← 普鲁塔克

论反驳斯多葛派的共同观念

§40

关于物体接触与非物体界限的困境

迪亚杜梅诺斯指出,斯多亚派既否定物体的不可分部分,又主张接触发生在非物体的界限与点上,这导致了在受动、作用以及混合概念上一系列自相矛盾的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40

ΔΙΑΔΟΥΜ. καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα μηδενὶ δʼ ἅπτεσθαι1 τοῦτο δʼ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλʼ ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις. ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προϊσταμένοις, τοῦτʼ ἐστὶ "τὸ μήθʼ ὅλοις ὅλων ἁφὴν εἶναι μήτε μέρεσι μερῶν τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δʼ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων" πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι νὴ Δία2 "ψαύειν κατὰ πέρας τὰ σώματα οὐχ ὅλα ὅλων οὐδὲ κατὰ μέρος λέγουσι· τὸ δὲ πέρας σῶμα οὔκ ἐστιν." ἅψεται τοίνυν σῶμα σώματος ἀσωμάτῳ· καὶ οὐχ ἅψεται πάλιν, ἀσωμάτου μεταξὺ ὄντος. εἰ δʼ ἅψεται, καὶ ποιήσει τι καὶ πείσεται τῷ ἀσωμάτῳ3 τὸ σῶμα· ποιεῖν γάρ τι καὶ πάσχειν ὑπʼ ἀλλήλων καὶ ἅπτεσθαι τὰ σώματα πέφυκεν. εἰ δʼ ἁφὴν ἴσχει τῷ ἀσωμάτῳ τὸ σῶμα, καὶ συναφὴν ἕξει καὶ κρᾶσιν καὶ συμφυΐαν. ἔτι γὰρ ἐν ταῖς συναφαῖς καὶ κράσεσιν ἢ μένειν ἀναγκαῖον ἢ μὴ μένειν, ἀλλʼ ἐφθάρθαι τὰ πέρατα τῶν σωμάτων. ἑκάτερον δὲ παρὰ τὴν ἔννοιάν ἐστι· φθορὰς μὲν γὰρ ἀσωμάτων καὶ γενέσεις οὐδʼ αὐτοὶ καταλείπουσι κρᾶσις δὲ καὶ συναφὴ σωμάτων ἰδίοις χρωμένων πέρασιν οὐκ ἂν γένοιτο τὸ γὰρ πέρας ὁρίζει καὶ ἵστησι τὴν τοῦ σώματος φύσιν· αἱ δὲ κράσεις, εἰ μὴ μερῶν παρὰ μέρη παραθέσεις εἰσὶν ἀλλʼ ὅλοις ὅλα τὰ κιρνάμενα συγχέουσιν, ὥσπερ οὗτοι λέγουσι, φθορὰς ἀπολειπτέον περάτων ἐν ταῖς μίξεσιν, εἶτα γενέσεις ἐν ταῖς διαστάσεσι ταῦτα δʼ οὐδεὶς ἂν ῥᾳδίως νοήσειεν. ἀλλὰ μὴν καθʼ ὃ γʼ ἅπτεται τὰ σώματα ἀλλήλων, κατὰ τοῦτο καὶ πιέζεται καὶ θλίβεται καὶ συντρίβεται ὑπʼ ἀλλήλων ἀσώματον δὲ ταῦτα πάσχειν ἢ ποιεῖν οὐ δυνατόν, ἀλλʼ οὐδὲ διανοητόν ἐστι· τοῦτο δὲ βιάζονται νοεῖν ἡμᾶς. εἰ γὰρ ἡ σφαῖρα τοῦ ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, δῆλον ὅτι καὶ σύρεται κατὰ σημεῖον διὰ τοῦ ἐπιπέδου· κἂν μίλτῳ τὴν ἐπιφάνειαν ἀληλιμμένη, μιλτίνην ἐνομόρξεται τῷ ἐπιπέδῳ γραμμήν· κἂν πεπυρρωμένη, πυρρώσει τὸ ἐπίπεδον ἀσωμάτῳ δὲ χρώζεσθαι καὶ ἀσωμάτῳ πυροῦσθαι σῶμα παρὰ τὴν ἔννοιάν ἐστιν. ἂν δὲ δὴ κεραμεᾶν ἢ κρυσταλλίνην σφαῖραν εἰς ἐπίπεδον φερομένην λίθινον ἀφʼ ὕψους νοήσωμεν, ἄλογον εἰ μὴ συντριβήσεται, πληγῆς πρὸς ἀντίτυπον γενομένης ἀτοπώτερον δὲ τὸ συντριβῆναι κατὰ πέρας καὶ σημεῖον ἀσώματον προσπεσοῦσαν. ὥστε πάντῃ τὰς περὶ τῶν ἀσωμάτων καὶ σωμάτων αὐτοῖς ταράττεσθαι προλήψεις, μᾶλλον δʼ ἀναιρεῖσθαι, πολλὰ τῶν ἀδυνάτων παρατιθεμένοις

迪亚杜梅诺斯:再者,没有任何东西触及任何东西固然违背普遍概念;但物体之间彼此接触却借由无物相触,也同样违背普遍概念。对于那些不承认物体存在最小部分、总是设定在看似接触之物之前尚有某物、并且绝不停止向更深处推进的人来说,必然要接受这一点。无论如何,他们自己最常用来向那些维护不可分者之人提出的责难,正是此点:“接触既非整体对整体,亦非部分对部分;因为前者造成的不是接触而是混和,而后者又是不可能的,因为不可分之物没有部分。”那么,当他们自己既不承认最末部分也不承认最初部分时,他们又怎能不陷入这一窘境呢?因为凭宙斯起誓,他们声称:“物体是在界限处相触,既非整体触及整体,亦非依部分而相触;而界限并非物体。” 这样一来,物体就将通过非物体之物去触及物体;并且由于中间隔着非物体之物,反倒又互不接触了。但如果它确实相触,物体也将借由非物体之物产生某种作用并承受某种受动;因为物体生来就是要彼此施加作用与承受作用、并且相互接触的。如果物体与非物体之物发生接触,它也将拥有接合、混和与融合。因为进一步而言,在接合与混和之中,物体的界限要么必须留存,要么不能留存而已经消灭。然而这两种情况都违背普遍概念:因为非物体之物的消灭与生成是连他们自己也不允许的,而保持各自固有界限的物体之间是不可能发生混和与接合的,因为界限规定并确立了物体的本性;但若诸种混和正如这些人所言,并非部分挨着部分的并置,而是将相混之物整体与整体融为一体,那么就必须承认在混合中发生界限的消灭,随后在分离中发生界限的生成;然而任何人都不可能轻易设想此类事情。 况且,物体彼此在何处接触,也正是在该处彼此挤压、压迫并碎裂;然而非物体之物承受或施加这些作用乃是不可能的,甚至也是不可思议的;但他们却强迫我们去这样设想。因为如果球体在一点上接触平面,显然它在平面上被拖曳时也是在一点上相触;而且若其表面涂有红赭石,就会在平面上擦出一条红线;若是烧红的,就会加热平面。然而物体被非物体之物着色、被非物体之物加热,乃是违背普遍概念的。如果我们设想一个陶制或水晶的球体从高处落到石质平面上,既然与坚硬之物发生了撞击,若不碎裂便是不合常理的;但若说它撞击在一个非物体的界限与点上而碎裂,则更加荒谬。因此,当他们罗列诸多不可能之事时,他们在各个方面关于非物体与物体的基本概念都被扰乱,甚至毋宁说是被摧毁了。

语法注3 条
  1. 40μηδενὶ δʼ ἅπτεσθαι

    与格 μηδενί 既可作手段与格(“借由无物接触”),亦可作限定/方面与格(“在没有任何部分上接触”)。此处针对的是斯多亚派无限分割论下无法确定最初接触部分的困境,揭示出“在毫无接触媒介或接触部分的情况下发生接触”这一矛盾。

  2. 40ὅτι νὴ Δία

    用于引出论敌(斯多亚派)预期反驳或辩解的惯用修辞手法(设问/映衬)。承接前句的质问(πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι...;),以省略方式自问自答:“难道是因为,凭宙斯起誓,他们声称……?”,并在后文紧接着驳斥这一辩解。

  3. 40τῷ ἀσωμάτῳ

    与 ποιήσει τι καὶ πείσεται 以及 ἁφὴν ἴσχει 连用的手段与格或伴随/关涉与格。斯多亚派物理学主张唯有物体才能施动与受动,但在此处主张在非物体的界限处相触,便不得不导致物体借由非物体之物而施动、受动及发生接触,陷入根本性的自相矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:40