- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批评了克律西波斯关于棱锥侧面和圆锥截面“既非平等亦非不平等”的几何悖论,指出这种主张破坏了整个几何学与普遍概念。
ΔΙΑΔΟΥΜ. ἐπὶ δὲ τούτοις ἐπινεανιευόμενός φησι "τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης τὰς πλευρὰς κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχον δʼ ᾗ μείζονές εἰσιν1" οὕτως ἐτήρει τὰς ἐννοίας. εἰ γὰρ ἔστι τι μεῖζον καὶ μὴ ὑπερέχον, ἔσται τι μικρότερον καὶ μὴ ἐλλεῖπον· ὥστε καὶ ἄνισον μήθʼ ὑπερέχον μήτʼ ἐλλεῖπον, τουτέστιν ἴσον τὸ ἄνισον καὶ οὐ μεῖζον τὸ μεῖζον οὐδὲ μικρότερον τὸ μικρότερον. ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ, διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσους γιγνομένας. ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι, πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας· ἴσων δʼ οὐσῶν, ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον. ἐνταῦθα δὴ τὸν Δημόκριτον ἀποφαίνων ἀγνοοῦντα "τὰς μὲν ἐπιφανείας" φησὶ "μήτʼ ἴσας εἶναι μήτʼ ἀνίσους, ἄνισα δὲ τὰ σώματα τῷ μήτʼ ἴσας εἶναι μήτʼ ἀνίσους τὰς ἐπιφανείας.2" τὸ μὲν δὴ νομοθετεῖν τῶν ἐπιφανειῶν μήτʼ ἴσων μήτʼ ἀνίσων οὐσῶν τὰ σώματα συμβαίνειν ἄνισα εἶναι θαυμαστὴν ἐξουσίαν αὑτῷ τοῦ γράφειν ὅ τι ἂν ἐπίῃ διδόντος ἐστί.3 τοὐναντίον γὰρ ὁ λόγος μετὰ τῆς ἐναργείας νοεῖν δίδωσι τῶν ἀνίσων σωμάτων ἀνίσους εἶναι τὰς ἐπιφανείας, καὶ μείζονα τὴν τοῦ μείζονα· εἴ γε μὴ μέλλει τὴν ὑπεροχήν, μεῖζόν ἐστιν, ἐστερημένην ἐπιφανείας ἕξειν. εἰ γὰρ οὐχ ὑπερβάλλουσι τὰς τῶν ἐλαττόνων ἐπιφανείας αἱ τῶν μειζόνων ἀλλὰ προαπολείπουσιν, ἔσται σώματος πέρας ἔχοντος μέρος ἄνευ πέρατος καὶ ἀπεράτωτον. εἰ γὰρ λέγει, ὅτι βιαζόμενος οὕτω ἃς γὰρ ὑφορᾶται περὶ τὸν κῶνον ἀναχαράξεις, ἡ τῶν σωμάτων ἀνισότης δήπουθεν οὐχ ἡ τῶν ἐπιφανειῶν ἀπεργάζεται. γελοῖον οὖν τὸ τὰς ἐπιφανείας ὑπεξαιρούμενον ἐν τοῖς σώμασιν ἐλεγχομένην ἀπολιπεῖν ἀνωμαλίαν. ἀλλʼ ἂν μένωμεν ἐπὶ τῆς ὑποθέσεως, τί μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἢ τὰ τοιαῦτα πλάττειν; εἰ γὰρ ἐπιφάνειαν ἐπιφανείᾳ θήσομεν μήτʼ ἴσην εἶναι μήτʼ ἄνισον, καὶ τὸ μέγεθος ἔσται μεγέθει φάναι καὶ ἀριθμὸν ἀριθμῷ μήτʼ ἴσον εἶναι μήτʼ ἄνισον καὶ ταῦτʼ ἴσου καὶ ἀνίσου καὶ ἀνίσου μέσον, ὃ μηδέτερόν ἐστιν, οὐκ ἔχοντας εἰπεῖν οὐδὲ νοῆσαι δυναμένους. ἔτι δʼ οὐσῶν ἐπιφανειῶν μήτʼ ἴσων μήτʼ ἀνίσων, τί κωλύει καὶ κύκλους νοεῖσθαι μήτʼ ἴσους μήτʼ ἀνίσους; αὐταὶ γὰρ δήπουθεν αἱ τῶν κωνικῶν τμημάτων ἐπιφάνειαι κύκλοι εἰσίν· εἰ δὲ κύκλους, καὶ διαμέτρους κύκλων θετέον μήτʼ ἴσους μήτʼ ἀνίσους εἰ δὲ τοῦτο, καὶ γωνίας καὶ τρίγωνα καὶ παραλληλόγραμμα καὶ παραλληλεπίπεδα καὶ σώματα. καὶ γὰρ εἰ μήκη ἐστὶ μήτʼ ἴσα μήτʼ ἄνισα ἀλλήλοις, καὶ βάρος ἔσται καὶ πληγὴ καὶ σώματα. εἶτα πῶς τολμῶσιν ἐπιτιμᾶν τοῖς τὰς κενότητας εἰσάγουσι καὶ ἀμερῆ τινα καὶ μαχόμενον μήτε κινεῖσθαι μήτε μένειν ὑποτιθεμένοις, αὐτοὶ τὰ τοιαῦτα ἀξιώματα ψευδῆ λέγοντες εἶναι; "εἴ τινα μή ἐστιν ἴσα ἀλλήλοις, ἐκεῖνα ἄνισά ἐστιν ἀλλήλοις·" καὶ "οὐκ ἔστι μὲν ἴσα ταῦτʼ ἀλλήλοις, οὐκ ἄνισα δʼ ἐστὶ ταῦτʼ ἀλλήλοις." ἐπεὶ δέ φησιν εἶναί τι μεῖζον οὐ μὴν ὑπερέχον ἄξιον ἀπορῆσαι πότερον ταῦτʼ ἐφαρμόσει ἀλλήλοις. εἰ μὲν γὰρ ἐφαρμόσει, πῶς μεῖζόν ἐστι θάτερον; εἰ δʼ οὐκ ἐφαρμόσει, πῶς οὐκ ἀνάγκη τὸ μὲν ὑπερέχειν τὸ δʼ ἐλλείπειν; τῷ δὲ μηδέτερον ὑπάρχειν καὶ οὐκ ἐφαρμόσει τῷ μεῖζον εἶναι καὶ ἐφαρμόσει τῷ μὴ μεῖζον εἶναι θάτερον.4 ἀνάγκη γὰρ ἐν τοιαύταις ἀπορίαις γίγνεσθαι τοὺς τὰς κοινὰς ἐννοίας μὴ φυλάττοντας.
迪亚杜梅诺斯:此外,他更卖弄少年意气地声称: “当棱锥由三角形构成时,在接合处倾斜相交的各侧面是不平等的,但在它们更大的地方并没有超出部分。” 他就是这样捍卫普遍概念的!因为如果存在某种更大却不超出的东西,就会存在某种更小却不亏欠的东西;以至于也会存在既不超出也不亏欠的“不平等者”,也就是说,不平等者等于平等者,更大的并不更大,更小的也不更小。此外,你且看他是以何种方式回应德谟克利特的——德谟克利特曾合乎自然且恰切地提出疑难:如果一个圆锥被平行于底面的平面所截,应当如何理解截面的各个表面,它们究竟是变得平等还是不平等?因为若是不平等,它们将使圆锥变得不平滑,带上许多阶梯状的凹痕与粗糙;但若是平等,各截片就将是平等的,而圆锥就会显得遭受了圆柱的属性,由平等而非不平等的圆所构成,这乃是最荒谬不过的。就在此处,他断言德谟克利特一无所知,“各个表面,”他说道,“既非平等亦非不平等,但物体却因表面既非平等亦非不平等而成为不平等的。” 规定表面既非平等亦非不平等、物体却恰恰是不平等的,这完全是给自己赋予了随心所欲信笔胡写之惊人特权者的所为。因为伴随着明证性的理性恰恰相反,指示我们理解不平等物体的各个表面是不平等的,并且较大物体的表面更大——除非它在作为更大的超出部分上竟然打算完全丧失表面。因为如果较大者的表面并不超出较小者的表面,反而在之前就耗尽了,那么在一个拥有界限的物体中,就会存在没有界限且未受划界的部分。如果他说自己是被迫如此主张,因为他在圆锥上所顾忌的那些凹痕终究是物体的非均等性而非表面的非均等性造成的,那么在把表面排除在外之后,却在物体中留下被坐实的不平滑,这是何等可笑。但如果我们坚持这假定,还有什么比虚构此类事物更违背普遍概念的呢?因为如果我们假定表面相对于表面既非平等亦非不平等,那么也可以说量度相对于量度、数目相对于数目既非平等亦非不平等,而且这还是在人们既无法说出也无法设想任何居于平等与不平等之间且二者皆非的中介的情况下所作的主张。再者,若存在既非平等亦非不平等的表面,又有何物阻碍人们将圆也设想为既非平等亦非不平等呢?因为圆锥截面的各个表面本身无疑就是圆;如果圆是如此,也必须假定圆的直径既非平等亦非不平等;如果是这样,那么角、三角形、平行四边形、平行六面体以及物体也必须如此。因为如果存在彼此之间既非平等亦非不平等的长度,那么重量、撞击和物体也将是如此。既然他们自己声称下列命题为假,他们又怎敢去责难那些引入虚空、引入不可分之物,或是假定既不运动也不静止这般自相矛盾状态的人呢? “若某些事物彼此不相等,则那些事物彼此不平等;”以及 “这些事物彼此虽不相等,但也并非彼此不平等。” 既然他声称存在某种更大却不超出的东西,那么值得探究的是:它们究竟能否彼此重合?因为如果能够重合,其中一者又如何是更大的?如果不能重合,岂不是必然一者超出而另一者亏欠吗?而由于二者皆不成立,它们就会既因其中一者更大而不能重合,又因其中一者并非更大而能够重合。不捍卫普遍概念的人,必然会陷入此类窘境之中。
- 39μὴ ὑπερέχον δʼ ᾗ μείζονές εἰσιν
中性分词 μὴ ὑπερέχον 作为实质化谓语补足语(“并不存在超出之物”),与前面的不定词宾语从句 τὰς πλευρὰς ... ἀνίσους μὲν εἶναι 相对照。关系从句 ᾗ μείζονές εἰσιν 表范围或方面(“在它们更大的方面”)。
- 39τῷ μήτʼ ἴσας εἶναι μήτʼ ἀνίσους τὰς ἐπιφανείας
带有定冠词 τῷ 的对格不定词结构在此充当表示原因的与格,意为“由于各个表面既非平等亦非不平等这一缘故”,用于解释物体为何被判定为不平等。
- 39τὸ μὲν δὴ νομοθετεῖν ... θαυμαστὴν ἐξουσίαν αὑτῷ τοῦ γράφειν ὅ τι ἂν ἐπίῃ διδόντος ἐστί
句首由冠词引导的长不定词短语 τὸ μὲν δὴ νομοθετεῖν ... συμβαίνειν ἄνισα εἶναι 是全句的主语。谓语动词 ἐστί 搭配表性质的属格 διδόντος,构成“……乃是赋予自身……之人的做法/特权”之结构。
- 39τῷ δὲ μηδέτερον ὑπάρχειν καὶ οὐκ ἐφαρμόσει τῷ μεῖζον εἶναι καὶ ἐφαρμόσει τῷ μὴ μεῖζον εἶναι θάτερον
句首的 τῷ δὲ μηδέτερον ὑπάρχειν 是表示情况或原因的与格结构(“由于两者皆不成立”)。主句中 καὶ οὐκ ἐφαρμόσει 与 καὶ ἐφαρμόσει 形成对称并列,各自带有一个表原因的与格不定词短语(τῷ μεῖζον εἶναι 与 τῷ μὴ μεῖζον εἶναι θάτερον),以此揭示论敌立场的荒谬。
