← 普鲁塔克

论反驳斯多葛派的共同观念

§42-43

时间无限分割导致运动与行动的荒谬推论

迪亚杜梅诺斯指出,按照斯多亚学派将现在无限划分为过去与未来的做法,一切运动、行动、生命与感觉都将沦为未完成或化为乌有,并必然导出如同快马追不上乌龟、容器中的水永远倒不尽一般的芝诺式悖论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

ΔΙΑΔΟΥΜ. ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἷον ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος· τὰ δὲ τῶν πράξεων καὶ κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δʼ εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχὴν μηδενὸς δʼ ἔργου πρῶτον γεγονέναι μηδʼ ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων.1 ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτω τοῦ πραττομένου τὸ μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι. πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δʼ ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δʼ ὁ βαδίζων ἐβάδιζε καὶ βαδιεῖται; τὸ δὲ δεινῶν, φασί, δεινότατον,2 εἰ τῷ ζῶντι τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτʼ ἀρχὴν ἔσχε τὸ ζῆν οὔθʼ ἕξει πέρας· ἀλλʼ ἕκαστος ἡμῶν ὡς ἔοικε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται μὴ παυσάμενος. εἰ γὰρ οὐδέν ἐστιν ἔσχατον μέρος ἀλλʼ ἀεί τι τῷ ζῶντι τοῦ παρόντος εἰς τὸ μέλλον περίεστιν, οὐδέποτε γίγνεται ψεῦδος τὸ "ζήσεσθαι Σωκράτη·" ἀλλʼ ὁσάκις ἀληθὲς ἔσται τὸ "ζῇ Σωκράτης", ἐπὶ τοσοῦτον ψεῦδος τὸ "τέθνηκε Σωκράτης" ὥστʼ, εἰ τὸ "ζήσεται Σωκράτης" ἀληθές ἐστιν ἐν ἀπείροις χρόνου μέρεσιν, ἐν οὐδενὶ χρόνου μέρει τὸ "τέθνηκε Σωκράτης" ἀληθὲς ἔσται. καίτοι τί πέρας ἂν ἔργου γένοιτο; ποῦ δʼ ἂν λήξειε τὸ πραττόμενον, ἄν, ὁσάκις ἀληθές ἐστι τὸ "πράττεται", τοσαυτάκις ἀληθὲς καὶ τὸ "πραχθήσεται"; ψεύσεται γὰρ ὁ λέγων περὶ τοῦ γράφοντος καὶ διαλεγομένου Πλάτωνος, ὅτι "παύσεταί ποτε Πλάτων διαλεγόμενος", εἰ μηδέποτε ψεῦδός ἐστι τὸ "διαλεχθήσεται" περὶ τοῦ διαλεγομένου καὶ τὸ "γράψει" περὶ τοῦ γράφοντος. ἔτι τοίνυν τοῦ γιγνομένου μέρος οὐδὲν ἐστιν, ὅπερ οὐκ ἤτοι γεγονός ἐστιν ἢ γενησόμενον καὶ παρεληλυθὸς ἢ μέλλον· γεγονότος δὲ καὶ γεγενημένου καὶ παρῳχημένου καὶ μέλλοντος αἴσθησις οὐκ ἔστιν· οὐδενὸς οὖν ἁπλῶς αἴσθησίς ἐστιν. οὔτε γὰρ ὁρῶμεν τὸ παρῳχημένον ἢ τὸ μέλλον οὔτʼ ἀκούομεν οὔτʼ ἄλλην τινὰ λαμβάνομεν αἴσθησιν τῶν γεγονότων ἢ γενησομένων· οὐδὲν οὖν, οὐδʼ ἂν παρῇ τι, αἰσθητόν ἐστιν, εἰ τοῦ παρόντος ἀεὶ τὸ μὲν μέλλει τὸ δὲ παρῴχηκε καὶ τὸ μὲν γεγονός ἐστι τὸ δὲ γενησόμενον.

迪亚杜梅诺斯:因此,他们对时间的构想就像是用手抓水,越是用力去捏,水就越是流泻滑落;而他们在行为与运动方面的主张,更是使自明之理陷入彻底的混乱。因为必然的是,如果“当下”的一部分被划归过去,另一部分被划归未来,那么在“当下”中运动着的事物,其一部分就已经运动过,另一部分则将要运动,运动的终点与起点便都被取消了,且由于行动随着时间一同被分派,任何事情既没有最初的部分发生过,也没有任何最终的部分将会存在。因为正如他们说现在的时间一部分已经过去、另一部分是未来一样,他们同样声称正在做的事情一部分已经做过、另一部分将要做。那么,吃午饭、写作或散步到底何时有了开端,又何时会有终结呢?假使每个正在吃午饭的人都既吃过了又将要吃,每个正在散步的人都既散过步又将要散步的话。而正如人们所说,最可怕的事情在于,如果“已经生活过”和“将要生活”都属于活着的人,那么活着便既没有开始过,也不会有终结;相反,我们每个人看来都是未曾开始生活就已经出生,且未曾停止生活就将会死去。因为如果没有最后的部分,而是对活着的人而言现在的一部分总是向未来延续剩余,那么“苏格拉底将要活着”就绝不会变成假的;反之,只要“苏格拉底活着”是真的,在此范围内“苏格拉底死了”就是假的,以至于如果“苏格拉底将要活着”在无限的时间部分中是真的,那么在任何时间部分中“苏格拉底死了”都不会是真的。然而,行动能有什么终点呢?如果在“正在被做”为真的每一次,“将要被做”也都同样为真,那么正在做的事情又将在哪里停止呢?因为,如果在交谈的人身上“将要交谈”绝非虚假,在写作的人身上“将要写作”绝非虚假,那么指着正在写作和交谈的柏拉图说“柏拉图终究会停止交谈”的人就是在说假话了。再者,在生成之物中,没有任何一部分不是要么已经生成要么将要生成、要么已经过去要么属于未来;然而对于已经生成之物、已经造成之物、过去之物以及未来之物,并不存在感觉;因此,断然没有任何事物的感知存在。因为我们既看不见过去或未来,也听不见它们,对于已经生成或将要生成之物也得不到任何其他的感知;因此,即便有某种事物在场,如果在这在场之物中一部分总是将至、另一部分已经过去,一部分已经生成、另一部分将要生成,那么没有任何东西是可被感知的。

§43

ΔΙΑΔΟΥΜ. καὶ μὴν αὐτοί γε σχέτλια ποιεῖν τὸν Ἐπίκουρον λέγουσι καὶ βιάζεσθαι τὰς ἐννοίας, ἰσοταχῶς τὰ σώματα κινοῦντα καὶ μηδὲν ἀπολείποντα μηδενὸς ταχύτερον. πολλῷ δὲ τούτου σχετλιώτερόν ἐστι καὶ μᾶλλον ἀπήρτηται τῶν ἐννοιῶν τὸ μηδὲν ὑπὸ μηδενὸς περικαταλαμβάνεσθαι, μηδʼ εἰ χελώνην τὸ τοῦ λόγου φασὶ3 "μετόπισθε διώκοι Ἀδρήστου ταχὺς ἵππος." ἀνάγκη δὲ τοῦτο συμβαίνειν, τῶν μὲν κινουμένων κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, τῶν δὲ διαστημάτων, ἃ διεξίασιν, εἰς ἄπειρον ὄντων μεριστῶν, ὥσπερ ἀξιοῦσιν οὗτοι. εἰ γὰρ φθαίη πλέθρῳ μόνον ἡ χελώνη τὸν ἵππον, οἱ τοῦτο μὲν εἰς ἄπειρον τέμνοντες ἑκάτερα δὲ κινοῦντες κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδέποτε τῷ βραδυτάτῳ προσάξουσι τὸ τάχιστον, ἀεί τι διάστημα τοῦ βραδυτέρου προλαμβάνοντος εἰς ἄπειρα διαστήματα μεριζόμενον. τὸ δʼ ἔκ τινος φιάλης ἢ κύλικος ὕδατος ἐκχεομένου μηδέποτε πᾶν ἐκχυθήσεσθαι πῶς οὐ παρὰ τὴν ἔννοιάν ἐστιν, ἢ πῶς οὐχ ἑπόμενον οἷς οὗτοι λέγουσι; τὴν γὰρ κατὰ τὸ πρότερον τῶν εἰς ἄπειρον μεριστῶν κίνησιν οὐκ ἄν τις νοήσειε τὸ πᾶν διανύουσαν, ἀλλʼ ἀεί τι μεριστὸν ὑπολείπουσα ποιήσει4 πᾶσαν μὲν ἔκχυσιν πᾶσαν δʼ ὀλίσθησιν καὶ ῥύσιν ὑγροῦ καὶ φορὰν στερεοῦ καὶ βάρους μεθειμένου πτῶσιν ἀσυντέλεστον.

迪亚杜梅诺斯:而且,他们自己还指责伊壁鸠鲁做出荒谬之举、强暴了普遍概念,因为伊壁鸠鲁让所有物体以相同速度运动,不承认有任何东西比另一东西更快。然而,比这荒谬得多、且更加背离普遍概念的,乃是没有任何东西能被任何东西追赶上,即使如俗话所说“阿德剌斯托斯的骏马在后追赶”一只乌龟,乌龟也不会被追上。而这必然会发生,只要运动的事物是按照先与后运动的,且它们所穿过的距离如这些人所主张的那样是无限可分的。因为假使乌龟只比马领先一普勒特隆,那么那些把这一距离切分成无限、并让两者按照先与后运动的人,就绝不能让最快者追赶上最慢者,因为较慢者总是会先占有某段被分成无限间隔的距离。而在水从某种钵或杯中倒出时,水绝不会被全部倒尽,这怎么会不违背普遍概念呢?或者说,这怎么可能不是从他们的话中得出的结论呢?因为任何人都不可能构想按照先与后在无限可分之物上的运动能够跑完整个行程;相反,这种运动总是会留下某种可分之物,从而使液体的每一次倾倒、滑动与流动,固体的移动,以及被松开的重物的下落,全都无法完成。

语法注4 条
  1. 42τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων

    独立属格结构(genitive absolute),表伴随状况或原因,说明由于时间的分割,发生在时间之中的行动也随之被共同分配、划分。

  2. 42τὸ δὲ δεινῶν, φασί, δεινότατον

    习惯性主格短语(“可怕之事中最可怕者”),用作强调性的前置提示句,后接条件从句 εἰ τῷ ζῶντι... 以及归结句 οὔτʼ ἀρχὴν ἔσχε...。

  3. 43τὸ τοῦ λόγου φασὶ

    插入式的习惯表达(“正如俗话所说”),用于引出引言或谚语,修辞性地引出下文对荷马史诗关于阿德剌斯托斯骏马诗句的戏拟。

  4. 43ἀεί τι μεριστὸν ὑπολείπουσα ποιήσει

    主语为上一分句中的 κίνησις(阴性单数名词),与阴性单数分词 ὑπολείπουσα 及第三人称单数将来时动词 ποιήσει 呼应。它与前面的 οὐκ ἄν τις νοήσειε 相对立,以直陈语气将来时断定在斯多亚派设定下任何连续运动都必将无法完成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:42-43