← 普鲁塔克

论反驳斯多葛派的共同观念

§41

批判斯多亚学派的时间论与对现在的取消

迪亚杜梅诺斯批判了斯多亚学派的时间理论,指出他们拒绝承认不可分的“当下”,将现在无限分割为过去与未来,从而取消了现在的实存并破坏了日常的普遍概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41

ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωικοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλʼ ὅ τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν ὥστε μηδὲν κατὰ τὸ νῦν ὑπομένειν μηδὲ λείπεσθαι μόριον χρόνου παρόντος, ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς τὰ μέλλοντα τὰ δʼ εἰς τὰ παρῳχημένα διανέμηται.1 δυεῖν οὖν συμβαίνει θάτερον, ἢ τὸ "ἦν χρόνος" καὶ "ἔσται χρόνος" τιθέντας ἀναιρεῖν τὸ "ἔστι χρόνος"· ἢ "ἔστι χρόνος ἐνεστηκώς2", οὗ τὸ μὲν ἐνειστήκει τὸ δʼ ἐνστήσεται καὶ λέγειν ὅτι τοῦ ὑπάρχοντος τὸ μὲν μέλλον ἐστὶ τὸ δὲ παρῳχημένον, καὶ τοῦ νῦν τὸ μὲν πρότερον τὸ δʼ ὕστερον ὥστε νῦν εἶναι τὸ μηδέπω νῦν καὶ τὸ μηκέτι νῦν· οὐκέτι γὰρ νῦν τὸ παρῳχημένον καὶ οὐδέπω νῦν τὸ μέλλον. ἀνάγκη δʼ οὕτω διαιροῦσι λέγειν αὐτοῖς, ὅτι καὶ τοῦ σήμερον τὸ μὲν ἐχθὲς τὸ δʼ αὔριον καὶ τοῦ τῆτες τὸ μὲν πέρυσι τὸ δʼ εἰς νέωτα, καὶ τοῦ ἅμα τὸ μὲν πρότερον τὸ δʼ ὕστερον. οὐδὲν γὰρ ἐπιεικέστερα τούτων κυκῶσι, ταὐτὰ ποιοῦντες τὸ "μηδέπω" καὶ τὸ "ἤδη" καὶ τὸ "μηκέτι" καὶ τὸ "νῦν" καὶ τὸ "μὴ νῦν"· οἱ δʼ ἄλλοι πάντες ἄνθρωποι καὶ τὸ "ἄρτι" καὶ τὸ "μετὰ μικρόν", ὡς ἕτερα τοῦ νῦν μόρια, καὶ τὸ μὲν μετὰ τὸ νῦν τὸ δὲ πρὸ τοῦ νῦν τίθενται καὶ νοοῦσι καὶ νομίζουσι. τούτων Ἀρχέδημος μὲν ἀρχήν τινα καὶ συμβολὴν εἶναι λέγων τοῦ παρῳχημένου καὶ τοῦ ἐπιφερομένου τὸ "νῦν" λέληθεν αὑτὸν ὡς ἔοικε τὸν πάντα χρόνον ἀναιρῶν. εἰ γὰρ τὸ νῦν οὐ χρόνος ἐστὶν ἀλλὰ πέρας χρόνου πᾶν δὲ μόριον χρόνου τοιοῦτον οἷον τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος ἀλλʼ εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ ὁρμὰς ἀναλυόμενος. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ ʼτὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλʼ ὑφεστηκέναι φησί, μόνον δʼ ὑπάρχειν τὸ ἐνεστηκός3 ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι "τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι τὸ δὲ παρεληλυθός." ὥστε συμβαίνει τὸ ὑπάρχον αὐτῷ τοῦ χρόνου διαιρεῖν εἰς τὰ μὴ ὑπάρχοντα τοῦ ὑπάρχοντος, μᾶλλον δʼ ὅλως τοῦ χρόνου μηδὲν ἀπολείπειν ὑπάρχον, εἰ τὸ ἐνεστηκὸς οὐδὲν ἔχει μέρος, ὃ μὴ μέλλον ἐστὶν ἢ παρῳχημένον.

迪亚杜梅诺斯:存在未来之时间和过去之时间,却不存在现在之时间——也就是说,“刚才”和“前天”得以存立,而“当下”却全然为无——这是违背普遍概念的。而这正是那些不承认最小时间、也不愿意“当下”不可分的斯多亚学派之人所必然遭遇的结论;相反,无论人们以为自己把什么当作现在来把握和思考,他们都声称其中一部分是未来,另一部分是过去。结果是,“当下”没有任何东西留存,也没有任何现在时间的分量遗留下来,假使在被称为现在的这一时间中,一部分被分派给未来,另一部分被分派给过去。因此,二者必居其一:要么承认“曾经有时间”和“将会有时间”而取消“现存有时间”;要么承认“存在现在的时间”,但其中一部分曾是现在,另一部分将是现在,并宣称在实存之物中一部分是未来,另一部分是过去,在“当下”之中一部分在先,另一部分在后,以至于“尚不是当下之物”和“已不再是当下之物”都成了“当下”;因为过去的已不再是当下,而未来的尚不是当下。对于这样划分的人来说,他们必然要说,“今天”的一部分是昨天,另一部分是明天;“今年”的一部分是去年,另一部分是明年;而“同时”之中一部分在先,另一部分在后。因为他们把“尚未”与“已经”、“不再”与“当下”以及“非当下”混为一体,所造成的混乱丝毫不亚于此;然而其余的所有人类都将“方才”与“不久之后”视为不同于“当下”的部分,并设想和认定其一在“当下”之后,其另一在“当下”之前。在这些人中,阿刻得摩斯声称“当下”是过去之物与未来之物的某种开端与接合点,这看来使他在不知不觉中取消了全部的时间。因为如果“当下”不是时间而是时间的界限,且时间的每一个部分都如同“当下”一样,那么全部时间显然就不具有任何部分,而是彻底分解为界限、接合点与起点了。克律西波斯为了在划分问题上卖弄技巧,在《论虚空》及其他某些著作中声称:时间的过去与未来并不实存,而只是具有存立,唯有现在才实存;但在《论部分》的第三、第四与第五卷中,他却主张“在现在的时间中,一部分是未来,另一部分是过去”。因此,对他来说,结果是将时间中实存的部分划分为了实存之物中并不实存的部分,或者更确切地说,如果现在没有任何一部分不是未来或过去,那么他就在时间中根本没有留下任何实存之物。

语法注3 条
  1. 41ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς τὰ μέλλοντα τὰ δʼ εἰς τὰ παρῳχημένα διανέμηται

    这里的 ἄν 是引导条件从句的 ἐάν 之缩略。嵌入的关系从句 ὃς λέγεται παρεῖναι 修饰属格代词 τούτου,τὰ μέν ... τὰ δέ 作从句谓语动词 διανέμηται 的主语,搭配表示分配去向的 εἰς τὰ μέλλοντα ... εἰς τὰ παρῳχημένα。插入的关系节和倒装语序使得结构较为繁复,但其基本骨架是一个条件从句:“假使这被称为现在的时间中,一部分被分派给未来,另一部分被分派给过去”。

  2. 41δυεῖν οὖν συμβαίνει θάτερον, ἢ τὸ "ἦν χρόνος" καὶ "ἔσται χρόνος" τιθέντας ἀναιρεῖν τὸ "ἔστι χρόνος"· ἢ "ἔστι χρόνος ἐνεστηκώς"

    这是由 δυεῖν συμβαίνει θάτερον(“二者必居其一”)引出的 ἤ ... ἤ ... 对立并列结构。宾格分词 τιθέντας 作不定式 ἀναιρεῖν(以及第二个 ἤ 所引出的陈述)的逻辑主语,整体构成了斯多亚派所陷入的两难窘境。

  3. 41τὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλʼ ὑφεστηκέναι φησί, μόνον δʼ ὑπάρχειν τὸ ἐνεστηκός

    此处涉及斯多亚学派的核心术语对立:ὑπάρχειν(实存、真实存在)与 ὑφεστάναι(存立、非实体的存在)。克律西波斯主张过去与未来并不实存而仅仅存立,唯有现在才实存;普鲁塔克在此正是利用这一术语区别,指出克律西波斯把实存的现在划分为非实存的过去与未来,从而自相矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:41