- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯考察了斯多亚派关于物体完全混合(无虚空的整体穿透)的学说,指出物体成为物体的处所、以及如阿尔克西拉欧斯所讽刺的一滴液体扩散至整个大海乃至全宇宙等推论,均严重违背普遍概念。
ΔΙΑΔΟΥΜ. ἀφέντες οὖν ἤδη τοὺς θεοὺς καὶ προσευξάμενοι κοινὰς φρένας διδόναι καὶ κοινὸν νοῦν, τὰ περὶ στοιχείων πῶς ἔχει αὐτοῖς ἴδωμεν. παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος,1 ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν. οἱ δʼ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν ἐπιφάσκοντες ἐπιλείψειν ἐπιόντι τῷ μεγίστῳ νεανιεύονται, δόγμα ποιούμενοι τὸν ἔλεγχον,2 ὡς ἐν ἄλλοις πολλοῖς, ἅτε δὴ μαχομένας ὑποθέσεις ταῖς ἐννοίαις λαμβάνοντες. αὐτίκα γοῦν τῷ λόγῳ τούτῳ πολλὰ τερατώδη καὶ ἀλλόκοτα προσδέχεσθαι τοὺς τὰ σώματα τοῖς σώμασιν ὅλοις ὅλα κεραννύντας. ὧν ἐστι καὶ τὸ "τὰ τρία τέσσαρα εἶναι·" τουτὶ γὰρ οἱ μὲν ἄλλοι λέγουσιν ἐν ὑπερβολῇ παράδειγμα τῶν ἀδιανοήτων τούτοις δὲ συμβαίνει τὸν ἕνα κύαθον τοῦ οἴνου πρὸς δύο κεραννύμενον ὕδατος, εἰ μέλλει μὴ ἀπολείπειν ἀλλʼ ἐξισοῦσθαι, παράγοντας ἐπὶ πᾶν καὶ διασυγχέοντας ἕνʼ ὄντα δύο ποιεῖν τῇ πρὸς τὰ δύο τῆς κράσεως ἐξισώσει τὸ γὰρ μένειν ἕνα καὶ δυεῖν παρεκτείνειν3 καὶ ποιεῖν ἴσον τῷ διπλασίῳ· ἔτι δʼ, ὅπως ἐξίκηται τῇ κράσει πρὸς τοὺς δύο, δυεῖν λαμβάνειν μέτρον ἐν τῇ διαχύσει, τοῦτο μέτρον ἅμα καὶ τριῶν ἐστι καὶ τεσσάρων· τριῶν μέν, ὅτι τοῖς δύο εἷς μέμικται· τεσσάρων δέ, ὅτι δυσὶ μεμιγμένος ἴσον ἔσχηκε πλῆθος οἷς μίγνυται. τοῦτο δὴ συμβαίνει τὸ καλὸν αὐτοῖς, ἐμβάλλουσιν εἰς σῶμα σώματα, καὶ τὸ τῆς περιοχῆς ἀδιανόητον. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι τὸ δʼ ἐνυπάρχειν οὕτω γὰρ οὐ κρᾶσις ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης τῆς δʼ ἐκτὸς περιεχούσης, τῶν δʼ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλʼ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις τὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν4 θάτερον καὶ μηδʼ ἕτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνειν δʼ ἀμφότερα, τῆς κράσεως διʼ ἀλλήλων διιέναι καὶ μηδὲν ἐπιλείπεσθαι μηδενὸς μόριον ἀλλὰ πᾶν παντὸς ἀναπίμπλασθαι βιαζομένης. ἐνταῦθα δήπου καὶ τὸ θρυλούμενον ἐν ταῖς διατριβαῖς Ἀρκεσιλάου σκέλος ἥκει ταῖς ἀτοπίαις ἐπεμβαῖνον αὐτῶν μετὰ γέλωτος. εἰ γάρ εἰσιν αἱ κράσεις διʼ ὅλων, τί κωλύει, τοῦ σκέλους ἀποκοπέντος καὶ κατασαπέντος καὶ ῥιφέντος εἰς τὴν θάλατταν καὶ διαχυθέντος, οὐ τὸν Ἀντιγόνου μόνον στόλον διεκπλεῖν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλὰ τὰς Ξέρξου χιλίας καὶ διακοσίας καὶ τὰς Ἑλληνικὰς ὁμοῦ τριακοσίας τριήρεις ἐν τῷ σκέλει ναυμαχούσας; οὐ γὰρ ἐπιλείψει δήπουθεν προϊὸν οὐδὲ παύσεται ἐν τῷ μείζονι τοὔλαττον ἢ πέρας ἡ κρᾶσις ἕξει καὶ τὸ τελευταῖον αὐτῆς ἁφὴν ὅπου λήγει ποιησάμενον εἰς ὅλον οὐ δίεισιν ἀλλʼ ἀπαγορεύει μιγνύμενον. εἰ δὲ μεμίξεται διʼ ὅλων, οὐ μὰ Δία τὸ σκέλος ἐνναυμαχῆσαι παρέξει τοῖς Ἕλλησιν· ἀλλὰ τοῦτο μὲν δεῖται σήψεως καὶ μεταβολῆς· εἷς δέ τις κύαθος ἢ μία σταγὼν αὐτόθεν εἰς τὸ Αἰγαῖον ἐμπεσοῦσα πέλαγος ἢ τὸ Κρητικὸν ἐφίξεται τοῦ Ὠκεανοῦ καὶ τῆς Ἀτλαντικῆς θαλάσσης, οὐκ ἐπιπολῆς ψαύουσα τῆς ἐπιφανείας ἀλλὰ πάντῃ διὰ βάθους εἰς πλάτος ὁμοῦ καὶ μῆκος ἀναχεομένη. καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων "οὐδὲν ἀπέχειν φάμενος οἴνου σταλαγμὸν ἕνα κεράσαι τὴν θάλατταν·" καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, "εἰς ὅλον φησὶ τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν" ὧν οὐκ οἶδα τί ἂν ἀτοπώτερον φανείη.
迪亚杜梅诺斯:那么,我们现在且把诸神置于一旁,并祈求他们赐予我们通达的理智与健全的心智,来看一看他们在元素方面的主张究竟如何。身体成为身体的处所,并且身体穿透身体而行,二者皆不含虚空,而是充实者渗入充实者之中,且由于其连续性而在自身内部既无间隙也无空间的事物接纳了混合进来的事物,这乃是违背普遍概念的。然而他们不仅把一推入一,也不仅把二、三或十推入〔一〕,而是把粉碎后的宇宙之所有部分投入到他们碰巧遇见的任何一个单一事物之中,并且放言宣称即使最小的可感知物在最大者来临时也不会匮乏不支;如同在许多其他事情上一样,他们既然采取了与普遍概念相冲突的假定,便狂妄地将驳斥本身变成了自己的教义。无论如何,根据这一理论,那些主张物体与物体整体与整体相混合的人,立刻就会接受许多荒诞离奇之事。其中之一便是“三等于四”。因为其他人只是夸张地将此作为不可思议之事的例证,而在他们这里,当一勺酒与两勺水混合时,若要不发生短缺而是达到均等,他们通过将其延展到一切部分并彻底混同,便通过混合与二者的均等化,使原本为一者变成了二。因为它在保持为一的同时,又沿着二延展并变得与加倍者相等;再者,为了在混合中达于那二者,它在扩散中取得了二的度量,而这个度量同时既是三的度量,又是四的度量:说是三,是因为一与二混合了;说是四,是因为它与二混合后获得了与其所混合之物相等的数量。当他们把诸物体投入物体中时,确实招致了这样美妙的后果,以及关于包容的不可思议之事。因为在通过混合而彼此穿透时,必然不能是一方包容而另一方被包容,也不是一方接纳而另一方居于其中;因为那样就不是混合,而仅仅是表面的相接与触碰,一方钻入内部,另一方包容于外部,而其余部分则未混合而纯净地存留于其间。相反,若真如他们所主张的那样发生完全混合,被混合的事物必然互存于彼此之中,并且同一事物在因居于其中而被包容的同时,又因接纳而包容另一方;虽然这两者皆不可能,却必须同时发生,因为混合强行要求彼此穿透,任何事物的任何部分都不可短缺,而是整体被整体所充满。在这里,阿尔克西拉欧斯在学园讲论中广为人知的“腿”显然带着嘲笑前来践踏他们的荒谬了。因为如果混合是贯穿整体的,那么当一条腿被切断、腐烂、投入大海并扩散开来时,有什么能阻止不仅像阿尔克西拉欧斯所说的那样安提柯的舰队从中穿航,而且更有薛西斯的一千二百艘与希腊的三百艘三列桨座战船一同在这条腿里进行海战呢?因为在推进过程中,较小者绝不会匮乏,也不会在较大者之中终止;否则混合就会有界限,其末端在终止之处形成触碰,便不能穿透整体,而在混合中半途而废。但若它真要贯穿整体地混合,凭宙斯起誓,那不仅是这条腿会为希腊人提供海战场所;这腿尚且需要腐烂和转化,而哪怕单独的一勺或一滴酒直接落入爱琴海或克里特海,也会达于大洋与大西洋,它不仅是浮浅地触碰表面,而是在深度、广度与长度上全面扩散开来。克律西波斯在《自然学论究》第一卷中便直截了当地承认了这些,宣称“一滴酒混合大海毫无阻碍”;并且为了让我们对此休要大惊小怪,他说“这一滴酒将通过混合延伸至整个宇宙”。对于这些,我不知道还能有什么显得更为荒谬。
- 37κενὸν μηδετέρου περιέχοντος
独立属格结构,主语为 μηδετέρου(二者皆不),分词为 περιέχοντος。否定词使用 μή,反映出该结构从属于由 παρὰ τὴν ἔννοιάν ἐστι 所支配的条件性/伴随性不定式小句。
- 37δόγμα ποιούμενοι τὸν ἔλεγχον
双重宾格结构,ποιούμενοι 的直接宾语为 τὸν ἔλεγχον(驳斥、反证),补足语宾格为 δόγμα(教条、信条),意即把本应构成驳斥的荒谬推论反过来当作自己的学说。
- 37δυεῖν παρεκτείνειν
动词 παρεκτείνειν 作不及物动词使用(或省略反身代词 ἑαυτόν),支配双数形式 δυεῖν 作伴随或延展标准的与格/属格,意为“(原本为一的酒)沿着二延展”。
- 37τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν
带冠词不定式的与格 τῷ ἐνυπάρχειν 和 τῷ δέχεσθαι 分别作为方式/手段与格,修饰其后的被动不定式 περιέχεσθαι 和主动不定式 περιέχειν,构成“因居于其中而被包容,因接纳而包容”的悖论结构。
