- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:32-33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯指出斯多亚派既斥责伊壁鸠鲁否定摄理却又将神贬为无差别之物的赐予者,并驳斥了智者在德性与幸福上等同于宙斯的教义,表明这与神之至善统治下全人类的极度不幸完全自相矛盾。
ΔΙΑΔΟΥΜ. καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν πραγμάτων1 "ἰοὺ, ἰού, φεῦ, φεῦ" βοῶντες, ὡς συγχέοντα τὴν τῶν θεῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας· "οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν·" ὅπερ ἀληθές ἐστιν. εἰ δʼ ἀναιροῦσι τὴν περὶ θεοῦ πρόληψιν οἱ μὴ ἀπολείποντες πρόνοιαν, τί ποιοῦσιν οἱ προνοεῖν μὲν ἡμῶν τοὺς θεοὺς λέγοντες μὴ ὠφελεῖν δʼ ἡμᾶς μηδʼ "ἀγαθῶν εἶναι δωτῆρας" ἀλλʼ ἀδιαφόρων, ἀρετὴν μὲν μὴ διδόντας πλοῦτον δὲ καὶ ὑγίειαν καὶ τέκνων γενέσεις καὶ τὰ τοιαῦτα διδόντας, ὧν οὐδὲν ὠφέλιμον οὐδὲ λυσιτελὲς οὐδʼ αἱρετὸν οὐδὲ συμφέρον ἐστίν; ἢ ἐκεῖνοι μὲν οὐκ ἀναιροῦσι τὰς περὶ θεῶν ἐννοίας, οὗτοι δὲ καὶ περιυβρίζουσι καὶ χλευάζουσιν, Ἐπικάρπιόν τινα θεὸν εἶναι λέγοντες καὶ Γενέθλιον καὶ Παιᾶνα καὶ Μαντικόν, οὐκ ὄντος ἀγαθοῦ τῆς ὑγιείας καὶ τῆς γενέσεως οὐδὲ τῆς πολυκαρπίας ἀλλʼ ἀδιαφόρων καὶ ἀνωφελῶν τοῖς λαμβάνουσι;
迪亚杜梅诺斯:再者,他们自己对伊壁鸠鲁可以说是穷尽手段加以斥责,大喊“痛哉,痛哉!悲夫,悲夫!”,指责他废除摄理从而混淆了对神灵的预见概念:“因为神不仅被预先领会和构想为不朽与至福的,而且被构想为仁爱、眷顾与施益的”——这确实是真实的。然而,如果说那些不承认摄理的人废除了对神灵的预见,那么那些声称神眷顾我们、却既不益于我们也不是“善物之赐予者”的人,又算是在做什么呢?他们声称神只赐予无差别的事物,不赐予德性,却赐予财富、健康、子女降生之类的事物,而这些事物中没有一样是施益的、有利的、值得选择的或有益处的。难道不是前者并未真正废除对诸神的概念,而后者反倒是在侮辱和嘲弄神灵吗?因为他们称某位神为“丰收之神” “诞生之神”“医治之神”和“预言之神”,可健康、出生与丰产却算不得善物,对于接受者而言不过是无差别且无益之物。
ΔΙΑΔΟΥΜ. τὸ τρίτον τοίνυν τῆς περὶ θεῶν ἐννοίας ἐστὶ μηδενὶ τοσοῦτον τοὺς θεοὺς τῶν ἀνθρώπων διαφέρειν, ὅσον εὐδαιμονίᾳ καὶ ἀρετῇ διαφέρουσιν. ἀλλὰ κατὰ Χρύσιππον οὐδὲ τοῦτο περίεστιν αὐτοῖς "ἀρετῇ τε γὰρ οὐχ ὑπερέχειν τὸν Δία τοῦ Δίωνος ὠφελεῖσθαὶ θʼ ὁμοίως ὑπʼ ἀλλήλων τὸν Δία καὶ τὸν Δίωνα, σοφοὺς ὄντας, ὅταν ἕτερος θατέρου τυγχάνῃ κινουμένου2" τοῦτο γάρ ἐστιν ὃ καὶ παρὰ θεῶν ἀνθρώποις ἀγαθὸν ὑπάρχει καὶ θεοῖς παρʼ ἀνθρώπων, σοφῶν κινουμένου, ἄλλο δʼ οὔκ. ἀρετῇ δὲ μὴ ἀπολειπόμενον ἄνθρωπον οὐδὲν ἀποδεῖν εὐδαιμονίας λέγουσιν, ἀλλʼ ἐπίσης εἶναι μακάριον τῷ Διὶ τῷ σωτῆρι τὸν ἀτυχῆ, διὰ νόσους καὶ πηρώσεις σώματος ἐξάγοντα τοῦ ζῆν ἑαυτόν, εἴπερ εἴη σοφός. ἔστι δʼ οὗτος οὐδαμοῦ γῆς οὐδὲ γέγονεν· ἄπλετοι δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες3 ἐπʼ ἄκρον ἐν τῇ τοῦ Διὸς πολιτείᾳ καὶ ἀρχῇ τὴν ἀρίστην ἐχούσῃ διοίκησιν. καίτοι τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν ἤ, τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος, ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν;4 εἰ γοῦν, ὃ μηδὲ θέμις ἐστὶν εἰπεῖν, ἐθελήσειε μὴ Σωτὴρ μηδὲ Μειλίχιος εἶναι μηδʼ Ἀλεξίκακος, ἀλλὰ τἀναντία τῶν καλῶν τούτων προσηγοριῶν, οὐδὲν ἔστι προσθεῖναι τοῖς οὖσι κακὸν οὔτʼ εἰς πλῆθος οὔτʼ εἰς μέγεθος ὡς οὗτοι λέγουσι, πάντων ἀνθρώπων ἐπʼ ἄκρον ἀθλίως καὶ μοχθηρῶς βιούντων καὶ μηδὲ τῆς κακίας ἐπίδοσιν μηδʼ ὑπερβολὴν τῆς κακοδαιμονίας δεχομένης.
迪亚杜梅诺斯:那么,关于神灵概念的第三点,就是神与人之间的差异,莫过于在幸福和德性上的差异。然而按照克律西波斯的说法,就连这一点也不再为诸神所独有:“因为在德性上宙斯并不超越狄翁,而且作为智者的宙斯与狄翁,当一方遇上另一方的动作时,彼此受到同样的益处。”因为这正是从神到人、以及从人到神所实存的唯一善物,即智者的活动,除此别无他物。他们还声称,在德性上不落后的人在幸福上也毫无匮乏,甚至一个因疾病与肢体残疾而自行了断性命的不幸者,只要他是智者,就与救主宙斯同等至福。然而,这样的智者在世上无处可寻,也从未存在过;相反,在享有至善管理的宙斯的城邦与统治之下,却有无数世人陷于极度的不幸之中。可是,比起宙斯施以至善的统治而我们却落得至恶的境遇,还有什么能更加违背普遍概念呢?如果——哪怕说出这种话都是大不敬的——他决意不作“救主”,不作“慈惠之神”,也不作“祛邪之神”,而是成为这些美好称号的反面,按照这些人的说法,在现有的恶之上也无法在数量上或程度上再增添分毫了,因为所有人本就已经在极度的悲惨与邪恶中生活,恶行再无增扩的余地,不幸也已达到了极点。
- 32οὐδὲν ἀπολείπουσι τῶν πραγμάτων
意为“穷尽一切手段 / 毫不留情”的惯用表达。搭配部分属格 τῶν πραγμάτων,形象地表达了斯多亚派在攻击伊壁鸠鲁时不遗余力、极尽斥责的态度。
- 33ὅταν ἕτερος θατέρου τυγχάνῃ κινουμένου
动词 τυγχάνω 后接属格宾语(θατέρου)及分词(κινουμένου),意为“当一方遇到另一方在动作(活动)时”。在斯多亚派的物理学与伦理学中,德性行为被视为灵魂的“运动(κίνησις)”,智者之间的相遇与互动由此构成彼此获益的机制。
- 33ἄπλετοι δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες
此处为缺乏主要限定动词的破格构式(anacoluthon)或语义一致(constructio ad sensum)。阳性复数分词 κακοδαιμονοῦντες 在意义上呼应了由阴性名词 μυριάδες 所指代的人群,有力地凸显了与前述虚构智者相对立的、全人类普遍深陷极度不幸的现实。
- 33τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος, ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν
在比较连词 ἤ 之后,独立属格短语(τοῦ Διὸς... διοικοῦντος)与带不定式的宾格结构(ἡμᾶς... πράσσειν)形成了鲜明的对照并列。它们共同作为 τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν 的主语性内容,突显了斯多亚派主张“宙斯施以至善统治”与“世人处于至恶境地”之间的教义悖论。
