- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批判了斯多亚派的悖论,即福乐的智者应当自杀,而悲惨的愚人却应留存于世。他援引神话与譬喻,斥责斯多亚派为了健康等无差别之物而抛弃德性与幸福的荒谬生死观。
ΔΙΑΔΟΥΜ. ἔτι Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν·1 ἔτι δὲ μᾶλλον, ᾧ μηδὲν ἀγαθὸν ἔστι μηδʼ ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν ἀδιαφόρων αὐτῷ προσγένηται. ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν "γέμων κακῶν δὴ κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ·" ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν. "εἰκότως δέ" φησὶ Χρύσιππος "οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν." οὕτως ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις; οὐ δεῖ σκοπεῖν "ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται" τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδʼ ὥσπερ ἐπὶ ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν ἐπιζήμια μᾶλλον ἢ ὠφέλιμα ἀλλʼ ἐκ τῶν μήτʼ ὠφελούντων μήτε βλαπτόντων τοὺς εἰ βιωτέον ἢ μὴ ποιεῖσθαι λογισμούς; οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι;2 καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν μηδενὶ κακῷ γενομένους· παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τἀγαθὸν ἀφίησιν· ὅπερ οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθʼ ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν. "ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς," ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι. καίτοι τὰ μὲν χάλκεα τῶν ὅπλων οὐχ ἧττον ἢ τὰ χρυσᾶ παρεῖχε χρείαν μαχομένοις, εὐπρέπεια δὲ σώματος καὶ ὑγίεια τοῖς Στωικοῖς οὔτε χρείαν οὔτʼ ὄνησίν τινα φέρει πρὸς εὐδαιμονίαν· ἀλλʼ ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν. καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δʼ ὄνους φρονίμους ἐξ ἀφρόνων ἀνθρώπων, οὐκ τὸν τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν; καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν "ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον." ἀλλʼ ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δʼ ὄνου περιφέρειν πρόσωπον ἀδιάφορον. ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ ἄρχουσιν. ἆῤ οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ ὠφέλιμον καὶ συμφέρον καλοῦσι, πράττουσι δὲ ταῦτα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν, ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων;3 καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος· οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας.
迪亚杜梅诺斯:此外,对于一个拥有全部善物、在幸福与福乐方面毫无欠缺的人而言,这样的人理应自我了断生命;而更为甚者,对于一个毫无善物也绝不会拥有善物,却始终承受并将永远承受一切可怕、艰难与邪恶事物的人而言,这样的人却不应放弃生命,除非凭宙斯起誓,有某种无差别之物加于其身——这乃是违背共同概念的。然而,这些主张却在斯多亚学派中被定立为准则,他们让许多智者结束生命,理由是让他们在幸福中停止生活会更好;却让许多卑劣者继续活着,理由是让他们在悲惨中活着乃是本分。尽管智者是富足、福乐、完满幸福、安稳且远离危险的,而卑劣无知之徒却可以说是“恶贯满盈,已无容纳之处”;但他们却认为留存生命对后者是适宜的,自我了断对前者是适宜的。 “这也是合情合理的,”克律西波斯说,“因为衡量生命的尺度不应是善与恶,而应是顺应自然与违背自然的事物。” 这些人就是这样维系习俗并按照共同概念从事哲学的!你说的是什么话? 难道考虑生死之人不该考量“厅堂之内究有何等善恶造就”,也不该如置于天平之上那般审视导向幸福与不幸的事物究竟是有害还是有益,反而要根据那些既无益又无害的事物来计算是否应当活着吗?按照这样的假设与原则,难道人们不必然会顺理成章地选择那种不缺任何当避之物的生命,却逃避那种拥有一切当择之物的生命吗?然而,朋友啊,并未身处任何恶之中却逃避生命固然是不合常理的;但如果某人因为未能获得无差别之物便舍弃善物,那就更加不合常理了——而这正是这些人所做的,他们为了换取自己未能获得的健康与肢体健全,竟抛弃了临在身旁的幸福与德性。 “此时克洛诺斯之子宙斯又夺去了格劳科斯的理智”,因为他竟然要用黄金铠甲换取青铜铠甲,用价值百牛之物换取价值九牛之物。然而,青铜兵器对于作战者提供的实用价值绝不亚于黄金兵器,但身体的美观与健康对斯多亚派而言对于幸福却带不来任何用处或益处;尽管如此,他们却用明智去换取健康。他们甚至说,赫拉克利特和斐瑞居德斯如果真能做到,为了止住虱病和水肿,放弃德性与明智也是合乎本分的;如果喀耳刻倾倒出两剂魔药,一种将智者变为愚人,另一种将愚蠢的人类变为聪明的驴子,奥德修斯难道不该饮下那剂导致愚蠢的药,而非将自己的形貌转变为野兽的形态,同时保留明智以及明智所必然带来的幸福吗?而且他们宣称,明智自身正是如此向他指示并劝勉的: “抛弃我吧,在我毁灭并堕落为一头驴的面貌时鄙弃我吧。” 然而,有人会说,如果保持明智与幸福乃是善,而顶着一张驴脸则是无差别之物,那么发出这种吩咐的明智必定是属于驴子的明智。据说有一个埃塞俄比亚部族,那里由一条狗称王并被称为国王,享有国王的特权与尊荣,而人们则履行属于城邦领袖与统治者的事务。那么,在斯多亚派那里难道不也是同样的情形吗?善的名称与外表属于德性,他们只称德性是当择的、有益的和有利的,但他们行事、哲学思考、活着与死去,却完全仿佛是听凭无差别之物的号令!然而,埃塞俄比亚人中并无人杀害那条狗,反而让它尊贵地高坐并受人朝拜;可这些人却执着于健康与无痛,从而摧毁并败坏了他们自己的德性。
- 11ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν
句首的宾格 ἄνθρωπον 带出关系从句 ᾧ ... 作为话题先置,随后在 καθήκειν 引导的无人称不定式结构中被与格代词 τούτῳ 呼应承接(破格句 / 复指与格)。这种结构在长句中起到了强调话题的作用。
- 11οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι;
平行的对照结构。在后半句 καὶ φεύγειν 之后,承前省略了宾语及其关系词 [τὸν βίον, ᾧ],需补足理解为“逃避那拥有一切当择之物的[生命]”。否定疑问词 οὐ μέλλει ... 表强烈的反问推论(“难道不必然会……”)。
- 11ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων
介词短语 ἀπὸ προστάγματος 意为“依从……的命令”。属格 τῶν ἀδιαφόρων 在此作主格性属格(subjective genitive,即“无差别事物所下达的命令”),与上文埃塞俄比亚“狗王下达命令”形成直接对应与讽刺。
