← 普鲁塔克

论反驳斯多葛派的共同观念

§31

批判斯多亚派关于众神可灭与大火的观点

迪亚杜梅诺斯将论题从逻辑学转向物理学,批评斯多亚派颠覆了神明不可毁灭的普遍常理概念,指出他们声称除宙斯之外的一切神灵皆将在大火中毁灭,甚至令星辰神祇协作走向自身的毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

ΔΙΑΔΟΥΜ. ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων.1 ἐπεὶ τοίνυν "Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δʼ ἐκ πάντα τέτυκται" ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν ἐννοίας, εἴ τι ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, μεθέντας γʼ ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον. "οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλʼ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη." οἱ δʼ ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, ὡς ἁπλῶς εἰπεῖν, ἔννοιαν ὑγιᾶ καὶ ἀκέραιον ἀπολελοίπασι. τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; ἢ τί ἐν ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα "τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα" καί "ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων" καὶ τὸ "κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι πόνων τʼ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος;" καὶ ἴσως ἐντύχοι τις ἂν ἔθνεσι βαρβάροις καὶ ἀγρίοις θεὸν μὴ νοοῦσι, θεὸν δὲ νοῶν μὴ νοῶν δʼ ἄφθαρτον μηδʼ ἀίδιον, ἄνθρωπος; οὐδὲ εἷς γέγονεν. οἱ γοῦν ἄθεοι προσαγορευθέντες οὗτοι, Θεόδωροι καὶ Διαγόραι καὶ Ἵππωνες, οὐκ ἐτόλμησαν εἰπεῖν τὸ θεῖον ὅτι φθαρτόν ἐστιν, ἀλλʼ οὐκ ἐπίστευσαν ὡς ἔστι τι ἄφθαρτον τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες.2 ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανὸν τὴν γῆν τὸν ἀέρα τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον3 ἀσθενείᾳ γάρ τινι καὶ τὸ μεταβάλλον εἰς ἕτερον φθείρεται καὶ τὸ τοῖς ἄλλοις εἰς ἑαυτὸ φθειρομένοις τρεφόμενον σῴζεται. ταῦτα δʼ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν παρὰ τὴν ἔννοιαν, ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι μᾶλλον δʼ οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἢ γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς· ἢ γὰρ ἀθάνατον εἶναι φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε θνητὸν εἶναι μήτε ἀθάνατον. ὧν οὐκ ἔστιν οὐδὲ πλάττοντας ἐξεπίτηδες ἕτερα παρὰ τὴν κοινὴν ἔννοιαν ὑπερβάλλειν τὴν ἀτοπίαν· λέγω δὲ τοὺς ἄλλους· ἐπεὶ τούτοις γε τῶν ἀτοπωτάτων οὐδὲν ἄρρητον οὐδʼ ἀνεπιχείρητόν ἐστι παρειμένον. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει, λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιῶσαι πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτὸν ἀλλʼ ὅτι οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντὲς τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως4 ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἔστι τὸ σπεύδειν ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.

迪亚杜梅诺斯:但是,为了不使这些问题显得包含过于纯逻辑的困难,我们还是转向更为物理性的议题吧。既然正如他们自己所言: “宙斯是始,宙斯居中,万物皆由宙斯而成,”那么,如果关于神灵的概念中产生了任何混乱或偏差,理应首先予以医治,将其引向最善之途加以纠正;若非如此,至少也当任由人们根据法律和习俗对神性所持的原样放任不管。 “因为这些绝非起于今日或昨日,而是恒常 长存,无人知晓其始现于何时。” 然而,他们却仿佛从炉灶之神开始撼动关于神灵之信仰的确立与祖传秩序,直截了当地说,未曾留下任何健全与完整的概念。因为世人之中,究竟还有谁,或曾有谁,不认为神性是不朽且永恒的呢?或者,在关于神灵的普遍预见中,还有什么比以下诗句得到更为公认的赞颂呢: “诸福神终日于其中欢愉,”以及: “不死之诸神与行走大地的世人,”还有: “彼等无病亦无衰老, 不经辛劳,已然避过阿刻戎河 那波涛轰鸣的渡口。” 或许人们可能会遇到没有神明概念的野蛮部族,但构想了神明却不构想其为不朽与永恒的人,自古以来未曾有一人。即使那些被称为无神论者的人,如狄奥多洛、狄阿戈拉与希波之流,也不曾胆敢断言神性是可朽的,他们只是不相信存在任何不朽之物,在不承认不朽之物之实存的同时,仍保留了对神的预见概念。然而克律西波斯与克莱安忒斯,在言论上可以说是用神灵填满了天、地、气、海,却在这众多神明之中,未留下任何一个是不可毁灭或永恒的,唯独宙斯一人除外,他们将所有其余神灵全都消解于宙斯之内;以至于在这位宙斯身上,甚至具有了“施加毁灭”的属性,而这绝不比“承受毁灭”更为体面。因为出于某种软弱,转化为他物之物才会毁灭,靠吸收毁灭入自身之他物为养料之物也才得以保全。而且,我们并不是像对待许多其他荒谬之事那样,通过推理得出其假说包含这些结论并随其教义而生,而是他们自己在论《诸神》《摄理》《命运》与《自然》的著作中大声疾呼,明文宣称所有其他神灵皆是有始而生且终将被火毁灭的,按照他们的说法,它们宛如蜡制或锡制之物一般融化消解。因此,正如人是不死的悖于常理一样,神是必死的同样悖于常理概念;而且我实在看不出,倘若神也是一种理性的、可毁灭的动物,神与人之间究竟还会有何区别。如果他们转而抛出那条聪明绝妙的托词,主张人是“必死的”,而神“非必死”却是“可毁灭的”,且看随之降临于他们身上的后果:他们要么声称神同时既是不死又是可毁灭的,要么声称神既非必死亦非不死。即便有人故意编造其他悖于普遍概念的荒谬言论,也不可能超越这些说法的荒唐程度——我说的是其他常人,因为对这些人而言,最荒诞的论调中绝无任何一种未被道出或未被尝试而遭遗弃的。再者,克莱安忒斯在大火论的论战中宣称,太阳将月亮与其余星辰全都同化于自身,并将其转化为自身。但是,既然作为神灵的星辰竟然协同太阳促成自身的毁灭,对大火有所贡献,那么,对于那些依本性急于奔向自身灭亡与消除之物,我们若向其祈求拯救并奉其为人类的救主,岂非是极大的笑柄吗?

语法注4 条
  1. 31ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων

    μὴ δοκῇ 引导带有预防/目的性质的否定从句(“以免这些显得……”),从属于主句中表示劝勉的第一人称虚拟式 ἁψώμεθα(“让我们着手于……”)。此乃典型的转换论题的过渡句式。

  2. 31τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες

    用于对比无神论者态度的两个分词短语。在此哲学语境中,τὴν ὕπαρξιν μὴ ἀπολείποντες 意为“不承认/不赋予(不朽之物的)实际存在”,与后半句“保留对神固有之概念预见(πρόληψις)”形成对照。

  3. 31ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον

    由 ὥστε 带不定词构成的结果从句。名词化不定词 τὸ φθείρειν(“毁灭他物/施灭”)为主语,谓语形容词 μὴ ἐπιεικέστερον(“不比……更为体面”)支配比较属格 τοῦ φθείρεσθαι(“被毁灭/受灭”)。

  4. 31ἀλλʼ ὅτι οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντὲς τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως

    句首的 ὅτι 引导陈述事实或原因的从句,连接主句 πολὺς ἂν εἴη γέλως(“将是一个极大的笑柄”),在语势上呈现出轻微的破格结构。借由指出星辰诸神协力促成自我灭亡这一事实,凸显出向其祈求拯救的荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:31