← 普鲁塔克

论反驳斯多葛派的共同观念

§48-50

批判斯多亚派破坏神与元素单一性的学说

迪亚杜梅诺斯批判了斯多亚派在定义上帝、四元素以及质料与性质时的逻辑缺陷,指出其论述彻底背离了本原所应具备的单一性与纯粹性等共通概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48

ΔΙΑΔΟΥΜ. στοιχείου γε μὴν καὶ ἀρχῆς ἔννοια κοινὴ πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἐμπέφυκεν, ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον·1 οὐ γὰρ στοιχεῖον οὐδʼ ἀρχὴ τὸ μεμιγμένον ἀλλʼ ἐξ ὧν μέμικται. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες οὐ καθαρὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἀσύνθετον ἀλλʼ ἐξ ἑτέρου καὶ διʼ ἑτέρον ἀποφαίνουσιν ἡ δʼ ὕλη καθʼ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἁπλοῦν ἔχει καὶ τὸ ἀρχοειδὲς ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδʼ ἄυλος, ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης.2 εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν εἰ δʼ ἕτερα, καὶ ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.

迪亚杜梅诺斯:此外,关于元素与本原的共通概念可以说是所有人天生具有的,即它是单一、纯粹且非复合的;因为混合之物绝不是元素或本原,由之混合而成的那些成分才是。然而,这些人把作为本原的上帝视作理智的身体以及处于质料之中的理智,宣称他并非纯粹、并非单一、并非非复合的,而是源于他物并通过他物而成的。质料本身虽然是非理性的和无性质的,却具有单纯性与本原性;至于上帝,既然他既非无形亦非非物质,便把质料作为其本原而分有。因为如果质料与理性是一回事,他们把质料界定为非理性便是不妥当的;但如果二者是不同的事物,那么上帝就成了两者的某种管理者,绝非单纯之物,而是一个复合体,在理智之上从质料那里额外接纳了物体性。

§49

ΔΙΑΔΟΥΜ. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδʼ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γὰρ εἰς ἀεὶ καὶ ὕδωρ οὔθʼ ἑαυτὰ συνέχειν οὔθʼ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν ἀέρα δὲ καὶ πῦρ αὑτῶν τʼ εἶναι διʼ εὐτονίαν ἐκτατικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθʼ ἁπλοῦν μήτε πρῶτον μήθʼ αὑτῷ διαρκές, ἀλλʼ ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος; οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος τῆς γῆς τινὸς καθʼ ἑαυτήν. εἶτα πῶς οὖσα γῆ καθʼ ἑαυτὴν ἀέρος δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος; ἀλλʼ οὐκ ἔστι γῆ καθʼ ἑαυτὴν οὐδʼ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.

迪亚杜梅诺斯:再者,他们虽然把土、水、气、火这四种身体称为原初元素,但我不知道他们怎么会把其中一部分作为单一和纯粹的,而把另一部分作为复合与混合的。因为他们声称土与水永远不能维系自身亦不能维系他物,唯有通过分有普纽玛与火的力量来维持其统一性;而气与火因其张力而具有自展性,并与前两者混合,赋予它们张力、稳固性与实体性。既然如此,土或水如果既非单一,又非原初,亦非自足,而是永远需要外部力量在存在中加以维系和保存,那它们又怎么还能算是元素呢?因为他们甚至没有留下它们实体的概念,关于土本身的这种说法充斥着极大的混乱与晦暗。其次,如果土本身存在,又何以需要气来构成和维系它呢?实际上,根本没有所谓的土本身或水本身;而是气以这种方式聚集并凝缩质料制造了土,又在它以那种方式被消解软化时制造了水。因此,这两者既然都是由另一个因素赋予了其实体与生成,便都不是元素。

§50

ΔΙΑΔΟΥΜ. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι3 καθʼ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι· τὸ δ’ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἥμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων.4 ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλʼ ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιάν ἐστιν. οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον5 οὐδʼ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδʼ ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δʼ οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ἡ ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς ποιότητος.

迪亚杜梅诺斯:此外,他们一方面说实体和质料是性质的底层承担者,几乎以此作为定义;另一方面却又把性质本身当作实体和身体。这造成了极大的混乱。因为如果性质拥有自己独特的实体,借此被称为身体且确是身体,它们就不需要另一个实体,因为它们已经拥有了自己的实体。但如果底层仅有这个被他们称为实体与质料的共相承载着它们,显而易见它们只是分有身体而已,因为它们本身并不是身体;盖因底层与接受者必然有别于它所接受的以及为其作底层的那些事物。然而这些人只看到了一半:他们把质料称为无性质的,却不再愿意把性质称为非物质的。可是,既然人们无法设想离开身体的性质,又怎能制造出离开性质的身体呢?因为把身体与一切性质编织在一起的论理,根本不允许心灵接触到不带某种性质的身体。那么,反驳性质的非身体性的人,是否也必须反驳质料的无性质性呢?看来确实如此,否则在将一者与另一者区分开时,就必须将两者完全分离开来。至于他们中某些人提出的论点,声称将实体称为无性质并非因为它丧失了一切性质,而是因为它拥有一切性质,这完全违背了概念。因为没有人会把不缺乏任何性质的东西理解为“无性质”,也不会把生来总是承受一切的事物理解为“不受动(无情)”,或者把各方面都在变动的事物理解为“不动”。即便质料总是伴随着性质而被思考,它本身被思考为与性质不同且有别的这一难题,依旧没有得到解决。

语法注5 条
  1. 48ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον

    连词 ὡς 后接不定词 εἶναι,在此构成同位语性质的内容从句,用于具体解释前面的名词 ἔννοια(概念),而非表示结果。

  2. 48ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης

    动词 μετέσχηκε 支配属格补足语 τῆς ὕλης(“分有质料”),而 ὡς 修饰 ἀρχῆς,起表语性修饰作用,表示资格(“作为本原”)。

  3. 50εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι

    手抄本中的 αἱ ποιότητας 带有宾格词尾,但前置定冠词为主格 αἱ,在句中充当限定动词 ἔχουσι 的主语(相当于主格 αἱ ποιότητες)。此处视作主格的讹误或语法破格来处理。

  4. 50ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων.

    不定词 μάχεσθαι 与 χωρίζειν 表达推论或应当之意(“难道必须反驳……”、“必须分开……”),可视为审议性疑问句中的独立不定词(省略 δεῖ 等),并与随后的插入答语 ἔοικεν(“似乎如此”)相呼应。分词 μαχόμενος 和 ἀποκρίνων 与假定的泛指主语在语法上保持一致。

  5. 50τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον

    由否定形容词 μηδεμιᾶς 与表示缺乏的 ἄμοιρον(“无份的、缺乏的”)构成的双重否定,意为“不缺乏任何性质之物”(即拥有所有性质者),用来反驳斯多亚派所谓“无性质是因为拥有一切性质”的诡辩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:48-50