- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批评斯多亚派关于智者对自身得道毫无察觉的主张荒谬不经,并指出其将所有进德者与愚者等同视之的学说与他们自身的实际行为存在明显冲突。
ΔΙΑΔΟΥΜ. τοῦτο δʼ οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλʼ ὅτι, τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγιγνομένης, πολλάκις οὐδʼ αἰσθάνεσθαι τὸν κτησάμενον οἴονται, διαλεληθέναι δʼ αὑτόν, ὅτι1 μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν. οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γιγνώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν· ἀλλὰ καὶ ὅλως ὡς εἰπεῖν τάγαθὸν ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδʼ αἴσθησιν αὑτοῦ ποιεῖ παραγενόμενον. φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατʼ αὐτούς ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τάγαθόν· ὡς δʼ οἴεται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας. ἔτι τοίνυν ἄτοπον μέν ἐστι τὴν τῶν ἀτρέμα λευκῶν καὶ μέσως αἰσθανομένην ὄψιν ἐκφεύγειν τὰ ἐπʼ ἄκρον λευκὰ καὶ τὴν τὰ μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν ἀτοπώτερον δέ, εἴ τις τὸ κοινῶς κατὰ φύσιν, οἷόν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων, τὴν ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται. πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν, φρονήσεως δὲ μὴ καταλαμβάνειν καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν;2 ἐπεὶ δʼ ἐκ τῆς ἄκρας προκοπῆς μεταβάλλουσιν εἰς εὐδαιμονίαν καὶ ἀρετήν, δυεῖν ἀνάγκη θάτερον, ἢ τὴν προκοπὴν κακίαν μὴ εἶναι μηδὲ κακοδαιμονίαν, ἢ τὴν ἀρετὴν τῆς κακίας μὴ πολλῷ παραλλάττειν μηδὲ τῆς κακοδαιμονίας τὴν εὐδαιμονίαν, ἀλλὰ μικρὰν καὶ ἀνεπαίσθητον εἶναι τὴν πρὸς τὰ κακὰ τῶν ἀγαθῶν διαφορὰν οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντʼ ἐκείνων ταῦτ̓ ἔχοντες.
迪亚杜梅诺斯:然而,关于他们,你最会感到惊异的并非这一点,而是当德性与幸福来临时,他们认为获得它们的人往往甚至未曾察觉,反而未曾意识到自己——即不久前还是最悲惨、最愚蠢的人,如今却已同时变得明智且福乐。因为,一个人拥有明智,却唯独不明白自己在运用明智,也不知晓自己已经脱离了无知,这不仅是荒唐可笑的;而且,如果善在来临时甚至无法产生对自身的感知,他们可以说便完全使善变得无力而昏暗了。因为根据他们的观点,善在本质上并非不可感知;相反,克律西波斯在《论终极目的》中明确指出善是可感知的,而且据他看来,他还对此作出了证明。那么结论只能是:每当善临在却未被认识且避开拥有者的注意时,它是由于微弱和小巧才逃过了感知。此外,如果感知微白和中度之白的视觉会遗漏极度的洁白,感知温和且微温之物的触觉会对极度的炎热麻木不仁,这固然是荒谬的;但如果某人能够把握通常顺应自然之物(例如健康与良好的身体状态),却未察觉临在身旁的德性——而他们将德性定立为最顺应自然、处于极度顺应自然的事物——这就更加荒谬了。因为,能够把握健康与疾病的区别,却不能把握明智与愚蠢的区别,把已经离去的后者误认为临在,而拥有了前者却不知其已临在,这怎能不违背共同概念呢?而且,既然他们是从极度的进德状态转入幸福与德性之中的,那么二者必居其一:要么进德并非恶行也非不幸,要么德性与恶行并无太大差距,幸福与不幸也无太大差距,善与恶之间的区别是微小且不可感知的;因为如果不是这样,他们在拥有了前者来替代后者时,绝不会未曾意识到自己。
ΔΙΑΔΟΥΜ. ὅταν μὲν οὖν μηδενὸς ἐκστῆναι τῶν μαχομένων ἀλλὰ πάνθʼ ὁμολογεῖν καὶ τιθέναι θέλωσι, τὸ τοὺς προκόπτοντας ἀνοήτους καὶ κακοὺς εἶναι, τὸ φρονίμους καὶ ἀγαθοὺς γενομένους διαλανθάνειν ἑαυτούς, τὸ μεγάλην διαφορὰν τῆς φρονήσεως πρὸς τὴν ἀφροσύνην ὑπάρχειν· ἦ πού σοι δοκοῦσι θαυμασίως ἐν τοῖς δόγμασι τὴν ὁμολογίαν βεβαιοῦν; ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες εἶτα πάλιν τοὺς μὲν αὐτῶν ἐκτρέπωνται καὶ βδελύττωνται, τοὺς δʼ ἀπαντῶντες μηδὲ προσαγορεύωσι· τοῖς δὲ χρήματα πιστεύωσιν, ἀρχὰς ἐγχειρίζωσιν, ἐκδιδῶσι θυγατέρας. ταῦτα γὰρ εἰ μὲν παίζοντες λέγουσι, καθείσθωσαν τὰς ὀφρῦς·3 εἰ δʼ ἀπὸ σπουδῆς καὶ φιλοσοφοῦντες, παρὰ τὰς κοινάς ἐστιν ἐννοίας ψέγειν μὲν ὁμοίως καὶ κακίζειν πάντας ἀνθρώπους, χρῆσθαι δὲ τοῖς μὲν ὡς μετρίοις τοῖς δʼ ὡς κακίστοις· καὶ Χρύσιππον μὲν ὑπερεκπεπλῆχθαι καταγελᾶν δʼ Ἀλεξίνου, μηδὲν δὲ μᾶλλον οἴεσθαι μηδʼ ἧττον ἀλλήλων ἀφραίνειν τοὺς ἄνδρας. "ναί" φασίν, "ἀλλʼ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας οὐδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδʼ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρι οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν." ὅτι μὲν οὖν οὔτε τυφλοῖς ἐοίκασιν οἱ προκόπτοντες ἀλλʼ ἧττον ὀξυδορκοῦσιν, οὔτε πνιγομένοις ἀλλὰ νηχομένοις, καὶ ταῦτα πλησίον λιμένος, αὐτοὶ διὰ τῶν πραγμάτων μαρτυροῦσιν. οὐ γὰρ ἂν ἐχρῶντο συμβούλοις καὶ στρατηγοῖς καὶ νομοθέταις ὥσπερ τυφλοῖς χειραγωγοῖς, οὐδʼ ἂν ἐζήλουν ἔργα καὶ πράξεις καὶ λόγους καὶ βίους ἐνίων, εἰ πάντας ὡσαύτως πνιγομένους ὑπὸ τῆς ἀφροσύνης καὶ μοχθηρίας ἑώρων. ἀφεὶς δὲ τοῦτο θαύμασον ἐκείνῃ τοὺς ἄνδρας, εἰ μηδὲ τοῖς ἑαυτῶν διδάσκονται παραδείγμασι προέσθαι τοὺς διαλεληθότας ἐκείνους σοφοὺς καὶ μὴ συνιέντας μηδʼ αἰσθανομένους, ὅτι πνιγόμενοι πέπαυνται4 καὶ φῶς ὁρῶσι καὶ τῆς κακίας ἐπάνω γεγονότες ἀναπεπνεύκασι.
迪亚杜梅诺斯:因此,当他们既不愿放弃任何相互冲突的主张,又想要承认并确立这一切时——即进德者是无知而邪恶的,变得明智而善良的人对自己未曾察觉,明智与愚蠢之间存在着巨大的差异——难道你真觉得他们在教条中令人惊叹地确立了一致性吗?在实际事务中更是如此,当他们宣告所有非智者都同样是邪恶、不公、不义、不可信赖和愚蠢之时,转过头来却对他们之中的一些人避之唯恐不及并深恶痛绝,对另一些人相遇时甚至不行问候之礼,而对另外一些人却托付钱财、委以官职、纳为东床。因为,他们若是开玩笑说出这些话,不妨松开紧锁的双眉;但若是严肃地作为哲学家而谈,那么既同样谴责并贬损所有人,却又待一部分人如中正之士,待另一部分人如极恶之徒;对克律西波斯崇敬备至,对阿莱克西努斯极尽嘲弄,却认为这些人在愚蠢上毫无高下之分,这乃是违背共同概念的。 “是的,”他们说,“但正如在海中距离水面仅有一肘之人,其溺水之甚并不亚于沉入五百寻深渊之人,同样,接近德性的人与远离德性的人相比,陷入恶行的程度也毫无二致;正如盲人哪怕片刻之后就将重见光明也依然是盲人,进德者在掌握德性之前,也依然保持着无知与恶劣。” 那么,进德者既不像盲人,而是像视力欠佳之人;也不像溺水之人,而是像游泳之人,且是在港湾附近游泳之人——这一点他们自己在实际事务中已作出了证明。因为如果他们看到所有人同样都在愚蠢与恶行中溺亡,他们就不会任用谋士、将领与立法者宛如任用盲人引路,也不会去效仿某些人的作为、行动、言论和生平。不过姑且不论这一点,令你对这些人感到惊异的当属那一方面:他们甚至无法通过自身的例证得到教训,去摒弃那些对自己毫无察觉、既不理解也未感知到自己已停止溺水、得见光明并在超脱恶行之后得以喘息的智者。
- 9διαλεληθέναι δʼ αὑτόν, ὅτι
动词 διαλανθάνω 与反身代词宾格 αὑτόν 连用,构成表示缺乏自我意识的惯用结构,意为“未曾察觉自己处于某种状态”。其后的 ὅτι 从句表达主体未曾意识到的具体内容。
- 9τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν
此句承接前文的 φρονήσεως 与 ἀφροσύνης 形成严整对仗。τὴν μέν 指代愚蠢(ἀφροσύνη),表语分词 ἀπηλλαγμένην 修饰它(“以为后者虽已离去却仍临在”);τὴν δέ 则是分词 κεκτημένον 的宾语(指代明智 φρόνησις),κεκτημένον 作宾格,与不定词 ἀγνοεῖν 的逻辑主语保持一致(“拥有了前者的人却不知其已临在”)。
- 10καθείσθωσαν τὰς ὀφρῦς
惯用成语,字面意为“让他们垂下双眉”。古希腊语中扬起眉毛(ὀφρῦς αἴρειν)是哲学家矜持严肃、高傲矜夸的标志,而垂下眉毛则意指“放下严肃傲慢的架子”。
- 10ὅτι πνιγόμενοι πέπαυνται
动词 παύομαι(停止、终止)习惯性接续补充性分词;在此处 πνιγόμενοι πέπαυνται 构成“他们已经停止溺水(不再溺水)”之意。
