← 普鲁塔克

论反驳斯多葛派的共同观念

§38

物体无限可分说与不等性概念批判

迪亚杜梅诺斯指出物体无限可分的学说破坏了大小、不等性以及部分多少的普遍概念,并批判了克律西波斯通过否认极端部分既非有限亦非无限所作的狡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

ΔΙΑΔΟΥΜ. καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτʼ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτʼ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλʼ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον.1 οὔτε γὰρ μεῖζον οὔτε ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπʼ ἄπειρον ἀμφοτέροις συμβέβηκεν, ἀλλʼ ἀνισότητος αἴρεται φύσις ἀνίσων γὰρ νοουμένων, τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι· μὴ οὔσης δʼ ἀνισότητος, ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος· ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, τραχύτης δʼ ἀνωμαλία μετὰ σκληρότητος· ὧν οὐδὲν ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπʼ ἄπειρον ἐξάγοντες2 καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον; ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδʼ ὁ κόσμος ἢ ὁ ἄνθρωπος· ἐπʼ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δʼ ἀπείρων οὐδέν ἐστι πλέον οὐδʼ ἔλαττον οὐδʼ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν.3 ΛΑΜΠΡ. Πῶς οὖν ἀμύνονται ταύτας τὰς ἀπορίας; ΔΙΑΔΟΥΜ. εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως λέγει γὰρ ὁ Χρύσιππος "ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον ἐὰν δʼ ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν" φησὶ "τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτʼ ἔκ τινων συνεστάναι καὶ ὁμοίως οὔτʼ ἐξ ὁποσωνοῦν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων." καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτʼ ἔκ τινων οὔτʼ ἐξ ὁποσωνοῦν μερῶν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτω πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτʼ ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν· εἰ δέ, ὡς τὸ μὴ ἴσον εὐθὺς ἄνισον καὶ τὸ μὴ φθαρτὸν ἄφθαρτον, οὕτω τὸ μὴ πεπερασμένον ἄπειρον νοοῦμεν, ὅμοιόν ἐστιν, οἶμαι, τῷ τὸ σῶμα εἶναι μήτʼ ἐκ πεπερασμένων μήτʼ ἐξ ἀπείρων καὶ λόγον εἶναι μήτʼ ἐξ ἀληθῶν λημμάτων μήτʼ ἐκ ψευδῶν μήτʼ ἐξ

迪亚杜梅诺斯:再者,在物体的本性中,既不存在任何极限,也不存在物体的量度所终止的第一者或最终者,而是在所取之物外总有某种显现出来的东西,将底层质料投入无限与不定之中,这同样是违背普遍概念的。因为,如果在部分上推进至无限乃是二者所共有的属性,那么就不能设想一个量度大于或小于另一个量度,反之,不平等的本性本身就被取消了。因为当设想不平等的事物时,一者在最终的部分上较早短缺,而另一者则有差异且超出;若不存在不平等,随之而来的便是物体既无不平滑,也无粗糙。因为不平滑乃是单一表面相对于自身的非均等,而粗糙则是伴随着坚硬的不平滑;那些不将物体终结于最终部分、而是按部分的数量将万物引向无限的人,绝未给这些(不平滑与粗糙)留下任何余地。然而,人由比人的手指更多的部分所构成,宇宙又由比人更多的部分所构成,这难道不是显而易见的吗?除非人们变成斯多亚派,否则所有人皆明了并作此思考;但一旦成为斯多亚派,他们便反其道而言之并持此信念,声称人并不比手指由更多的部分构成,宇宙也不比人由更多的部分构成。因为分割将物体推向无限,而在无限的事物中,既无更多也无更少,数量上也全然不存在超出——否则不及者的诸部分就将停止被分割,并不再从自身提供任意数量的部分。 兰普里亚斯:那么,他们究竟如何抵御这些疑难呢? 迪亚杜梅诺斯:极为巧妙且勇敢!因为克律西波斯说道: “当我们被问及是否具有某些部分、具有多少部分,以及由何种且多少部分组合而成时,我们将运用区分:一方面设定大体上的情形,即我们由头、躯干和四肢组成——因为这正是所探究和疑难的全部内容;但如果他们把提问推进到最终的部分,”他说,“便不应作任何此类假定,而是必须说,它既不由某些特定的部分构成,同样也不由任意数量的部分构成,既非由无限的部分构成,亦非由有限的部分构成。” 我想我用的是他原原本本的字句,以便你能看清他是以何种方式捍卫普遍概念的——他竟吩咐我们将每一个物体都设想为既非由某些部分构成,亦非由任意数量的部分构成,既不由无限的部分构成,亦不由有限的部分构成。因为,如果真像在善与恶之间存在无差别之物一样,在有限与无限之间也存在某种中间状态,那么他就应当讲清这究竟是什么并以此解决疑难;但如果像不等者立刻就是非均等、非可坏者就是不可毁灭一样,我们把非有限者理解为无限,那么我想,一个物体既非由有限部分构成亦非由无限部分构成,这就像一个论证既不由真实的前提构成,也不由虚假的前提构成,也不由……

语法注3 条
  1. 38μήτʼ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτʼ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλʼ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον

    该不定式结构充当承接 παρὰ τὴν ἔννοιάν [ἐστι] 的主语。在 μήτʼ ἄκρον... μηδέν 处省略了 [εἶναι],并与后面的 ἀλλὰ ... ἐμβάλλειν(以中性分词 φαινόμενον 为主语)构成对比并列关系。

  2. 38ὧν οὐδὲν ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπʼ ἄπειρον ἐξάγοντες

    ὧν 为部分属格关系代名词,指代前述的“不平滑”(ἀνωμαλία)、“粗糙”(τραχύτης)或“不平等”(ἀνισότης)。οὐδὲν ἀπολείπουσιν 意为“未留下任何余地/不予认可”。在语境中,主语 οἱ ... περαίνοντες 与后文的 ἀλλὰ ... ἐξάγοντες(反而引向无限者)构成对比,因而表达的是不将物体止于最终极限之人。

  3. 38ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν

    连词 ἤ 带有条件含意,意为“否则/不然”,用以在归谬法中引出一个不可接受的推论。παύσεται 支配补充性分词 μεριζόμενα 和 παρέχοντα,表示“将停止被分割和停止提供”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:38