- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批判了斯多亚派关于结合了宇宙与虚空的“全体”的学说,指出其将全体规定为既非物体亦非非物体、既不运动亦非静止、既非完全亦非不完全,实质上是将全体等同于“无”。
ΔΙΑΔΟΥΜ. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιὰν ἐστιν εἶναι μέν τι μὴ ὂν δʼ εἶναι, καὶ εἶναι μὲν οὐκ ὄντα δʼ εἶναι, λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον.1 κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτʼ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν,2 τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. ἀλλʼ οὐδʼ ἐν τόπῳ ἔσται· σῶμα γὰρ δήπου τὸ ἐπέχον τόπον, οὐ σῶμα δὲ τὸ πᾶν, ὥστʼ οὐδαμοῦ τὸ πᾶν. καὶ μὴν ᾧ τὸν αὐτὸν ἐπέχειν τόπον συμβέβηκε, τοῦτο τὸ μένον· ὥστʼ οὐ μένει τὸ πᾶν οὐ γὰρ ἐπέχει τόπον. ἀλλʼ οὐδὲ κινεῖται πρῶτον ὅτι καὶ τῷ κινουμένῳ τόπου δεῖ καὶ χώρας ὑποκειμένης, ἔπειθʼ ὅτι τὸ κινούμενον ἢ αὑτὸ κινεῖν ἢ ὑφʼ ἑτέρου πάσχειν πέφυκε· τὸ μὲν οὖν ὑφʼ ἑαυτοῦ κινούμενον ἔχει τινὰς νεύσεις ἐξ ἑαυτοῦ καὶ ῥοπὰς κατὰ βάρος ἢ κουφότητα κουφότης δὲ καὶ βάρος ἤτοι σχέσεις τινὲς ἢ δυνάμεις εἰσὶν ἢ διαφοραὶ πάντως σώματος τὸ δὲ πᾶν οὐ σῶμά ἐστιν· ὥστʼ ἀνάγκη μήτε βαρὺ μήτε κοῦφον εἶναι τὸ πᾶν μηδʼ ἔχειν ἐξ ἑαυτοῦ κινήσεως ἀρχήν. ἀλλὰ μὴν οὐδʼ ὑφʼ ἑτέρου κινήσεται τὸ πᾶν· ἕτερον γὰρ οὐδέν ἐστι τοῦ παντός· ὥστʼ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον. ὅλως δέ, ἐπεὶ τὸ λέγειν σῶμα τὸ πᾶν μηδʼ δέον ἐστὶ κατʼ αὐτούς, σῶμα δʼ οὐρανὸς καὶ γῆ καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι καὶ λίθοι τὸ μὴ ὂν σῶμα σώματα μέρη ἕξει καὶ τοῦ μὴ ὄντος μέρη ὄντα ἔσται καὶ τὸ μὴ βαρὺ χρήσεται βαρέσι μορίοις καὶ κούφοις τὸ μὴ κοῦφον ὧν οὐδʼ ὀνείρατα λαβεῖν μᾶλλον ἔστι παρὰ τὰς κοινὰς ἐννοίας. καὶ μὴν οὕτως οὐδὲν ἐναργές ἐστι καὶ τῶν κοινῶν ἐχόμενον ἐννοιῶν ὡς τό, εἴ τι μὴ ἔμψυχόν ἐστιν, ἐκεῖνο ἄψυχον εἶναι· καὶ πάλιν, εἴ τι μὴ ἄψυχον, ἐκεῖνο ἔμψυχον εἶναι· καὶ ταύτην οὖν ἀνατρέπουσι τὴν ἐνάργειαν, οὕτω τὸ πᾶν ὁμολογοῦντες μήτʼ ἔμψυχον εἶναι μήτʼ ἄψυχον. ἄνευ δὲ τούτων, ἀτελὲς μὲν οὐδεὶς νοεῖ τὸ πᾶν, οὗ γε δὴ μηδὲν μέρος ἄπεστιν οὗτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπʼ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατʼ αὐτούς, ὃ μήτʼ ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔτʼ ὅλον, ὡς αὐτοὶ λέγουσι· τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι,3 τὸ δὲ πᾶν διʼ ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτʼ ἄλλου τὸ πᾶν ἀλλʼ οὐδʼ ἑαυτοῦ ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται. φέρε τοίνυν πάντας ἀνθρώπους ἐρωτᾶσθαι, τί νοοῦσι τὸ μηδὲν καί τίνα τοῦ ἐπίνοιαν λαμβάνουσιν ἆρʼ οὐκ ἂν εἴποιεν, ὡς τὸ μήτʼ αἴτιον ὑπάρχον μήτʼ αἴτιον ἔχον μήθʼ ὅλον μήτε μέρος μήτε τέλειον μήτʼ ἀτελὲς μήτʼ ἔμψυχον μήτʼ ἄψυχον μήτε κινούμενον μήτε μένον που μήθʼ ὑπάρχον μήτε σῶμα μήτʼ ἀσώματον; τοῦτο καὶ οὐκ ἄλλο τι τὸ οὐδέν ἐστιν. ὅταν οὖν ὅσα πάντες οἱ λοιποὶ τοῦ μηδενός, οὗτοι μόνοι τοῦ παντὸς κατηγοροῦσι, ταὐτὸν ὡς ἔοικε φαίνονται τῷ μηδενὶ τὸ πᾶν ποιοῦντες. οὐδὲν οὖν ἔτι δεῖ λέγειν τὸν χρόνον, τὸ κατηγόρημα, τὸ ἀξίωμα, τὸ συνημμένον, τὸ συμπεπλεγμένον οἷς χρῶνται μὲν μάλιστα τῶν φιλοσόφων, ὄντα δʼ οὐ λέγουσιν εἶναι. καίτοι τὸ γʼ ἀληθὲς ὂν μὴ εἶναι μηδʼ ὑπάρχειν, ἀλλὰ καταλαμβάνεσθαι καὶ καταληπτὸν εἶναι καὶ πιστὸν ᾧ τῆς οὐσίας τοῦ ὄντος μὴ μέτεστι,4 πῶς οὖν οὐ πᾶσαν ἀτοπίαν ὑπερβέβληκεν;
迪亚杜梅诺斯:总的来说,某物虽是“某种东西”却不是“存在”,或者虽被称为是却不是“存在物”,这是荒谬且悖于常理概念的;而在他们所说的一切中,最荒谬的莫过于关于“全体”的言论。因为他们把无限的虚空置于宇宙之外,却声称全体既非物体亦非非物体。由此随之而来的结论是:全体是非存在;因为他们仅将物体称为“存在”,既然施加作用与承受作用属于存在者的属性,而全体并非存在,所以全体既不会施加任何作用,也不会承受任何作用。不仅如此,它甚至不在处所之中;因为占据处所的固然是物体,而全体不是物体,因而全体无处所在。再者,得以保持占据同一处所的乃是“静止者”;因此全体并不静止,因为它并不占据处所。然而它也不运动:首先,因为运动者也需要处所和作为底护的空间;其次,因为运动者在本性上要么自发运动,要么承受他者的推动。由自身运动者,固然依于重量或轻度而拥有出自自身的某种趋向和倾斜;但轻度与重量无论如何都是物体的某种关系、能力或差别,而全体并非物体;因此全体必然既不重亦不轻,且在自身之内绝无运动的始基。然而全体也绝不可能被他者推动;因为在全体之外空无一物;所以他们不得不说出他们实际上所说的:全体既非静止亦非运动。总而言之,既然按照他们的说法,连称全体为物体都是不应当的,而天与地、动物与植物、人类与石头皆是物体,那么并非物体者便将拥有物体作为部分,非存在的部分将成为存在物,不重者将使用沉重之部分,而不轻者将使用轻盈之部分——哪怕在睡梦之中,人也无法构想出比这些更悖于常理概念的事物了。况且,世间绝无任何事像“若某物不是有灵魂的,它便是无灵魂的;反之,若某物不是无灵魂的,它便是有灵魂的”那样显豁明了且合乎常理概念;然而他们却通过同样承认全体既非有灵魂亦非无灵魂,倾覆了这一明证性。除这些之外,对于并不缺少任何部分的全体,无人会构想其为不完全,他们却宣称全体并非完全;因为完全者必定是某种受限定之物,而全体由于其无限性乃是无限定的;所以在他们看来,竟然存在着既非不完全亦非完全的某种东西。再者,全体不是部分,因为没有任何事物大于它;它也不是整体,正如他们自己所言,因为“整体”是用来述说秩序井然之物的,而全体由于无限性既无限定亦无秩序。因此,既不存在全体之外的他者作为其原因,因为全体之外别无他物;全体也不是任何他物的原因,甚至不是自身的原因;因为全体依本性并不施加作用,而原因正是通过施加作用而被构想的。那么姑且设想,向所有人询问他们如何理解“无”,以及对“无”持有怎样的观念:难道他们不会说,无正是那既不作为原因实存、亦无原因,既非整体亦非部分,既非完全亦非不完全,既非有灵魂亦非无灵魂,既非运动亦非在某处静止,既非实存,亦非物体或非物体的东西吗?这而非别的任何东西,正是“无”。因此,当其余所有人都用来述说“无”的一切规定,唯独他们用来述说“全体”时,他们显然是在把全体等同于“无”。这样一来,便无需再提及时间、述词、命题、假言命题、连言命题了,他们比任何哲学家都更常使用这些东西,却说它们并不是“存在物”。然而,倘若真理既不是存在物亦不实存,在不分有存在之本体的情况下,反倒能被把握、可被理解且值得信赖,这难道不是超越了一切荒谬吗?
- 30λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον
λεγόντων 可视作省略了代词主语(如 αὐτῶν)的属格独立结构(“在他们述说时”),亦可视作由 ἀτοπώτατον 所统辖的所属属格(“在如此述说的他们〔的学说〕之中”)。无论何者,核心句式均指“在他们的学说中,关于全体的言论是最为荒谬的”。
- 30ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν
ὄντος 为中性名词化现在分词 ὄν 的所有/属性属格,与冠词不定词短语 τὸ ποιεῖν τι καὶ πάσχειν(作为主语)共同构成主系表句式(省略了系动词 ἐστί),意为“施加作用与承受作用乃是存在物的固有属性”。
- 30τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι
在此对格不定词结构中,τὸ ὅλον 为 κατηγορεῖσθαι 的对格主语,而 τεταγμένου 为完成时被动分词中性单数属格,作 κατηγορεῖσθαι 的述说对象(“因为‘整体’是用来述说秩序井然之物的”)。
- 30ᾧ τῆς οὐσίας τοῦ ὄντος μὴ μέτεστι
无人称动词 μέτεστι 支配与格(分有者)与属格(被分有之物)。此处关系代词与格 ᾧ(指代真理或被把握的对象)作分有者,而 τῆς οὐσίας τοῦ ὄντος 为部分属格,表示被分有的内容,意即“在此物未曾分有存在之本体的情况下”。
