- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批判斯多亚派为了解决“增长论辩”,竟主张每个人都由两个(乃至四个)重合的基质(实体与性质)所构成,指出这种离奇的二重存在论极大地违背了普遍概念并扭曲了感觉的自明性。
ΔΙΑΔΟΥΜ. παρίημι δὲ πολλὰς ἀτοπίας αὐτῶν τῶν παρὰ τὴν ἔννοιαν ἐφαπτόμενος. ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπʼ Ἐπιχάρμου· τῶν δʼ ἐν Ἀκαδημείᾳ οἰομένων μὴ πάνυ ῥᾴδιον μηδʼ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν, πολλὰ κατῃτιᾶσθαι κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων καὶ παρὰ τὰς ἐννοίας φυλάττουσιν, ἀλλὰ καὶ τὴν αἴσθησιν προσδιαστρέφουσιν. ὁ μὲν γὰρ λόγος ἁπλοῦς ἐστι καὶ τὰ λήμματα συγχωροῦσιν οὗτοι, τὰς μὲν ἐν μέρει πάσας οὐσίας ῥεῖν καὶ φέρεσθαι, τὰ μὲν ἐξ αὑτῶν μεθιείσας τὰ δέ ποθεν ἐπιόντα προσδεχομένας· οἷς δὲ πρόσεισι καὶ ἄπεισιν ἀριθμοῖς ἢ πλήθεσι ταὐτὰ, μὴ διαμένειν, ἀλλʼ ἕτερα γίγνεσθαι ταῖς εἰρημέναις προσόδοις, ἐξαλλαγὴν τῆς οὐσίας λαμβανούσης αὐξήσεις δὲ καὶ φθίσεις οὐ κατὰ δίκην ὑπὸ συνηθείας ἐκνενικῆσθαι τὰς μεταβολὰς ταύτας λέγεσθαι, γενέσεις καὶ φθορὰς μᾶλλον αὐτὰς ὀνομάζεσθαι προσῆκον, ὅτι τοῦ καθεστῶτος εἰς ἕτερον ἐκβιβάζουσι τὸ δʼ αὔξεσθαι καὶ τὸ μειοῦσθαι πάθη σώματός ἐστιν ὑποκειμένου καὶ διαμένοντος. οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων, τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; "ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν·" οὐχ ὥσπερ οἱ ποιηταὶ τοὺς Μολιονίδας τοῖς μὲν ἡνωμένους μέρεσι τοῖς δʼ ἀποκρινομένους, ἀλλὰ δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον· ἀλλʼ οὗτοι μόνον εἶδον τὴν σύνθεσιν ταύτην καὶ διπλόην καὶ ἀμφιβολίαν, ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα,1 τὸ μὲν οὐσία τὸ δὲ ποιότης· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτʼ αὐξόμενον μήτε μειούμενον μήθʼ ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται, καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι. καίτοι λέγεται μὲν ὁ Λυγκεὺς ἐκεῖνος διὰ πέτρας καὶ διὰ δρυὸς ὁρᾶν· ἑώρα δέ τις ἀπὸ σκοπῆς ἐν Σικελίᾳ καθεζόμενος τὰς Καρχηδονίων ἐκ τοῦ λιμένος ναῦς ἐκπλεούσας, ἡμέρας καὶ νυκτὸς ἀπεχούσας δρόμον· οἱ δὲ περὶ Καλλικράτη καὶ Μυρμηκίδην λέγονται δημιουργεῖν ἅρματα μυίας πτεροῖς καλυπτόμενα καὶ διατορεύειν ἐν σησάμῳ γράμμασιν ἔπη τῶν Ὁμήρου· ταύτην δὲ τὴν ἐν ἡμῖν ἑτερότητα καὶ διαφορὰν οὐδεὶς διεῖλεν οὐδὲ διέστησεν· οὐδʼ ἡμεῖς ᾐσθόμεθα διττοὶ γεγονότες καὶ τῷ μὲν ἀεὶ ῥέοντες μέρει τῷ δʼ ἀπὸ γενέσεως ἄχρι τελευτῆς οἱ αὐτοὶ διαμένοντες. ἁπλούστερον δὲ ποιοῦμαι τὸν λόγον ἐπεὶ τέσσαρά γε ποιοῦσιν ὑποκείμενα περὶ ἕκαστον, μᾶλλον δὲ τέσσαρʼ ἕκαστον ἡμῶν· ἀρκεῖ δὲ καὶ τὰ δύο πρὸς τὴν ἀτοπίαν, εἴ γε τοῦ μὲν Πενθέως ἀκούοντες ἐν τῇ τραγῳδίᾳ λέγοντος ὡς "δύο μὲν ἡλίους ὁρᾷ, διττὰς δὲ Θήβας" οὐχ ὁρᾶν αὐτὸν ἀλλὰ παρορᾶν λέγομεν, ἐκτρεπόμενον καὶ παρακινοῦντα τοῖς λογισμοῖς· τούτους δʼ οὐ μίαν πόλιν, ἀλλὰ πάντας ἀνθρώπους καὶ ζῷα καὶ δένδρα πάντα καὶ σκεύη καὶ ὄργανα καὶ ἱμάτια διττὰ καὶ διφυᾶ τιθεμένους οὐ χαίρειν ἐῶμεν, ὡς παρανοεῖν ἡμᾶς μᾶλλον ἢ νοεῖν ἀναγκάζοντας;2 ἐνταῦθα μὲν οὖν ἴσως αὐτοῖς συγγνωστέον πλάττουσιν ἑτέρας φύσεις ὑποκειμένων· ἄλλη γὰρ οὐδεμία φαίνεται μηχανὴ φιλοτιμουμένοις σῶσαι καὶ διαφυλάξαι τὰς αὐξήσεις.
迪亚杜梅诺斯:不过,既然是要涉及违背普遍概念之事,我就略去他们的许多荒谬之论。至于关于“增长”的论辩则是古老的;因为正如克律西波斯所言,它是被厄庇卡摩斯所提出的。学园派的人认为这一难题绝非容易、也非唾手可得地就能解决,而这些人则大声叫嚷谴责学园派,声称他们取消了前概念;但他们不仅没有守护普遍概念,反而进一步扭曲了感觉本身。因为这论辩其实很单纯,且这些人也承认其前提:即所有个别的实体都在流动和变迁,一方面从自身排泄出某些成分,另一方面接纳从外而来的成分;当同样的成分在数量或大小上有所增减时,这些事物并不会留存,而是通过上述的加入变成另一个事物,因为其实体经受了改变;并且这些变化依照习俗被称为增长和缩减是不恰当的,更适宜将它们命名为产生和毁灭,因为它们使既定之物转变成了别的事物;至于增长和减少,则是作为基质且长存的物体的状态受动。当这些在某种程度上被如此论述和确立时,这些自明之理的护卫者和概念的准绳又主张什么呢?“我们每个人都是双生的、具有双重本性的、二重的。”但这并非像诗人们描绘莫利奥尼代那样,某些部分合为一体而另一些部分彼此分离,而是两个具有相同颜色、相同形状、相同重量和处所的物体,此前从未被任何人看见过;然而唯有这些人看出了这一结合、重叠与二义性,声称我们每个人都是两个基质,其一为实体,其二为性质;其一总是流动流逝,既不增长也不减少,也完全不能保持原样,而另一者则长存、增长且缩减,并承受与前者完全相反的一切受动,且彼此生长在一起、协调并混杂,完全不让感觉把握其间的差别。然而,人们传说那位著名的林叩斯能看透岩石和栎树;有人坐在西西里的瞭望台上,能看到相距一昼夜航程的迦太基港口中驶出的船只;而卡利克拉忒斯和密尔梅基德斯等人据说能造出被苍蝇翅膀遮盖的战车,并能在芝麻粒上用文字雕刻出荷马的诗句。但是我们内在的这种相异性和差别,却从未有任何人加以区分或辨别;我们自己也未曾感知到自己变成了二重的,一部分恒常流动,另一部分则从出生到死亡保持同一而留存。不过我还是把论证简化了,因为他们实际上给每个人安排了四个基质,或者不如说使我们每个人都成了四重的;但仅凭两个也足以说明其荒谬,假使我们在悲剧中听到彭透斯说“他看见两个太阳,双重的底比斯”时,我们说他并非真看见而是产生了幻觉,其理智偏离并狂乱了;那么,对于把不仅是一座城邦,而且把所有人类、动物、一切树木、用具、器具和衣裳都设立为二重且具双重本性的这些人,我们怎能不弃之不顾,斥责他们强迫我们发狂而非思考呢?因此在这一点上,或许对他们捏造出其他种类的基质本性应当予以谅解;因为对于极力想要挽救并保全“增长”的他们而言,显然再也没有别的办法了。
- 44δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα
单数主语 ἕκαστος(我们每个人)搭配中性复数表语 δύο ὑποκείμενα(两个基质),系动词 ἐστι 依语法主语保持单数。此处是对斯多亚派关于基质与特征学说(第一基质即无规定的实体 οὐσία,与第二基质即具有个别特征的性质 ποιότης)的讽刺性概括,单数个体与复数基质之间的结构呼应强化了该学说在本体论上的荒谬性。
- 44οὐ χαίρειν ἐῶμεν, ὡς παρανοεῖν ἡμᾶς μᾶλλον ἢ νοεῖν ἀναγκάζοντας;
此处使用了惯用短语 χαίρειν ἐάω(字面意为“任其道别离去”,引申为“不予理睬”、“弃之不顾”或“摒弃”)构成的修辞疑问句,意为“我们怎能不屏弃这些人呢?”。分词 ἀναγκάζοντας 为宾格,与 τούτους 一致,前接 ὡς 表明说话者对斯多亚派观点所强加的荒谬后果的主观谴责与理由。
