← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§13

探讨音乐文艺的乐趣与对伊壁鸠鲁的批评

普鲁塔克严厉批评伊壁鸠鲁将对音乐和文学的学术探讨逐出酒席、反而推崇粗俗笑话与士兵故事的做法。他指出,关于声学与诗艺的种种探究所带来的快乐,远胜于感官的享受。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

καίτοι τἄλλα μὲν ἡμῖν ὡς ἐπῆλθεν εἴρηται μουσικὴν δʼ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀποστρέφονται καὶ φεύγουσι,1 βουλόμενος οὐκ ἄν τις ἐκλάθοιτο, διʼ ἀτοπίαν ὧν Ἐπίκουρος λέγει φιλοθέωρον μὲν ἀποφαίνων τὸν σοφὸν ἐν ταῖς Διαπορίαις καὶ χαίροντα παρʼ ὁντινοῦν ἕτερον ἀκροάμασι καὶ θεάμασι Διονυσιακοῖς, προβλήμασι δὲ μουσικοῖς καὶ κριτικῶν φιλολόγοις ζητήμασιν οὐδὲ παρὰ πότον διδοὺς χώραν, ἀλλὰ καὶ τοῖς φιλομούσοις τῶν βασιλέων παραινῶν στρατιωτικὰ διηγήματα καὶ φορτικὰς βωμολοχίας ὑπομένειν μᾶλλον ἐν τοῖς συμποσίοις ἢ λόγους περὶ μουσικῶν καὶ ποιητικῶν προβλημάτων περαινομένους. ταυτὶ γὰρ ἐτόλμησε γράφειν ἐν τῷ περὶ Βασιλείας, ὥσπερ Σαρδαναπάλῳ γράφων ἢ Νανάρῳ τῷ σατραπεύσαντι Βαβυλῶνος. οὐδὲ γὰρ Ἱέρων γʼ ἂν οὐδʼ Ἄτταλος οὐδʼ Ἀρχέλαος ἐπείσθησαν Εὐριπίδην καὶ Σιμωνίδην καὶ Μελανιππίδην καὶ Κράτητας καὶ Διοδότους ἀναστήσαντες ἐκ τῶν συμποσίων κατακλῖναι Κάρδακας καὶ Ἀγριᾶνας μεθʼ ἑαυτῶν καὶ Καλλίας γελωτοποιοὺς καὶ Θρασωνίδας τινὰς καὶ Θρασυλέοντας, ὀλολυγμοὺς καὶ κροτοθορύβους ποιοῦντας. εἰ δὲ Πτολεμαῖος ὁ πρῶτος συναγαγὼν τὸ μουσεῖον τούτοις ἐνέτυχε τοῖς καλοῖς καὶ βασιλικοῖς παραγγέλμασιν, ἆρʼ οὐκ ἂν εἶπε τοῖς Σαμίοις, ὦ Μοῦσα, τίς ὁ φθόνος; Ἀθηναίων γὰρ οὐδενὶ πρέπει ταῖς Μούσαις οὕτως ἀπεχθάνεσθαι καὶ πολεμεῖν, "ὅσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀίοντα." τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστοξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου, τὰ ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμενος; εἶτʼ οὐκ ἐμμελέστερον ἀποφαίνουσι τὸν Σκύθην Ἀτέαν ὅς, Ἰσμηνίου τοῦ αὐλητοῦ ληφθέντος αἰχμαλώτου καὶ παρὰ πότον αὐλήσαντος, ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος; οὐχ ὁμολογοῦσι δὲ τῷ καλῷ πολεμεῖν τὸν ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον; εἰ δὲ μὴ ἡδονὴ πρόσεστι, τί σεμνὸν καὶ καθάριον νὴ Δίʼ ἀσπάζονται καὶ ἀγαπῶσιν; οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες, ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν, ἢ τίς χορός "εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων" φθεγγόμενος, οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ διʼ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; οἷον διὰ τί τῶν ἴσων αὐλῶν ὁ στενότερος βαρύτερον φθέγγεται· καὶ διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς φθόγγοις, κλινομένης δέ, πάλιν βαρύνει, καὶ συναχθεὶς πρὸς τὸν ἕτερον βαρύτερον διαχθεὶς δʼ ὀξύτερον ἠχεῖ καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας κατασκεδάσῃς ἢ χοῦν, ὁ λαὸς τυφλοῦται·2 καὶ χαλκοῦν Ἀλέξανδρον ἐν Πέλλῃ βουλόμενον ποιῆσαι τὸ προσκήνιον οὐκ εἴασεν ὁ τεχνίτης, ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν φωνήν· καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δʼ ἁρμονία συνίστησιν. ἤθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο3 μοι δοκοῦσι, καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι τοσοῦτον ἡδονῇ κρατοῦσαι.

然而,其他的事情我们已按所想到的作了阐述。至于音乐,它带来何其之多的快乐与恩惠,而这些人却避之不及、四散奔逃,即便有人想忘掉它也办不到,皆因伊壁鸠鲁言论之荒诞。他在《疑难集》中宣称智者是热衷观赏之人,比任何人都更欢喜于狄奥尼索斯式的乐曲演出与汇演,但对于音乐问题以及评论家的学术探究,他甚至在酒席上也不给丝毫立足之地,甚至奉劝那些热爱文艺的君主,在酒宴上宁可容忍将士的粗俗征战故事和低俗下流的笑话,也不愿听关于音乐和诗歌问题的深入讨论。 因为他在《论王权》中竟敢写出这番话,仿佛是在向萨耳达那帕卢斯或曾任巴比伦总督的纳纳洛斯进言。无论希厄隆、阿塔罗斯还是阿耳刻拉奥斯,都不会同意把欧里庇得斯、西摩尼得斯、梅拉尼皮得斯以及克拉忒斯和狄奥多托斯等人从酒席上请走,转而让卡尔达克斯人和阿格里安人的雇佣兵,以及像卡利亚斯这样的弄臣,或斯拉索尼得斯、斯拉叙勒翁之流与自己同榻共饮、发出狂呼乱叫和击掌喧噪。倘若创立缪斯学宫的托勒密一世读到这些所谓美好而王道般的训诫,难道不会说: “缪斯啊,对萨摩斯人何必怀有这般嫉妒?” 因为任何一个雅典人都不应当对缪斯如此厌恶并与之为敌: “凡宙斯所不爱之物,听闻皮厄里亚少女之歌声皆惊慌失措。” 伊壁鸠鲁,你在说些什么?你大清早便步行去剧场聆听弹琴人和吹管人的演奏,但在酒宴上,当泰奥弗拉斯托斯探讨协和音、阿里斯托克塞诺斯讨论转调、亚里士多德论述荷马时,你竟要在厌恶与作呕中用双手捂住耳朵吗?难道他们这不是在表明斯基泰人阿忒阿斯更有音律教养吗?——当笛师伊斯墨尼亚斯被俘并在酒席上吹奏时,阿忒阿斯却发誓说宁愿听自己的马嘶鸣。他们难道不是在承认自己向美宣战,发动了一场不准休战、不遣使者的战争吗?若没有快乐在其中,指着宙斯发誓,他们拥抱与珍视的又有何种崇高纯洁之物?为了过上快乐的生活,像甲虫和秃鹫厌恶香膏和熏香那样,难道不比厌恶并逃离批评家与音乐家的言谈更通情达理吗?究竟有什么配诗调音的阿洛斯管或基萨拉琴,抑或唱出“自极智者之口破出的宏亮呼声”的合唱队,曾像论合唱队、论戏剧演出的著述,以及关于管乐、节奏与和声的问题取悦亚里士多德、泰奥弗拉斯托斯、狄凯阿库斯和希厄罗纽摩斯那样,取悦过伊壁鸠鲁和迈特罗多洛?例如:为何在等长的管乐器中,较细的反而发出更低沉的声音;为何哨管被拉起时〔阿洛斯管〕所有音调都变高,倾斜时又变低,与另一管合拢时声音更低,分开时又更高;又为何在剧场的乐池里撒下糠秕或尘土,观众就会听不见声音;为何在佩拉,工匠不准许亚历山大用青铜制作舞台前台,理由是这会毁坏演员的声音;又为何在各种音阶种类中,半音音阶会使〔心灵〕松弛,而四分音音阶则使之紧凑。至于诗人们塑造的性格、虚构的意象、品格的差异,以及在得体与典雅中兼具贴切与说服力的疑难解答,在我看来正如色诺芬的那句名言一样,凭借巨大的快乐征服人心,甚至能让恋爱中的人忘却相思。

语法注3 条
  1. 13μουσικὴν δʼ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀποστρέφονται καὶ φεύγουσι

    名词 μουσικήν 前置于关系从句与分词短语之前,形成提引(prolepsis)或倒装前置结构。句意上相当于分词 φέρουσαν 的逻辑主语提前,表达“音乐带来何其之多的快乐与恩惠,而他们却避之不及”。

  2. 13ὁ λαὸς τυφλοῦται

    动词 τυφλόω 字面义为“使失明”,但在剧场声学的语境中,此处属于移觉或比喻用法,意指声音被吸纳减弱,观众因而“听不见”或“如同耳聋”。

  3. 13τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο

    由定冠词与指示代词构成的惯用表达,意为“色诺芬的那句名言”,在句中充当前摄成分,指代后文不定式短语的内容(καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:13