← 普鲁塔克

论反驳斯多葛派的共同观念

§1-2

关于斯多亚派颠覆共同概念的辩驳

兰普里亚斯讲述了自己因斯多亚派友人指责学园派破坏共同概念而深受震动,迪亚杜梅诺斯则反驳称,正是克律西波斯自己的辩证法从根本上颠覆了共同概念与日常信念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΛΑΜΠΡΙΑΣ. σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφʼ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ἐμὲ δὲ πολλῆς, ὣς γʼ ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτʼ ἐπῳδαῖς εἴτʼ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων1 οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δʼ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς· οἵ γε πρὸς μικρὰ καὶ μετʼ αἰδοῦς τὰ παρʼ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο· τοὺς δὲ πρεσβυτέρους μετʼ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας θεῶν νομίζοι μετʼ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δʼ, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν· Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος, ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλʼ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς, ΔΙΑΔΟΥΜΕΝΟΣ. ὅμοια πολλοῖς ἴσως πέπονθας. εἰ δʼ οἱ ποιηταί σε πείθουσι, λέγοντες ὡς ἐκ θεῶν προνοίας ἀνατροπὴν ἔσχεν ἡ παλαιὰ Σίπυλος τὸν Τάνταλον κολαζόντων, πείθου τοῖς ἀπὸ τῆς στοᾶς ἑταίροις, ὅτι καὶ Χρύσιππον οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας ἡ φύσις ἤνεγκεν, ἄνω τὰ κάτω καὶ τοὔμπαλιν ἀνατρέψαι δεομένη τὸν βίον· ὡς οὐ γέγονε πρὸς τοῦτο τῶν ὄντων οὐδεὶς εὐφυέστερος, ἀλλʼ ὥσπερ ὁ Κάτων ἔλεγε πρὸ Καίσαρος ἐκείνου μηδένα νήφοντα μηδὲ φρονοῦντα ἐπὶ συγχύσει τῆς πολιτείας τοῖς δημοσίοις προσελθεῖν πράγμασιν, οὕτως ἐμοὶ δοκεῖ μετὰ πλείστης ἐπιμελείας καὶ δεινότητος οὗτος ὁ ἀνὴρ ἀνατρέπειν καὶ καταβάλλειν τὴν συνήθειαν, ὡς ἐνιαχοῦ καὶ αὐτοὶ μαρτυροῦσιν οἱ τὸν ἄνδρα σεμνύνοντες, ὅταν αὐτῷ περὶ τοῦ ψευδομένου μάχωνται. τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι διʼ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν;2 τὸν μέν γε πολύποδά φασι τὰς πλεκτάνας αὑτοῦ περιβιβρώσκειν ὥρᾳ χειμῶνος, ἡ δὲ Χρυσίππου διαλεκτικὴ τὰ κυριώτατα μέρη καὶ τὰς ἀρχὰς αὑτῆς ἀναιροῦσα καὶ περικόπτουσα τίνα τῶν ἄλλων ἐννοιῶν ἀπολέλοιπεν ἀνύποπτον; οὐ γὰρ οἷόν τε δήπου καὶ τὰ ἐποικοδομούμενα μὴ βέβαια κεῖσθαι καὶ πάγια, τῶν πρώτων μὴ μενόντων ἀπορίας δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας.3 ἀλλʼ ὥσπερ οἱ πηλὸν ἢ κονιορτὸν ἐπὶ τοῦ σώματος ἔχοντες τὸν ἁπτόμενον αὐτῶν καὶ προσαναχρωννύμενον οὐ κινεῖν ἀλλὰ προσβάλλειν τὸ τραχῦνον δοκοῦσιν· οὕτως ἔνιοι τοὺς Ἀκαδημαϊκοὺς αἰτιῶνται καὶ νομίζουσι τὰς αἰτίας παρέχειν ὧν ἀναπεπλησμένους ἀποδεικνύουσιν αὐτούς· ἐπεὶ τάς γε κοινὰς ἐννοίας τίνες μᾶλλον διαστρέφουσιν; εἰ δὲ βούλει, τὸ κατηγορεῖν ἐκείνων ἀφέντες, ὑπὲρ ὧν ἐγκαλοῦσιν ἡμῖν ἀπολογησώμεθα.

兰普里亚斯:迪亚杜梅诺斯,对于你来说,即使有人认为你们在违背共同概念进行哲学思考,你大概也不会太在乎,这是合情合理的;因为你确实公开承认鄙视感觉,而几乎所有的概念都源自于感觉,且在关于现象的信念中拥有其根基与稳固性。至于我,自视满载着极大且奇异的烦扰而来,无论你懂得运用言辞、咒语还是其他任何安慰的方式,都请尽快医治我吧。我被斯多亚派的人震动得如此神魂不定;他们在其他方面固然是最好的人,凭宙斯起誓也是亲密的朋友,却极其刻薄而充满敌意地攻击学园派。对于我谦虚地说出的微末之辞,他们庄重地——我绝无虚言——毫不温和地加以指责;而对于先辈们,他们带着愤怒称其为诡辩家,是对循规蹈矩的哲学学说的破坏者与颠覆者,在说了并认定了许多比这更离奇的话之后,他们最终将矛头指向了概念,声称学园派的人给概念带来了某种混乱和再分配。随后他们中有人说,他认为克律西波斯生于阿尔克西劳之后、卡尔内阿德斯之前,并非出于偶然,而是出于诸神的照护;在这两人中,前者开启了对习俗常规的暴虐与违法,而后者在学园派中最为显赫。于是,处于二者之间的克律西波斯,通过对阿尔克西劳的反驳,也遏制了卡尔内阿德斯的锐气,他为感觉留下了许多犹如围城时的支援,彻底消除了关于先觉与概念的动荡,纠正了每一个概念并将其安置于适宜的位置;以至于此后那些企图扰乱并强行破坏事物秩序的人一事无成,反倒被揭露为作恶者和诡辩者。我自清晨便被这番言论烧灼,亟需灭火剂,如同消除炎症一般消除我灵魂中的困惑。迪亚杜梅诺斯:你所遭遇的大概与许多人相似。如果诗人说古西皮罗斯城因惩罚坦塔罗斯的诸神的照护而被倾覆能使你信服,那么你就相信斯多亚学派的同伴们所言吧:自然产生克律西波斯并非出于偶然,而是出于照护,因为自然需要将生活颠倒混乱、翻覆过来。因为在所有人中,没有谁比他更具备这种天赋;但正如加图曾说过的,在那个著名的恺撒之前,从未有哪个清醒或有理智的人为了颠覆政体而参与政务,依我看,这个人也是以极大的用心和巧妙颠覆并摧毁了习俗常规,正如那些赞美他的人自己在关于“说谎者”悖论与他争论时,有时也亲口作证的那样。因为,我最好的朋友,主张由矛盾对立肢组成的联结命题不轻易就是假的,又主张某些拥有真实前提和合理推论的论证其结论的相反命题竟然也是真的,这难道没有颠覆关于证明的何种概念,或是关于确信的何种先觉吗?人们确实说章鱼在冬季会啃食自己的触手,但克律西波斯的辩证法在毁灭并砍削自己最主要的组成部分与原则时,又留下了其他哪一个概念不遭怀疑呢?因为如果基石不能保持稳固,反而承受如此巨大的困惑与动荡,建立在其上的建筑物当然不可能牢固与稳定。然而,正如身体沾染泥巴或尘土的人,认为触碰他们并沾染上污垢的人并不是在搅动粗糙物,而是把粗糙物涂抹到〔他们〕身上;同样,有些人指责学园派,并认为学园派提供了那些事情的起因,即〔学园派〕证明他们所充斥着的那些事情。到底谁更在扭曲共同概念呢?如果你愿意的话,我们暂且放下对他们的指责,就他们控告我们的事情来进行申辩吧。

语法注3 条
  1. 1οὐκ ἂν φθάνοις ἰατρεύων

    短语 οὐκ ἂν φθάνοις 搭配分词 ἰατρεύων 是一种惯用表达,表示急切的请求(“请立刻/越快越好地医治我”)。

  2. 2τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι διʼ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν;

    整个长句的骨干由冠词 τὸ 统领的两个不定式短语(μὴ φάναι ... 与 φάναι ...)构成主语/话题化焦点,主句疑问句为 ποίαν ἔννοιαν ... οὐκ ἀνατρέπει。在第二个不定式从句中,λόγους τινὰς ... ἔχοντας 作 ἔχειν 的逻辑主语,ἀληθῆ 则作为宾语补足语修饰 τὰ ἀντικείμενα τῶν συμπερασμάτων。

  3. 2τῶν πρώτων μὴ μενόντων ἀπορίας δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας

    属格独立结构。τῶν πρώτων(最初的原理/基石)为主语,与带有否定词 μή 的分词 μενόντων 及 ἐχόντων 并列,表示主句“上层建筑不可能稳固”的条件或原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:1-2