἀπὸ τῶν ἀγώνων καὶ τῶν ἔργων, ὡς Ἀλέξανδρος καὶ Ἀγησίλαος καὶ νὴ Δία Φωκίων καὶ Ἐπαμεινώνδας, ἢ καθάπερ οὗτοι πρὸς πῦρ ἀλειψάμενοι καὶ τοῖς φορείοις ἀτρέμα διασεισθέντες· ἀλλὰ καταφρονοῦσι τούτων ἐν ἐκείναις ταῖς μείζοσιν ὄντες. τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν,4 οὐκ ἐθελήσαντα δειπνεῖν, ὡς ἑώρα πολυτελέστερον τῆς οὐσίας τὸ δεῖπνον, ἀλλʼ εἰπόντα πρὸς τὸν φίλον ἐγώ σʼ ᾤμην θύειν οὐχ ὑβρίζειν; ὅπου καὶ Ἀλέξανδρος ἀπεώσατο τῆς Ἄδας τοὺς μαγείρους, αὐτὸς εἰπὼν ἔχειν ἀμείνονας ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν· Φιλόξενον δὲ γράψαντα περὶ παίδων καλῶν, εἰ πρίηται, μικρὸν ἐδέησε τῆς ἐπιτροπῆς ἀποστῆσαι· καίτοι τίνι μᾶλλον ἐξῆν; ἀλλʼ, ὥσπερ φησὶν Ἱπποκράτης, δυεῖν πόνων τὸν ἥττονα ὑπὸ τοῦ μείζονος ἀμαυροῦσθαι, καὶ τῶν ἡδονῶν τὰς σωματικὰς αἱ πρακτικαὶ καὶ φιλότιμοι τῷ χαίροντι τῆς ψυχῆς διʼ ὑπερβολὴν καὶ μέγεθος ἐναφανίζουσι καὶ κατασβεννύουσιν.

总之,这些人把胃肠作为圆心和半径,以此来圈定快乐的大小。然而,若有人选择了离群索居、不问政事、缺乏仁爱、对荣誉和恩惠毫无热忱的生活,便不可能分享那光明、王道、催人奋进、且真诚地向众人洒下光明与安宁的喜悦。因为灵魂决非卑鄙、渺小或下贱之物,也不像章鱼那样仅将欲望延伸至果腹之物;相反,对于食物的欲望在瞬息之间达到顶点后便被最迅疾的餍足斩断,而至于朝向高尚之事以及基于高尚之举的荣誉和恩惠的冲动,“一生的岁月并不是它们的尺度”,相反,渴望囊括永恒的荣誉心与仁爱之心在充满无尽快乐的功业与恩惠中争相竞逐,只要高尚之人通过行善使大众欢欣,哪怕他们试图逃避,这些快乐也会从四面八方迎面而来,将他们包围,使他们无法摆脱: “人们仰望行进于城邦中的他,宛如瞻仰神明。” 因为使他人感到欢欣、喜悦并渴望触碰与交谈的人,即便对盲人而言也显而易见是在自身之中蕴藏并享受着巨大的快乐,因此他们在施惠时既不知疲倦也不放弃,我们反而听到他们发出这样的声音: “父亲生下你,对凡人而言价值连城”,以及 “但愿我们永不停止施惠于凡人。” 至于那些极善之人,又何须多言?如果对一个即将死去的寻常恶人,主人——无论是神明还是君王——赐予他一个时辰,让他或用于某种崇高之举或用于享乐,随即死去,在这个时刻,谁会更愿意与拉伊斯同寝、痛饮阿里乌西亚美酒,而不愿杀死阿基亚斯以解放底比斯呢?我认为没有一个人会这样。因为我看到,即便在角斗士中那些并非全然野蛮而是希腊人的勇士,在即将入场而面前摆满丰盛佳肴时,也更愿意在这个时刻将侍妾托付给朋友、解放家奴,而不是去取悦自己的肠胃。此外,肉体的快乐中若有什么了不起的,这对于投身实际事务的人自然也是相通的;“因为他们也吃五谷,饮闪亮的葡萄酒”,并与朋友共同宴饮,而且我认为,从战斗与勋业中归来的他们——如亚历山大、阿格西劳斯,凭宙斯起誓还有福基翁和伊巴密浓达——比起这些人在火旁涂油并在轿中微微摇晃,要更加热烈得多;然而处在那些更伟大的快乐中时,他们便蔑视这些微不足道的事。又何必提及伊巴密浓达呢?他看到宴席的奢华超出了主人的家产便不肯进食,反而对朋友说: “我还以为你在祭神,而不是在放肆放纵呢。” 要知道,就连亚历山大也辞退了阿达送来的厨子,自称有更好的膳食大师:走夜路作为早餐的佐料,少吃早餐作为晚餐的佐料;而当菲洛克塞诺斯写信询问是否购买美少年时,亚历山大差一点就撤了他的职。然而还有谁比他更有权这样做呢?然而,正如希波克拉底所言,在两种痛苦中较小者会被较大者掩盖,肉体的快乐同样会在灵魂欢欣的部分中,由于实践与追求荣誉的快乐之超绝与宏大,而被掩蔽并熄灭。

语法注4 条
  1. 17χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀνέξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθουσίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους

    在非人称结构 οὐκ ἔστι(“不可能……”)后接不定式 μετασχεῖν,宾格分词短语 βίον ... ἀνελομένους 充当该不定式的逻辑主语。这符合希腊语中不定式主语通常采用宾格(而非与格同化)的标准句法规则。

  2. 17τῶν δὲ πρὸς τὸ καλὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν

    该短语作为与前句 ταύτην μὲν ... κόρος ἀποκόπτει 的对比(δέ)被引出,构成了一个引导新话题的句法破折(anacoluthon)。属格 τῶν ... ὁρμῶν 在语义上照应引文中的属格代词 αὐτῶν,而宾格 τὴν ... τιμὴν καὶ χάριν 则通过超置(hyperbaton)跨越 ὁρμῶν 与 τὸ καλὸν 并列,共同受介词 πρός 支配。

  3. 17ὥστε χρησάμενον αὐτῇ πρός τινα καλὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν

    在由 ὥστε 引导、接不定式 τελευτᾶν 的结果/目的从句中,分词 χρησάμενον 采用宾格作为不定式的逻辑主语,而没有与前文中的先行逻辑指称词(与格 τινι)保持格位一致。

  4. 17τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν

    动词 λέγω 直接带人称宾格(Ἐπαμεινώνδαν),意为“谈论、提及某人”(相当于 λέγειν περί τινος)。分词 οὐκ ἐθελήσαντα 作定语与其保持宾格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:17