← 普鲁塔克

论反驳斯多葛派的共同观念

§28-29

批判斯多亚派爱论与转向自然学

迪亚杜梅诺斯批判了斯多亚派关于爱情的学说,指出其爱恋丑陋愚昧的青年而在其变美变贤时即弃之不顾的观点完全违背常理概念与诗人传统,并提议结束伦理学批判,转向对斯多亚自然学的检视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

ΔΙΑΔΟΥΜ. τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν.1 "αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γʼ ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτʼ ἐρᾶσθαι μήτʼ ἀξιέραστον εἶναι." καὶ οὐ τοῦτό πω δεινόν, ἀλλὰ καὶ "τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων" καὶ τίς ἔρωτα γιγνώσκει τοιοῦτον, ὃς ἅμα σώματος μοχθηρίᾳ ψυχῆς βλαπτομένου συνέχεται καὶ γίγνεται, κάλλους δʼ ἅμα φρονήσει μετὰ δικαιοσύνης καὶ σωφροσύνης ἐγγιγνομένου, κατασβέννυται καὶ ἀπομαραίνεται; οὓς μηδὲν οἴομαι τῶν κωνώπων διαφέρειν χαίρουσι γὰρ λάμπῃ καὶ ὄξει, τὸν δὲ πότιμον καὶ χρηστὸν οἶνον ἀποπετόμενοι φεύγουσιν. ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι,2 πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους· εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ἔπειτα κομιδῇ παρὰ τὴν ἔννοιάν ἐστιν ἀξιέραστον εἶναι τὸν αἰσχρόν, ὅτι μέλλει ποτὲ καὶ προσδοκᾶται κάλλος ἕξειν· κτησάμενον δὲ τοῦτο,καὶ γενόμενον καλὸν κἁγαθὸν ὑπὸ μηδενὸς ἐρᾶσθαι. ΛΑΜΠΡ. Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν. ΔΙΑΔΟΥΜ. Εἶθʼ ὦ βέλτιστε, πράττομεν ἄλλο νῦν ἢ τὴν αἵρεσιν αὐτῶν ἐλέγχομεν, οὔτε πιθανοῖς πράγμασιν οὔθʼ ὡμιλημένοις ὀνόμασι τὰς κοινὰς ἐκστρέφουσαν ἡμῶν καὶ παραβιαζομένην ἐννοίας; οὐδεὶς γὰρ ἦν ὁ κωλύων τὴν περὶ τοὺς νέους τῶν σοφῶν σπουδήν, εἰ πάθος αὐτῇ μὴ πρόσεστι, θήραν ἢ φιλοπαιδείαν προσαγορευομένην· ἔρωτα δʼ ἔδει καλεῖν ὃν πάντες ἄνθρωποι καὶ πᾶσαι νοοῦσι καὶ ὀνομάζουσι, οἷον τό "πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι" καί "οὐ γὰρ πώποτὲ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν."

迪亚杜梅诺斯:至于斯多亚学派关于爱情的哲学学说,他们所有人全都分有着悖于常理概念的荒谬。 因为他们说:“青年因卑劣与愚昧而丑陋,智者则是美丽的;但那些美丽的人无一被爱,亦无一值得被爱。” 而这还算不上可怕,他们甚至还说: “爱上丑陋者的人,在对方变美时便停止爱恋。” 谁曾听闻这样的爱情:它在肉体伴随着灵魂的邪恶而受损时执着相随并滋生,而在美与伴随着正义和节制的明智一同出现时,却熄灭枯萎?我认为这样的人与蚊虫毫无二致;因为蚊虫喜好酒垢与酸醋,却振翅逃避适于饮用的良酒。至于他们所谓且名之为能引诱爱情的“美的显现”,首先便缺乏可信度;因为在最丑陋和最邪恶的人身上绝不可能出现美的显现,倘若真如他们所言,品行的邪恶会渗透于外貌。其次,一个丑陋者仅仅因为有朝一日将要且有望拥有美便值得被爱,而在获得美并成为善美之人后反倒无人去爱,这全然是悖于常理概念的。 兰普利亚斯:因为他们说,爱情乃是对未成年却有天赋的青年迈向美德的一种“猎取”。 迪亚杜梅诺斯:那么,我尊贵的朋友,我们现在不正是在驳斥他们的学派吗?他们既未借由令人信服的事理,也未借由习用的词汇,颠倒并粗暴侵犯着我们的常理概念。倘若智者对青年的关切并无激情附着其中,本无任何人阻拦将其称作猎取或爱护教导之情;但他们本该把所有男女所构想并指称的感情称为“爱”,比如这句诗: “所有人都祈求能与她同榻而眠,”以及: “因为无论对女神还是凡人女子的爱,从未如此 倾注于我胸膛而征服我的心魂。”

§29

ΔΙΑΔΟΥΜ. εἰς τοιαῦτα μέντοι πράγματα τὸν ἠθικὸν λόγον ἐκβάλλοντες "ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ" εὐτελίζουσι καὶ διασύρουσιν, ὡς δὴ μόνοι τὴν φύσιν καὶ συνήθειαν ὀρθοῦντες ᾗ χρὴ καὶ καθιστάντες τὸν λόγον, ὃς ἅμʼ ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον.3 ἡ δὲ συνήθεια τῆς διαλεκτικῆς διέραμα γενομένη χρηστὸν μὲν οὐδὲν οὐδʼ ὑγιὲς ἀπολέλαυκεν, ἀλλʼ ὥσπερ ἀκοὴ νοσώδης ὑπὸ κενῶν ἤχων δυσηκοΐας καὶ ἀσαφείας ἐμπέπλησται περὶ ἧς αὖθις ἑτέραν ἀρχὴν λαβόντες, εἰ βούλει, διαλεξόμεθα. νυνὶ δὲ τὸν φυσικὸν αὐτῶν λόγον, οὐχ ἧττον τοῦ περὶ τελῶν διαταράττοντα τὰς κοινὰς προλήψεις, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις ἐπιδράμωμεν.

迪亚杜梅诺斯:然而,他们将伦理学说抛掷于此类事物之中,落得“曲折盘旋、毫无健全,全为迂回”,以此贬低并嘲讽它,仿佛唯有他们才能依照应有的方式匡正自然与习俗,确立起那同时引导或退避对各个亲近事物的渴望、追求与冲动的理性。然而常俗成了辩证法的滤网,未曾享受到任何良善与健全之物,反而宛如患病的听觉被空洞的声音灌满了重听与晦涩。关于这一点,若你愿意,我们稍后另起炉灶再作讨论;眼下,让我们就其最重要的首要之点,巡视他们那并不亚于终极目的论、同样搅乱常理预想的自然学说吧。

语法注3 条
  1. 28τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν

    非人称动词 μέτεστι 通常接与格(人)和属格(物)。此处 τῆς ἀτοπίας 作部分属格,πᾶσιν αὐτοῖς 作人称与格。句首的 τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων 既可视为表示论题范围的属格短语,亦可直接修饰 τῆς ἀτοπίας(“在斯多亚学派关于爱情所作的哲学论述中其荒谬之物”)。

  2. 28ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι

    关系代名词 ἣν 的先行词 ἔμφασιν 被吸收融入关系从句内部充当同格成分。此外,分词 λέγοντες 与主谓动词 λέγουσι 形成重言叠用,意为“他们所谓且名之为‘美的显现’并宣称能够引诱爱情的那个(显现)”。

  3. 29ὃς ἅμʼ ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον

    关系代名词 ὅς 的先行词是紧邻其前的 τὸν λόγον(理性/逻各斯)。动词 ἀποστρέφει 与 ἐπάγει 在此作及物/使役用法(“退避与引导”),以 πρὸς τὸ οἰκεῖον ἕκαστον 表示趋向,而与格 ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς 则表示理性在其中实施引导的领域或方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:28-29