← 普鲁塔克

论反驳斯多葛派的共同观念

§3-6

斯多亚派关于自然与善的学说违背共同概念

兰普里亚斯和迪亚杜梅诺斯搁置了那些老生常谈的斯多亚悖论,转向考察实质性议题,指出斯多亚派关于自然、无差别之物和善的学说违背了共同概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

ΛΑΜΠΡ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος· νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης, ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφʼ ὧν μάλιστα τὴν αἵρεσιν, ὥσπερ ἐπὶ τῶν ἀνα δοκοῦσι, καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν. ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας καὶ δικαστὰς μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν; ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;

兰普里亚斯:迪亚杜梅诺斯,我今天觉得自己变成了一个捉摸不定且反复无常的人。因为刚才我还满怀困惑、低声下气地前来进行申辩,而现在我却转向了控告,并希望享受反击的乐趣,因为我看到这些人被证明犯有完全相同的过失——即他们的哲学思考违背了共同概念与先入之见,而他们似乎正是从这些概念建立起自己的学派,并宣称只有自己的学派与自然一致。 迪亚杜梅诺斯:那么,我们是否应该首先讨论那些广为人知、人尽皆知的事呢?就连他们自己也坦然接受其离奇之处而称之为“悖论”——即他们才是唯一的国王、唯一的富人、唯一的美者与公民,并且只有他们是法官?还是说,你希望我们把这些留在陈腐乏味之物的市集上,而在尽可能切实且极其严肃讨论的事项中进行我们论证的考察? 兰普里亚斯:对我而言,这样自然更惬意;因为针对那些悖论的反驳,如今有谁不已经感到厌烦呢?

§4

ΔΙΑΔΟΥΜ. ἤδη τοίνυν αὐτὸ τοῦτο σκόπει πρῶτον, εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας,1 καὶ μήτʼ ὑγίειαν μήτʼ εὐεξίαν μήτε κάλλος μήτʼ ἰσχὺν ἡγουμένους αἱρετὰ μήδʼ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δʼ οἰκειοῦν ἡμᾶς τὴν φύσιν· εὖ μάλα καὶ τούτου παρὰ τὴν κοινὴν ἔννοιαν ὄντος, οἰκειοῦν πρὸς τὰ μὴ συμφέροντα μηδʼ ἀγαθὰ τὴν φύσιν καὶ ἀλλοτριοῦν πρὸς τὰ μὴ κακὰ μηδὲ βλάπτοντα· καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας, εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

迪亚杜梅诺斯:那么你现在立刻考察这第一点:那些把合乎自然的事物视为无差别之事的人与自然一致,这是否合乎共同概念?他们认为健康、身体健壮、美丽和力量既不是值得选择的,也不是有益的、有利的,更不是对合乎自然的完美性的补充;而它们的对立面——残缺、痛苦、丑陋和疾病——也不是应回避的与有害的。然而他们自己却说,自然使我们疏离其中的某些事物,而亲近另一些事物。而这一点也极其违背共同概念:自然竟然使我们亲近既无益又非善的事物,使我们疏离既非恶也无害的事物;更甚者,这种亲近与疏离竟然达到了如此程度,以至于当人们得不到前者而陷入后者时,便可以有理有据地离开生命,舍弃尘世的生活。

§5

ΔΙΑΔΟΥΜ. νομίζω δʼ ἐγὼ κἀκεῖνο παρὰ τὴν ἔννοιαν λέγεσθαι, τὸ τὴν μὲν φύσιν αὐτὴν ἀδιάφορον εἶναι τὸ δὲ τῇ φύσει ὁμολογεῖν ἀγαθὸν μέγιστον. οὐδὲ τῷ κατακολουθεῖν ἀστεῖον οὐδὲ τῷ πείθεσθαι σπουδαῖον, εἰ σπουδαῖος εἴη καὶ ἀστεῖος ὁ νόμος καὶ ὁ λόγος καὶ τοῦτο μὲν ἔλαττον εἰ δέ, ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατʼ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδʼ εἰς τοῦτο συνεργούντων2 οὐ μόνον οὔκ ἐστιν ἀδιάφορος ἡ φύσις, ἀλλʼ ἀνόητος καὶ ἀπόπληκτος, οἰκειοῦσα ἡμᾶς πρὸς τὰ μηδὲν πρὸς ἡμᾶς· ἀνόητοι δὲ καὶ ἡμεῖς εὐδαιμονίαν ἡγούμενοι τὸ τῇ φύσει ὁμολογεῖν ἀγούσῃ πρὸς τὰ μηδὲν συνεργοῦντα πρὸς εὐδαιμονίαν. καίτοι τί μᾶλλόν ἐστι κατὰ τὴν κοινὴν ἔννοιαν ἢ καθάπερ τὰ αἱρετὰ πρὸς τὸ ὠφελίμως, οὕτω τὰ κατὰ φύσιν πρὸς τὸ ζῆν κατὰ φύσιν; οἱ δʼ οὐχ οὕτω λέγουσιν, ἀλλὰ τὸ ζῆν κατὰ φύσιν τέλος εἶναι τιθέμενοι τὰ κατὰ φύσιν ἀδιάφορα εἶναι νομίζουσιν.

迪亚杜梅诺斯:而且我认为,这种说法同样违背概念:自然本身是无差别的,但与自然一致却是最大的善。追随并不优雅,顺从也并不庄重,除非法则与理性本身是庄重而优雅的。这还是较小的问题;但如果正如克律西波斯在《劝勉篇》第一卷中所写的那样,唯有依德性生活才是幸福生活,而他说其他事物对我们毫无意义,对这一目标也毫无助力,那么自然就不仅不是无差别的,反而是愚蠢而疯狂的,因为它使我们亲近对我们毫无意义的事物;而我们若认为与那引向对幸福毫无助益之事物的自然一致就是幸福,我们同样也是愚蠢的。然而,正如值得选择的事物关乎有益的生活,合乎自然的事物关乎依自然而生活,难道还有什么比这更符合共同概念吗?但他们却不这么说,反而把依自然而生活确立为最终目的,却把合乎自然的事物视为无差别的事物。

§6

ΔΙΑΔΟΥΜ. οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι, τῶν δʼ ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ μεγέθει διαφερόντων ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν·3 ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ διʼ ἐκεῖνα μὲν ὡς λαμπρὰ καὶ μεγάλα κἂν ἀποθάνοιεν ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη καὶ γέλως, λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ Θεῶν "ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπʼ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως." ἆρʼ οὖν παρὰ τὴν κοινὴν φιλοσοφοῦσιν ἔννοιαν, ἃς αἰσχύνονται πράξεις ἐπαινεῖν, μηδὲν τούτων κάλλιον ὁμολογοῦντες; ποῦ γὰρ αἱρετὸν ἢ πῶς ἀποδεκτόν, ὃ μήτʼ ἐπαινεῖν μήτε θαυμάζειν ἄξιόν ἐστιν, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας ἢ θαυμάζοντας ἀτόπους καὶ ψυχροὺς νομίζουσιν;

迪亚杜梅诺斯:与此同样违背共同概念的是:一个有理智且明智的人,对于同等的善事物却不抱有同等的态度,而是把其中一些看得微不足道,为了另一些却甘愿忍受并经历任何事情,尽管它们在微小或伟大上彼此并无差别。他们自己大概也说,节制地甩开垂死的老妇与〔那件事〕是一样的;因为两者在行为的正确性上是同等的。然而为了前者,由于其显赫与伟大,他们甚至愿意赴死;而若因后者感到自豪,则是耻辱与笑柄。克律西波斯在《论宙斯》这部著述以及《论诸神》第三卷中也说道: “在源自德性的事情中,赞扬诸如英勇地忍受苍蝇叮咬、节制地避开垂死老妇之类的事,是乏味、荒谬且不当的。” 那么,他们承认没有任何事物比这些他们耻于赞扬的行为更高尚,这难道不是违背共同概念在进行哲学思考吗?因为一件既不值得称赞也不值得赞美,甚至连赞扬或钦佩它的人反倒被他们视为荒谬和乏味——这样的事物,究竟何处值得选择,又如何能被接受呢?

语法注3 条
  1. 4εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας

    在 εἰ 引导的从句中,ὁμολογεῖν 用作主语不定式,τοὺς ... νομίζοντας 为其宾格逻辑主语,构成“把合乎自然的事物视为无差别之事的人与自然一致,这是否合乎共同概念”的句法结构。

  2. 5τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδʼ εἰς τοῦτο συνεργούντων

    属格独立结构。τῶν ἄλλων 指德性以外的事物,οὐδὲν ὄντων πρὸς ἡμᾶς 为习语,意为“对我们毫无意义(无关紧要)”,为随后的主句结论提供了前提。

  3. 6ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν

    τῷ 之后存在文本阙文(脱落了表示重大德行的与格成分);宾格带冠词不定式 τὸ ... ἀποτρίψασθαι 作 λέγουσιν 所引导间接引语的主语,ταὐτό(= τὸ αὐτό)作表语并与与格 τῷ ⟨...⟩ 连用,表示“与……相同”(ὁ αὐτός + 与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:3-6