← 普鲁塔克

论反驳斯多葛派的共同观念

§45-47

斯多亚学派将灵魂及其属性视为物体的荒谬性

迪亚杜梅诺斯批判斯多亚学派将美德、激情乃至行为和生理现象皆视为“身体”和“动物”的荒谬主张,并驳斥了其通过冷却生成灼热灵魂的物理学自相矛盾,以及将稳固的概念和知识安置于恒常流动的蒸发汽灵魂之中的认识论自我背离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

ΔΙΑΔΟΥΜ. ἐν δὲ τῇ ψυχῇ τί παθόντες ἤ τίνας πάλιν ἄλλας ὑποθέσεις κοσμοῦντες ἐνδημιουργοῦσι σωμάτων διαφορὰς καὶ ἰδέας ὀλίγου δέω εἰπεῖν1 ἀπείρους τὸ πλῆθος, οὐκ ἂν ἔχοι τις εἰπεῖν· ἀλλʼ ὅτι τὰς κοινὰς καὶ συνήθεις ἐξοικίζοντες ἐννοίας,2 μᾶλλον δʼ ὅλως ἀναιροῦντες καὶ διαφθείροντες, ἑτέρας ἐπεισάγουσιν ἀλλοκότους καὶ ξένας. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους ἐν μηδενὶ φάναι κεῖσθαι μηδʼ ὑπάρχειν τόπον τούτοις, ἕνα δὲ τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε. τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν,3 ἀλλὰ καὶ ζῷα λογικὰ καὶ ζῴων τοσούτων σμῆνος οὐ φίλιον οὐδʼ ἥμερον, ἀλλʼ ὄχλον ἀντιστάτην κακίαις καὶ πολέμιον νοῦν ἔχοντας, ἀποφαίνειν ἕκαστον ἡμῶν παράδεισον ἢ μάνδραν ἢ δούρειον ἵππον τί ἄν τις ἃ πλάττουσιν οὗτοι διανοηθείη καὶ προσαγορεύσειεν;ʼ ὑπερβολὴ τίς ἐστιν ὀλιγωρίας καὶ παρανομίας εἰς τὴν ἐνάργειαν καὶ τὴν συνήθειαν. οἱ δʼ οὐ μόνον τὰς ἀρετὰς καὶ τὰς κακίας ζῷα εἶναι λέγουσιν οὐδὲ τὰ πάθη μόνον ὀργὰς καὶ φθόνους καὶ λύπας καὶ ἐπιχαιρεκακίας, οὐδὲ καταλήψεις καὶ φαντασίας καὶ ἀγνοίας οὐδὲ τὰς τέχνας ζῷα, τὴν σκυτοτομικὴν τὴν χαλκοτυπικήν· ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι, τὸν περίπατον ζῷον τὴν ὄρχησιν τὴν ὑπόδεσιν τὴν προσαγόρευσιν τὴν λοιδορίαν ἕπεται δὲ τούτοις καὶ γέλωτα ζῷον εἶναι καὶ κλαυθμόν· εἰ δὲ ταῦτα, καὶ βῆχα καὶ πταρμὸν καὶ στεναγμὸν πτύσιν τε πάντως καὶ ἀπόμυξιν καὶ τὰ λοιπά· ἔνδηλα γάρ ἐστι. καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτʼ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος "οὐχ ἡ μὲν νὺξ σῶμʼ ἐστίν, ἡ δʼ ἑσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματʼ οὔκ ἐστιν· οὐδʼ ἡ μὲν ἡμέρα σῶμʼ ἐστὶν οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακὰς καὶ ὁ μὴν σῶμʼ ἐστὶ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός"

迪亚杜梅诺斯:但在灵魂之中,他们究竟是着了什么魔,或者又是为了装点何种别的假设,才在其中制造出我几乎可以说其数量无穷的身体的差别与形态,没有人能说得清楚;人们只能说,他们驱逐了普遍且习用的概念,或者不如说是彻底取消并毁坏了它们,引进了其他怪诞而奇特的观念。因为他们把美德与邪恶,此外还有所有的技艺与记忆,甚至表象、激情、冲动与同意都当作身体,却声称它们不处在任何地方,也没有处所容纳它们,仅仅在心脏中留下一处点一般大小的孔道,把灵魂的统导部分压缩在那里,由如此之多的身体所占据,以至于其庞大的数量甚至逃过了那些极善于区分和辨析彼此的人的目光,这着实是荒谬至极。而不仅将这些视为身体,甚至视作理性的动物,将我们每个人宣称为一个鹿园、一个牛栏或一匹特洛伊木马——那是如此庞大一群并非亲善亦非温驯的动物群,而是一帮怀有邪恶与敌对心智的抗衡暴民;对于这些人所捏造的事物,人们究竟该作何思考并如何称呼呢?这乃是对自明之理和惯常经验的极度蔑视与逾越。他们不仅说美德与邪恶是动物,也不仅说愤怒、嫉妒、悲痛和幸灾乐祸等激情是动物,也不仅说把握、表象与无知,或者制鞋术、锻铜术等技艺是动物;而是在这些之外,进一步把各种活动也当作身体和动物:散步是动物,舞蹈、穿鞋、问候、辱骂也是动物;由此推论,笑也是动物,哭也是动物;假若是这些,那么咳嗽、喷嚏、叹息,乃至吐痰、擦鼻涕等等也全都是动物;因为这是显而易见的。当他们被这种逐步递进的连锁论证引向这些结论时,他们可不要恼火,只要想想克律西波斯在《自然问题》第一卷中正是如此推论的:“并非夜晚是身体,而傍晚、黎明和午夜就不是身体;也并非白昼是身体,而初一(新月)也就不是身体,初十、十五、三十以及月份就不是身体,夏季、秋季与年份也就不是身体。”

§46

ΔΙΑΔΟΥΜ. ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις· ἐκεῖνα δʼ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον· ποιοῦσι δʼ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. ὁ μὲν οὖν Ξενοφάνης, διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας, "οὐκοῦν" εἶπεν "ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν" τούτοις δʼ ἕποιτʼ ἄν, εἰ περιψύξει τὰ θερμότατα γεννῶσι καὶ πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν.4

迪亚杜梅诺斯:然而,这些做法固然是违背了普遍的前概念;但接下来的做法则甚至违背了他们自己的前概念,即通过冷却产生最热之物,通过凝缩产生最微细之物。因为灵魂无疑是最热且最微细之物;但他们却通过身体的冷却与凝缩来制造灵魂,仿佛通过淬火使普纽玛发生转变,由植物性的转变为心性的。他们还说太阳也成了有灵魂的,是由湿气转变为理智之火而成的。看来现在也该认为太阳是通过冷却而生成的了。且说色诺芬尼在听某人讲到曾看见鳗鱼在热水中活着时,便说道:“那么我们就在冷水里煮它们吧。”对于这些人而言,如果他们通过冷却产生最热之物,通过凝缩产生最轻之物,那么接下来就该轮到通过热产生冷物,通过扩散产生致密之物,通过分离产生沉重之物,以此维持某种荒谬的匀称。

§47

ΔΙΑΔΟΥΜ. καὶ ἐννοίας δʼ οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται; φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῇ δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν· ἥ τε πρὸς τὸν ἀέρα τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον, ἢ πνεῦμα φερόμενον ἑν τοῖς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δʼ ἔξωθεν ἐνδελεχῶς οἷον ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον. ἀλλʼ οὕτω παρακούοντες ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δʼ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.

迪亚杜梅诺斯:而且,他们对概念本身的实体与生成,不也是违背概念而设定的吗?因为概念是某种表象,而表象是灵魂中的印记;但灵魂的本性是蒸发汽,由于其稀疏,要接受印记本就极为困难,而一旦接受之后要保持该印记则绝无可能。因为它的滋养与生成来自湿气,具有持续不断的输入与消耗;而它与呼吸之空气的混合使这种蒸发汽总是更新,被从外涌入并再度排出的管道所扰动和转变。人们倒不如想象一股奔流之水能保留形状、印迹和形态,而不是想象那在蒸汽和湿气中漂流、且不断与外部某种可以说是闲置而异己的气混合的普纽玛能做到这一点。然而,他们对自己所说的话充耳不闻,以至于在将概念界定为某种储存的思维,将记忆界定为持久且具相对关系的印记,并把科学完全凝固为具有不可动摇性和稳固性的事物之后,接着却给这些东西设立了一个滑溜、易散、恒常漂移且流动之实体的基底与居所。

语法注4 条
  1. 45ὀλίγου δέω εἰπεῖν

    意为“我几乎可以说”或“可以说是”的习用短语。此处与不定式 εἰπεῖν 连用,修饰 ἀπείρους τὸ πλῆθος(数量上无穷),起到了对夸张表达进行插入性限定和缓和的作用。

  2. 45ἀλλʼ ὅτι τὰς κοινὰς καὶ συνήθεις ἐξοικίζοντες ἐννοίας

    该分句承接前文的 οὐκ ἂν ἔχοι τις εἰπεῖν(没有人能说得清楚),省去了核心谓语。其结构为:“[没有人能说出……],但[人们只能说]他们……”(ἀλλʼ [ἔχοι ἄν τις εἰπεῖν] ὅτι...),构成强烈的转折对比。

  3. 45τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν

    带有冠词的不定式短语 τὸ ... ποιεῖν ... ἀποφαίνειν 构成了整句话的主语,其谓语为 ὑπερβολή τίς ἐστιν(乃是……的极度)。夹在中间的 τί ἄν τις ἃ πλάττουσιν οὗτοι διανοηθείη καὶ προσαγορεύσειεν; 是表达说话者愤慨的插入性修辞反问句。

  4. 46ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν

    这里利用 ἀλογία(荒谬)与 ἀναλογία(匀称、比例)构成了双关修辞(paronomasia)。在语法结构上,分词 φυλάττουσιν 是阳性与格复数,与前面的 τούτοις(对这些人而言)相一致,依附于非人称结论结构 ἕποιτʼ ἄν + 不定式(“对于保持着某种荒谬之匀称的他们而言,便应当遵循……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:45-47