← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§12

排斥博雅教养与晚年肉体快乐的破灭

普鲁塔克批评伊壁鸠鲁学派排斥学科与博雅教养的快乐并倡导无知,指出当肉体快乐随着年老而衰竭时,缺乏灵魂学问储备的他们只能可悲地沉湎于对往昔肉欲的病态回味中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδονὰς ὥσπερ ἀενάους ἐκτρέποντες οὗτοι καὶ ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας αὐτοῖς· ἀλλὰ τοὺς μὲν ἐπαραμένους τὰ ἀκάτια φεύγειν ἀπʼ αὐτῶν κελεύουσι· Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι δέονται διʼ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώσῃ1 τὴν ἐλευθέριον καλουμένην παιδείαν Ἀπελλῆν δέ τινα θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτήρησε· περὶ δὲ τῆς ἱστορίας, ἵνα τὴν ἄλλην ἀνηκοΐαν ἐάσω, παραθήσομαι μόνα τὰ Μητροδώρου, γράφοντος ἐν τοῖς περὶ Ποιημάτων ὅθεν μηδʼ εἰδέναι φάσκων, μεθʼ ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς Ὁμήρου ποιήσεως, ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς. ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε τὸν Ἐπίκουρον· διαπορεῖ γοῦν, εἰ γέρων ὁ σοφὸς ὢν καὶ μὴ δυνάμενος πλησιάζειν ἔτι ταῖς τῶν καλῶν ἁφαῖς χαίρει καὶ ψηλαφήσεσιν οὐ ταὐτὰ μὲν τῷ Σοφοκλεῖ διανοούμενος, ἀσμένως ἐκφυγόντι τὴν ἡδονὴν ταύτην, ὥσπερ ἄγριον καὶ λυττῶντα δεσπότην ἀλλʼ ἔδει γε τοὺς ἀπολαυστικούς,2 ὁρῶντας ὅτι πολλὰς ἀφαυαίνει τῶν ἡδονῶν τὸ γῆρας "ἣ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται" κατʼ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς, ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρατιθεμένους· εἶτʼ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς. οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι3 τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου, μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. ἀλλʼ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες, τῆς δʼ ἄλλης αὐτῶν πραγματείας ἀτερποῦς καὶ ξηρᾶς, ὥσπερ αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὔσης, ἥδεσθαι πάντως ἐθέλοντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος, αἰσχρὰ καὶ ἄωρα πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμιμνήσκοντες ἑαυτοὺς καὶ χρώμενοι ταῖς παλαιαῖς ἀπορίᾳ προσφάτων ὥσπερ τεταριχευμέναις, καὶ νεκρὰς ἄλλας δὴ πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κινοῦντες παρὰ φύσιν καὶ ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.

然而,这些如此伟大、如此众多的快乐,宛如川流不息的源泉,这些人却将其引开并加以规避,不让接近他们的人品尝;反而命令人们扬起帆篷,从它们身边逃离。无论男女,所有人甚至通过伊壁鸠鲁向皮托克勒斯祈求并恳请,务必不要去追求所谓的自由人教养;他们赞赏并热烈拥护某个名叫阿佩莱斯的人,写信称赞他从一开始就远离各门学科,从而保持了自身的纯洁。至于历史,姑且不提他们其他的无知,我只引用迈特罗多洛在《论诗篇》中的一段话: “因此,即便你声称不知道赫克托耳属于交战的哪一方,也不知道荷马史诗的起首诗句,抑或中篇的诗句,你也不必畏惧。” 肉体的快乐如同季风一般在全盛期过后便会枯萎并终结,这一点伊壁鸠鲁自然不会没有察觉。至少他曾苦思冥想,当智者年老、不再能够亲近美貌者时,是否仍能在其触碰与抚弄中感到欢愉——当然,他的想法并非像索福克勒斯那样,后者庆幸地逃避了这种快乐,视其为残暴狂乱的主人。然而,那些沉溺享乐之徒既看到衰老使诸多快乐凋零,且依欧里庇得斯所言: “阿佛洛狄忒厌恶老人,”他们本应将这些快乐尽量聚集起来,如同为抵御围困而储备不腐不坏的粮草;然后借由研读历史与诗作,或钻研音乐与几何问题,去度过生命中的爱之庆典与美好的余欢。因为,若他们哪怕学会了像亚里士多德、赫拉克利德和迪凯阿库斯那样撰文评论荷马与欧里庇得斯,脑海中就绝不会浮现放荡之徒那些盲目而无牙的抚摸与扑跃。然而我认为,他们由于未曾考虑这等补给,而他们的其他学说又如他们自己所描述的美德那样枯燥无味,同时却一心求欢,在肉体不从之际,便承认自己做着可耻而失宜的事:他们唤起往日快乐的记忆,因缺乏新鲜之物而把旧日快乐当作咸肉般享用,并如同在冰冷的余烬中那般,在肉体上违背自然地搅动并重新引燃其他已经死绝的快乐,因为他们的灵魂中根本没有预备任何固有的甜美或值得喜悦之物。

语法注3 条
  1. 12ὅπως οὐ ζηλώσῃ

    由表示恳求的动词(δέονται, ἀντιβολοῦσιν)所引导的带虚拟式的从句。此处未用常规否定词 μή 而用 οὐ,是因为 οὐ 与动词 ζηλώσῃ 结合形成某种婉转修辞(litotes),含有积极避开或轻蔑的态度,或是为了强化对否定结果的强调。

  2. 12ἀλλʼ ἔδει γε τοὺς ἀπολαυστικούς

    非人称动词 ἔδει 支配宾格主语 τοὺς ἀπολαυστικούς 和不定式 συνάγειν 的结构,表示未实现的过去义务或反事实的责难(“本应聚集……却未聚集”)。后面的不定式 εἶτʼ ἄγειν 同样受 ἔδει 支配。

  3. 12οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι

    由 ἄν 与直陈式不定过去时(ἐπῆλθεν)构成的反事实条件句的结论部分,其条件由随后的分词 μεμαθηκόσιν(“如果他们学过的话”)充当。ἐπῆλθεν 的语法主语是不定式短语 εἰς νοῦν βαλέσθαι 及其宾语,αὐτοῖς 则为与格间接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:12