← 普鲁塔克

论反驳斯多葛派的共同观念

§27

批判善与明智的循环定义及同义反复

迪亚杜梅诺斯与兰普利亚斯批判斯多亚派将善与明智置于互为前提的循环定义之中,并指出将终极目的规定为“在选取通向行事合乎理性之物时行事合乎理性”导致了同义反复的荒谬破产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ΔΙΑΔΟΥΜ. ἐπεὶ δʼ ἐνταῦθα λόγου γεγόναμεν, τί ἂν φαίης μᾶλλον εἶναι παρὰ τὴν ἔννοιαν ἢ τὸ μὴ λαβόντας ἔννοιαν ἀγαθοῦ μηδὲ σχόντας, ἐφίεσθαι τἀγαθοῦ καὶ διώκειν; ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην μᾶλλον συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων οὐ διδόντων τὴν πρὸς τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι τἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην,1 εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τἀγαθοῦ νοηθέντος, ἄλλο δʼ οὐδὲν ἀλλʼ αὐτὴ μόνον τάγαθόν ἐστιν. ἴθι δὲ καὶ σκόπει τὴν ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην δʼ ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν αὑτὴν ἀγαθὸν νοηθῆναι. εἰ γὰρ τἀγαθοῦ χωρὶς οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν. ἀλλʼ ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίγνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ προεννοήσαντας. ΛΑΜΠΡ. τί οὖν ἀγαθόν ἐστιν; ΔΙΑΔΟΥΜ. οὐδὲν ἀλλʼ ἢ φρόνησις. ΛΑΜΠΡ. Τί δʼ ἡ φρόνησις; ΔΙΑΔΟΥΜ.. οὐδὲν ἀλλʼ ἢ ἀγαθῶν ἐπιστήμη. ΛΑΜΠΡ. Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται.2 τὴν γὰρ ὑπέρου περιτροπήν, ἵνα μὴ σκώπτειν δοκῇς, ἔασον· καίτοι τὸν γε λόγον αὐτῶν ὅμοιον ἐκείνῳ πάθος κατείληφε. φαίνεται γὰρ εἰς τὴν τἀγαθοῦ νόησιν αὐτὴν νοῆσαι δεόμενος φρόνησιν τὴν δʼ αὖ φρόνησιν ἐν τῇ περὶ τἀγαθὸν ζητῶν νοήσει, καὶ πρὸ τῆς ἑτέρας ἀναγκαζόμενος ἀεὶ τὴν ἑτέραν διώκειν, ἀπολειπόμενος δʼ ἑκατέρας τῷ τὸ πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου.3 ΔΙΑΔΟΥΜ.. καὶ κατʼ ἄλλον δὲ τρόπον ἔστι τὴν οὐκέτι διαστροφὴν ἀλλʼ ἐκστροφὴν αὐτῶν τοῦ λόγου καὶ ἀπαγωγὴν τελέως εἰς τὸ μηδὲν καταμαθεῖν. οὐσίαν τἀγαθοῦ τίθενται τὴν εὐλόγιστον ἐκλογὴν τῶν κατὰ φύσιν· ἐκλογὴ δʼ οὐκ ἔστιν εὐλόγιστος ἡ μὴ πρός τι γενομένη τέλος, ὡς προείρηται. τί οὖν τοῦτʼ ἐστίν; οὐδὲν ἄλλο, φασίν, ἢ τὸ εὐλογιστεῖν ἐν ταῖς τῶν κατὰ φύσιν ἐκλογαῖς. πρῶτον μὲν οὖν οἴχεται καὶ διαπέφευγεν ἡ ἔννοια τἀγαθοῦ τὸ γὰρ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς σύμπτωμα δήπουθέν ἐστι, γιγνόμενον ἀπὸ ἕξεως τῆς εὐλογιστίας· διὸ ταύτην μὲν ἀπὸ τοῦ τέλους, τὸ τέλος δʼ οὐκ ἄνευ ταύτης ἀναγκαζόμενοι νοεῖν, ἀπολειπόμεθα τῆς ἀμφοῖν νοήσεως. ἔπειτα, ὃ μεῖζὸν ἐστι, τῷ μὲν δικαιοτάτῳ λόγῳ τὴν εὐλόγιστον ἐκλογὴν ἀγαθῶν ἔδει καὶ ὠφελίμων καὶ συνεργῶν πρὸς τὸ τέλος ἐκλογὴν εἶναι· τὸ γὰρ ἐκλέγεσθαι τὰ μήτε συμφέροντα μήτε τίμια μήθʼ ὅλως αἱρετὰ πῶς εὐλόγιστόν ἐστιν; ἔστω γάρ, ὡς αὐτοὶ λέγουσιν, εὐλόγιστος; ἐκλογὴ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐδαιμονεῖν ὅρα τοίνυν, ὡς εἰς πάγκαλόν τι καὶ σεμνὸν αὐτοῖς ὁ λόγος ἐξήκει κεφάλαιον. ἔστι γάρ, ὡς ἔοικε, τέλος κατʼ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν τῇ ἐκλογῇ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν. ΛΑΜΠΡ. Ἀλλʼ οὑτωσὶ μὲν ἀκούοντι τῶν ὀνομάτων ἀλλόκοτόν τι φαίνεται δεινῶς, ὦ ἑταῖρε, τὸ φραζόμενον· ἔτι δὲ δέομαι μαθεῖν πῶς τοῦτο συμβαίνει. ΔΙΑΔΟΥΜ. Προσεκτέον οὖν σοι μᾶλλον. οὐ γὰρ τοῦ τυχόντος ἐστὶν αἴνιγμα συνιέναι ἄκουε δὴ καὶ ἀποκρίνου. ἆρʼ οὖν τέλος ἐστὶ κατʼ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν κατὰ φύσιν; ΛΑΜΠΡ. Λέγουσιν οὕτως. ΔΙΑΔΟΥΜ. Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ἢ ὡς ἀξίας τινὰς ἔχοντα ἢ προαγωγὰς τοῦτο πρὸς τὸ τέλος ἢ πρὸς ἕτερόν τι τῶν ὄντων; ΛΑΜΠΡ. Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος. ΔΙΑΔΟΥΜ.. ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν· ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτʼ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων. ἀλλὰ τοῦτο μὲν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας.

迪亚杜梅诺斯:既然我们的话题已经到了这一步,那么请问,还有什么比未曾接受亦未曾拥有善的观念、却去渴望并追求善,更为悖于常理概念的呢?因为你也看到,克律西波斯正是以此将阿里斯同逼入这种两难困境,理由是事物并不容许人们在尚未预先构想善与恶的情况下,去构想对非善非恶之物的无差别;因为倘若善若未预先被构想,便无法获得对无差别的理解,而善又非别物正是这种无差别本身,那么无差别便会显得先于自身而存在。来吧,你也且看出自斯多亚派的这否认无差别、而被称为“契合”者,究竟如何且从何处呈现自身以被构想为善。因为如果离开善就无法构想对非善之物的无差别,那么关于善之事的明智,就更不会将自身的理解赋予那些尚未预先构想善的人。然而,正如对于健康与患病之事的技艺,那些事先未对这些事物本身形成认识的人无法构想它一样,若不预先构想善与恶,也就不可能获得对关于善恶之知识的概念。 兰普利亚斯:那么善是什么? 迪亚杜梅诺斯:非别物,正是明智。 兰普利亚斯:那明智又是什么? 迪亚杜梅诺斯:非别物,正是关于善之事的知识。 兰普利亚斯:那么“宙斯之子科林托斯”已然大肆降临在他们的论辩之上了。为了不显得像在嘲讽,且放下“研杵打转”的比喻吧;然而他们的言论确实已被与此相同的困境所困扰。因为为了构想善,人们似乎需要构想明智本身;反过来,在关于善的构想中又去探求明智,被迫永远将一者追逐在另一者之前,却又两者皆空,因为在每一者之前被构想的事物,都需要那无法脱离它而被构想的事物。 迪亚杜梅诺斯:而且用另一种方式,亦可看出他们的论辩已不仅是扭曲,而是颠覆并全然化为乌有。他们将善的本质确立为对顺应自然之事的合理选取;然而正如前文所述,凡不指向某种目的的选取,便不是合理的选取。那么这目的究竟是什么?他们说:“非别物,正是在选取顺应自然之事时行事合乎理性。”如此一来,首先善的观念便消逝遁形了。因为在选取中行事合乎理性,显然是一种由理性状态所产生的附随现象;因此,我们被迫从目的来构想这种状态,又无法离开这种状态来构想目的,以致两者皆不可得。其次,更为重大的是:按照最正当的道理,合理的选取本应当是对善的、有益的以及促进目的之事的选取;因为选取既无益、又不尊贵、亦全然不值得选取之物,怎能称得上是合理的?哪怕如他们自己所说,是对通向幸福而具有价值之物的合理选取吧;那么请看,他们的论说竟达成了怎样一个绝妙而庄严的结论!因为照他们看来,所谓的目的似乎就是:在选取通向行事合乎理性而具有价值之物时,行事合乎理性。 兰普利亚斯:我的朋友,依着这些字面听来,所说的内容显得极其古怪;但我仍需了解这究竟是如何发生的。 迪亚杜梅诺斯:那么你必须更加留心听了。因为这谜题并非寻常之人所能领悟。且听且答:照他们看来,目的难道是在选取顺应自然之事时行事合乎理性吗? 兰普利亚斯:他们是这样说的。 迪亚杜梅诺斯:而顺应自然之事,是被当作善来选取呢,还是被当作对这个——即对目的——或对现有事物中的别物具有某种价值或优先地位而选取的? 兰普利亚斯:我想不是,而是朝向目的。 迪亚杜梅诺斯:那么现在揭开幕布,看一看发生在他们身上的情形吧:目的乃是在选取通向行事合乎理性而具有价值之物时,行事合乎理性。因为这些人宣称,除了关于具有价值之物的选取中的这种备受珍视的合乎理性之外,他们既不拥有亦无法构想善与幸福的任何其他本质。不过,也有人认为这番言论是针对安提帕特而非针对整个学派的;因为正是他在卡尔内阿德斯的逼迫下,才潜入这些遁词巧辩之中的。

语法注3 条
  1. 27οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην

    不定式 φανεῖσθαι(带宾格主语 τὴν ἀδιαφορίαν)承接前文 ὡς τῶν πραγμάτων οὐ διδόντων... 引出的间接引语。分词 προϋφισταμένην 作为表语分词与宾格的主语一致,整句表示荒谬的逻辑推论:“无差别将显得先于自身而存在”。

  2. 27Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται

    成语 ὁ Διὸς Κόρινθος(“宙斯之子科林托斯”)是古代著名的谚语,比喻令人厌烦的反复、陈词滥调或循环往复。在此兰普利亚斯用以讽刺斯多亚派将善定义为明智、又将明智定义为关于善的知识这一互为前提的恶性循环论证。

  3. 27ἀπολειπόμενος δʼ ἑκατέρας τῷ τὸ πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου

    τῷ... δεῖσθαι 是表示原因的与格冠词不定式。其逻辑主语为中性名词化分词短语 τὸ πρὸ αὐτῆς νοούμενον(“在每一者之前被构想者”),而 δεῖσθαι 支配属格分词短语 τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου(“无法离开它而被构想者”)。复杂的嵌套句式揭示了因循环定义而导致两者概念皆无法成立的逻辑结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:27