← 普鲁塔克

论反驳斯多葛派的共同观念

§7-8

智者对善的冷漠与德性功效的矛盾

迪亚杜梅诺斯指出,斯多亚学派的智者对把握与稳固等最大的善漠不关心,却对无差别之事汲汲营营;从恶转至至福却毫无喜悦;一方面主张片刻的德性在幸福上等同于永恒的德性,另一方面又断言短促的德性毫无用处,这些教说自相矛盾且违背共同概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ΔΙΑΔΟΥΜ. ἔτι δὲ μᾶλλον, οἶμαι, φανεῖταί σοι παρὰ τὴν κοινὴν ἔννοιαν, εἰ τῶν μεγίστων ἀγαθῶν ὁ φρόνιμος μήτʼ ἀπόντων μήτʼ εἰ πάρεστιν αὐτῷ φροντίζοι, ἀλλʼ οἷός ἐστιν ἐν τοῖς ἀδιαφόροις καὶ τῇ περὶ ταῦτα πραγματείᾳ καὶ οἰκονομίᾳ, τοιοῦτος ἂν κἀν τούτοις εἴη.1 πάντες γὰρ δήπουθεν "εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός," οὗ μὲν καὶ παρόντος ὄνησίς ἐστι καὶ μὴ παρόντος ὥσπερ ἔνδεια καὶ ὄρεξις, αἱρετὸν καὶ ἀγαθὸν καὶ ὠφέλιμον νοοῦμεν· ἐφʼ ᾧ δʼ οὐδὲν ἄν τις πραγματεύσαιτο μὴ παιδιᾶς ἕνεκεν μηδὲ ῥᾳστώνης, τοῦτʼ ἀδιάφορον. ἄλλῳ γὰρ οὐδενὶ τοῦ φιλοπόνου τὸν κενόσπουδον ἀφορίζομεν ἐν τοῖς ἔργοις ὄντα πολλάκις, ἢ τῷ τὸν μὲν εἰς ἀνωφελῆ πονεῖν καὶ ἀδιαφόρως, τὸν δʼ ἕνεκά του τῶν συμφερόντων καὶ λυσιτελῶν.2 ἀλλʼ οὗτοί γε τοὐναντίον· ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται τῶν τʼ ἄλλων οὐ πεφροντικὼς οὐδʼ ἔλαττον ἔχειν οὐδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον. ἆρʼ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου κάμνοντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός· ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθοὺς χρημάτων δʼ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην ὥς φησι Χρύσιππος, τῶν δʼ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει; πῶς οὖν οὐχ ὁμολογοῦσι παρὰ τὰς ἐννοίας φιλοσοφεῖν, ἐπὶ τοῖς ἀδιαφόροις τοσαῦτα πραγματευόμενοι καὶ σπουδάζοντες, ἀγαθῶν δὲ μεγάλων καὶ παρόντων καὶ μὴ παρόντων ἀδιαφόρως ἔχοντες;

迪亚杜梅诺斯:我想,如果明智之人对最大的善既在它们阙如时不在意,在它们临在于自身时也不挂念,反而以对待无差别事物及其经营筹划时的同样态度来对待这些善,那么在你看来,这便越发违背共同概念了。因为我们所有人,想必“凡是享用广袤大地果实之人”,都把这样一种事物理解为值得选择的、善的和有益的——即当它临在时便带来益处,当它阙如时便引起如同匮乏和渴望般的感觉;而对于若非为了游戏或消遣便绝不会为之劳碌的事物,我们则视为无差别的。因为我们常常在实际行为中区分徒劳忙碌者与勤勉者,所依凭的别无其他,唯在乎前者是为了无用之事而毫无分别地劳作,而后者是为了某种切身有利且有益的事物而劳作。但这些人却恰恰相反。在他们看来,智慧而明智的人虽拥有许多把握以及对把握的记忆,却认为其中切身相关的寥寥无几;他既不挂虑其余的把握,也不认为自己因记得去年曾获得关于狄翁打喷嚏或塞翁玩球的把握而有所增损。然而,在智者心中,凡具有确凿性和坚固性的把握和记忆,立刻便是知识,乃是伟大乃至最大的善。那么,当健康衰退、感觉器官受损、财产丧失之时,这位智者是否也同样漠不关心,认为这些与自己毫无干系?抑或是在患病时他向医者支付酬劳,为了金钱像克律西波斯所言那样扬帆前往博斯普鲁斯的统治者琉孔之处,并远行至斯基泰人伊丹梯尔索斯那里,甚至在丧失某些感官时便连活着都无法忍受?那么,当他们对无差别之事投入如此多的经营与严肃关切,却对伟大之善——无论其临在与否——持无差别的态度时,他们怎能不承认自己的哲学思考违背了概念呢?

§8

ΔΙΑΔΟΥΜ. ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν ἐν τοῖς μεγίστοις ἀγαθοῖς; γενόμενον τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός. ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν οὐδʼ ἐπῆρεν αὐτὸν οὐδʼ ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, εἰς δʼ ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπʼ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου3 πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γʼ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν. οὐ μόνον οὖν ταῦτα λέγουσιν οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι "ἀγαθὸν ὁ χρόνος οὐκ αὔξει προσγιγνόμενος, ἀλλά, κἂν ἀκαρές τις ὥρας γένηται φρόνιμος, οὐδενὶ πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος." ταῦτα δʼ οὕτω νεανικῶς ἀπισχυρισάμενοι πάλιν "οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δʼ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ" ταῦτʼ οὖν οὐ μόνον παρὰ τὰς κοινὰς ἐννοίας ἐστὶ φιλοσοφούντων ἀλλὰ καὶ τὰς ἰδίας κυκώντων, εἰ τὸ βραχὺν χρόνον κτήσασθαι τὴν ἀρετὴν οὐθὲν ἀπολείπεσθαι τῆς ἄκρας εὐδαιμονίας ἅμα καὶ μηδενὸς ὅλως ἄξιον νομίζουσι.

迪亚杜梅诺斯:此外,作为一个人,从极大的恶转入极大的善中却并不感到欣喜,这也是违背共同概念的;而这正是他们的智者所经历的遭遇。因为他从极度的邪恶转变为极度的德性,在摆脱了最悲惨生活的同时获得了最福乐的生活,然而他却没有表现出任何显而易见的喜悦之情,如此巨大的转变既没有使他振奋,也没有打动他,尽管他已经摆脱了不幸与一切恶行,并达到了善事物某种安全而坚固的圆满。此外,违背概念的是:判断中的不可动摇与稳固虽是最大的善,那位向着顶峰迈进的进德者渴望得到它,然而一旦临在却丝毫不放在心上,甚至常常不愿为了这种被他们视为圆满而伟大的善的安全与稳固而伸出一根手指。因此,这些人不仅主张这些,而且还在此之上断言: “增加的时间并不能使善增加;相反,即便某人只成为明智之人片刻之间,在幸福上也绝不会逊色于那位永恒运用德性并在其中幸福度日之人。” 然而,在如此血气方刚地坚决断言之后,他们却又反过来声称: “短促的德性毫无益处;因为,若是明智临到即将立刻遭遇海难或坠落悬崖之人身上,又有何用?或者当利卡斯被赫拉克勒斯如投石般掷出之时,若他从恶行转变为德性,又有何用?” 那么,如果他们既认为短时间获得德性与极度的幸福毫无二致,同时又认为它完全一文不值,这便不仅是在违背共同概念进行哲学思考,更是在把他们自己的〔概念〕搅成一团混乱了。

语法注3 条
  1. 7εἰ τῶν μεγίστων ἀγαθῶν ὁ φρόνιμος μήτʼ ἀπόντων μήτʼ εἰ πάρεστιν αὐτῷ φροντίζοι, ἀλλʼ οἷός ἐστιν ἐν τοῖς ἀδιαφόροις ... τοιοῦτος ἂν κἀν τούτοις εἴη

    主句使用将来时直陈式动词(φανεῖται),而条件从句使用 εἰ 搭配祈愿气(φροντίζοι),其下属的对照从句则带有 ἄν 搭配祈愿气(εἴη)。这是嵌入在条件从句中的潜在结构,突显了假设中智者对待善事物与对待无差别事物的态度完全一致这一情形的荒谬性。

  2. 7ἄλλῳ γὰρ οὐδενὶ τοῦ φιλοπόνου τὸν κενόσπουδον ἀφορίζομεν ἐν τοῖς ἔργοις ὄντα πολλάκις, ἢ τῷ τὸν μὲν εἰς ἀνωφελῆ πονεῖν καὶ ἀδιαφόρως, τὸν δʼ ἕνεκά του τῶν συμφερόντων καὶ λυσιτελῶν

    这是一个比较限定结构:ἄλλῳ οὐδενὶ ... ἢ τῷ 加冠词不定式,意为“除了……(手段或依据与格)之外别无其他凭据”。分词短语 ἐν τοῖς ἔργοις ὄντα 修饰宾格宾语 τὸν κενόσπουδον,指两者虽然同样身处实际行动与劳作之中,性质却截然不同。

  3. 8ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπʼ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου

    由 παρὰ τὴν ἔννοιάν ἐστι 所统辖的若干“对格加不定式”从句,通过 μέν ... δέ 形成对照。前半句中,名词化的中性形式 τὸ ἀμετάπτωτον ... καὶ βέβαιον 作 εἶναι 的主语;后半句中,进展者(τὸν ἐπʼ ἄκρον προκόπτοντα)作为对格主语,统领 δεῖσθαι 与 μηδὲ φροντίζειν 两个不定式。属格分词 παραγενομένου 构成属格独立结构(或省略了先行词的属格),意为“当它临在时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:7-8