← 普鲁塔克

论反驳斯多葛派的共同观念

§34-36

斯多亚学派关于恶的根源与宇宙论的矛盾

迪亚杜梅诺斯指出斯多亚学派将本善的神立为诸恶的始基,并将世间一切恶行归咎于神,进而批判其认为宇宙种子在大火时膨胀的自然学说,以及主张单一实体上可共存多个独具个别性质之物的本体论谬说,皆公然违背普遍概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

ΔΙΑΔΟΥΜ. οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς "ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τὰ λίαν ἀγαθὰ" δυσκολαίνουσι. τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. "οὐ γὰρ ἥ γʼ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε." κινεῖ δʼ αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν. ὥστʼ ἀνάγκη τὸ κακόν, εἰ μὲν διʼ οὐδέν, ἐκ τοῦ μὴ ὄντος· εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν.1 καὶ γὰρ εἰ μὲν οἴονται τὸν Δία μὴ κρατεῖν τῶν ἑαυτοῦ μερῶν μηδὲ χρῆσθαι κατὰ τὸν αὑτοῦ λόγον ἑκάστῳ; παρὰ τὴν ἔννοιαν λέγουσι καὶ πλάττουσι ζῷον, οὗ πολλὰ τῶν μορίων ἐκφεύγει τὴν βούλησιν, ἰδίαις ἐνεργείαις χρώμενα καὶ πράξεσιν, αἷς τὸ ὅλον ὁρμὴν οὐ δίδωσιν οὐδὲ κατάρχει κινήσεως. οὕτω γὰρ κακῶς οὐδὲν συντέτακται τῶν ψυχὴν ἐχόντων, ὥστʼ ἀβουλοῦντος αὐτοῦ προϊέναι πόδας ἢ φθέγγεσθαι γλῶτταν ἢ κέρα κυρίττειν ἢ δάκνειν ὀδόντας· ὧν ἀνάγκη τὰ πλεῖστα πάσχειν τὸν θεόν, εἰ παρὰ τὴν βούλησιν αὐτοῦ μέρη ὄντες οἱ φαῦλοι ψεύδονται καὶ ῥᾳδιουργοῦσι καὶ τοιχωρυχοῦσι καὶ ἀποκτιννύουσιν ἀλλήλους. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστον ἔστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλʼ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖσθαι πέφυκεν, ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν "ὅδʼ αὖτʼ ἐκείνου φθόγγος ἐξωλέστερος." ἑ μυριάκις γὰρ ἦν ἐπιεικέστερον ἀσθενείᾳ καὶ ἀδυναμίᾳ τοῦ Διὸς ἐκβιαζόμενα τὰ μέρη πολλὰ δρᾶν ἄτοπα παρὰ τὴν ἐκείνου φύσιν καὶ βούλησιν, ἢ μήτʼ ἀκρασίαν εἶναι μήτε κακουργίαν, ἧς οὐκ ἔστιν ὁ Ζεὺς αἴτιος. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.2

迪亚杜梅诺斯:然而最可怕之处还不在于此;相反,当米南德戏剧性地说道: “人间诸般灾祸之至大始基, 乃是过度之善物”他们对此深表不满,认为这违背了普遍概念。然而他们自己却把本为善的神树立为恶的始基。“因为质料本身并没有从自身产生恶;因为它是无性质的,它所接受的一切差异,都是由运动它、塑造它的主体赋予的。”而且内在的理则运动并塑造着质料,因为质料在本性上既不能运动自身,也不能塑造自身。因此,恶若是毫无缘由,便必然来自非存在;若是因为运动的原初本原,便必然是出于神而生成的。因为如果他们认为宙斯不能支配自己的各个部分,也不能依照自己的理则使用每一部分,他们所言就违背了普遍概念,并且虚构出了这样一种生物:它的许多肢体逃脱了意志的掌控,行使着整体既未赋予冲动也未始动其运动的私自活动与行为。因为在具有灵魂的事物中,没有任何一个是如此拙劣地构成的,以至于违背其意愿,脚自往前行、舌自发声音、角自去顶撞、牙自去咬噬;而如果卑鄙之人身为神的部分,却违背神的意志而说谎、行恶、穿墙作贼、彼此杀戮,那么神就必然承受大部分这类的错乱。反之,若真如克律西波斯所言,各部分哪怕极微小的存在也不可能不依照宙斯的意志,而一切有生命之物生来就是由他引导、由他扭转、由他维系和处置,从而被如此维系和如此运动的,那么: “这一声言论,反倒比前一种更为灾难深重。” 因为比起既没有任何放纵也没有任何邪恶不是以宙斯为肇因,诸部分受制于宙斯的软弱与无能而在违背其本性与意志的情况下做出许多荒谬之事,本要合情理万倍。再者,至于声称宇宙是一座城邦而群星是公民,若果真如此,显然还有部族成员与执政官,太阳是议员,暮星是轮值主席或市容官——我真担心这反倒证明驳斥此类谬论的人,比起提出并阐明它们的人来显得更为荒唐。

§35

ΔΙΑΔΟΥΜ. ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρʼ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδʼ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλʼ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν, ἔρνος ἢ βάτου ἢ δρυὸς ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, καί φασιν "τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ "σπείρασιν" ὠνομάσθαι,3 τὴν δὲ "φύσιν" ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπʼ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν. ἀλλὰ τοῦ τε κόσμου πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον ἐκ βραχυτέρου σώματος καὶ ὄγκου, φύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δʼ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης."

迪亚杜梅诺斯:但在他们所谓偏于自然哲学的学说中,种子竟然比由它生成的事物更丰富、更庞大,这难道不违背普遍概念吗?无论如何,我们看到自然在一切动物与植物中,无论驯良还是野生,都是取极微小、贫弱、几乎肉眼难见的始基来生成最庞大的事物。因为它不仅从一粒麦子中产生麦穗,从葡萄籽中产生葡萄藤,而且从鸟儿遗落的橡子胚芽中,如同从一粒微小的火星引燃并扇旺生成的过程,长出荆棘、橡树、棕榈或松树极其耸拔的枝干;他们说:“种子之所以得名,是因为由大量卷缩为微小的体积,而自然则是内在吹入,是被它展开和解开的理则或数目的扩散。”然而在宇宙的情形中,他们声称是种子的火——在大火之后把宇宙从较小的物体和体积转变为种子,具有庞大的本性,并额外占据了因其膨胀而侵入的浩瀚虚空之境——但当宇宙再次生成时,其体积便退缩并聚拢坍缩,质料在生成过程中沉落并收聚于自身之内。

§36

ΔΙΑΔΟΥΜ. ἀκοῦσαι τοίνυν ἔστιν αὐτῶν καὶ γράμμασιν ἐντυχεῖν πολλοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς διαφερομένων καὶ βοώντων, ὡς "πάντα πράγματα συγχέουσι ταῖς ἀπαραλλαξίαις, ἐπὶ δυεῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι4" καίτοι τοῦτο μὲν οὐκ ἔστιν ὅστις ἀνθρώπων οὐ διανοεῖται, καὶ τοὐναντίον οἴεται θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρὸς ἢ σύκῳ τὸ τοῦ λόγου σῦκον ἐν τῷ παντὶ χρόνῳ γέγονεν ἀπαράλλακτον. ἐκεῖνα δʼ ὄντως παρὰ τὴν ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν, "ἐπὶ μιᾶς οὐσίας δύʼ ἰδίως; γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους." εἰ γὰρ δύο, καὶ τρεῖς καὶ τέτταρες ἔσονται καὶ πέντε καὶ ὅσους οὐκ ἄν τις εἴποι περὶ μίαν οὐσίαν· λέγω δʼ οὐκ ἐν μέρεσι διαφόροις, ἀλλὰ πάντας ὁμοίως περὶ ὅλην τοὺς ἀπείρους. λέγει γοῦν Χρύσιππος "ἐοικέναι τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἐκπύρωσις γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν ἀναχωρεῖν ἐπὶ τὴν πρόνοιαν, εἶθʼ ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους"

迪亚杜梅诺斯:不仅如此,人们还可以听到他们并从其诸多著作中读到,他们与学园派争辩并高喊:“他们用无差别性混淆了所有事物,强行让一个单一的性质加于两个实体之上。”然而,世上没有人不这样认为,反而会觉得如果在所有时间里,从未有鸽子与鸽子、蜜蜂与蜜蜂、麦粒与麦粒、或者俗话说的无花果与无花果彼此无差别,那才是不可思议而反常的。真正违背普遍概念的,是这些人所主张和虚构的说法:“在单一的实体之上生成两个独具个别性质的事物;而拥有一个独具个别性质事物的同一实体,在另一个来临时,同样接受并保存两者。”因为如果可以是两个,那么围绕单一实体也将会有三个、四个、五个以及人们所能说出的任意多个——我说的不是在不同部分中,而是所有无限多个事物对于整体都同样如此。克律西波斯无论如何说道:“宙斯与宇宙类似于人,而摄理类似于灵魂;因此,每当大火发生时,宙斯作为诸神中唯一不朽者退回到摄理之中,随后二者合而为一,在以太的单一实体上共同常存。”

语法注4 条
  1. 34ὥστʼ ἀνάγκη τὸ κακόν, εἰ μὲν διʼ οὐδέν, ἐκ τοῦ μὴ ὄντος· εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν.

    在依赖于主句不定式 ἀνάγκη ... ὑπάρχειν 的二选一条件从句中的省略结构。前一分支为“如果毫无原因[而存在],[恶必然]作为出于非存在生成者而存在”;后一分支为“如果是由于运动的本原,[恶必然作为]出于神生成者[而存在]”。作者以此二难推论紧扣斯多亚派关于质料无性质而能动理则塑造一切的前提,推导出神为恶的始基。

  2. 34οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.

    οὐκ οἶδα μή 后接直陈式现在时 ἀποδείκνυσιν 的惯用句式。在古典及后古典希腊语中,οὐκ οἶδα μή 接直陈式常表达一种委婉的肯定判断或担忧(“我真担心……恐怕……”)。此处带有反讽意味,指认真去驳斥这些荒诞宇宙政治隐喻的人,甚至可能显得比提出这些观点的斯多亚派还要荒谬可笑。

  3. 35τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ "σπείρασιν" ὠνομάσθαι

    由 φασίν 统摄的“宾格加不定式”结构。宾格主语是 τὸ σπέρμα,动词为完成时被动不定式 ὠνομάσθαι(被命名为),表语宾格为 τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ σπείρασιν。此处引用了斯多亚派特有的民间词源学解释,将 σπέρμα(种子)与 σπείρασις(由大体积向小体积的卷缩/盘绕,源自 σπεῖρα)相联系。

  4. 36ἐπὶ δυεῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι

    斯多亚派本体论专业术语。οὐσία 指作为基质(ὑποκείμενον)的“实体/原初质料”,ποιός 指具备性质的实体。学园派主张两个实体在性质上可以完全无差别(ἀπαραλλαξία),而斯多亚派攻击这一观点是“强行在两个实体上安插同一个有性质者”。该表达与下文斯多亚派自身主张在单一实体上存在两个“独具个别性质者”(ἰδίως ποιοί)形成尖锐对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:34-36