← 普鲁塔克

论反驳斯多葛派的共同观念

§26

批判斯多亚派关于目的分裂与合理选取的学说

迪亚杜梅诺斯批判斯多亚派将终极目的定为对顺应自然之物的“合理选取”而非“获得”,指出这割裂了目的与行动的一致性。他以射箭者的比喻以及目的与手段的颠倒为例,指责该学说荒谬地颠覆了常人观念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

ΔΙΑΔΟΥΜ. παρὰ τὴν ἔννοιάν ἐστι δύο τέλη καὶ σκοποὺς προκεῖσθαι τοῦ βίου, καὶ μὴ πάντων, ὅσα πράττομεν, ἐφʼ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι τέλος, ἐπʼ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δʼ αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν1 ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδʼ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλʼ οὗ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δʼ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλʼ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν2 ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν. ΛΑΜΠΡ. Ἀνδρικῶς μὲν ἀπομεμνημόνευκας καὶ ὃ λέγουσι καὶ ὡς λέγουσι. ΔΙΑΔΟΥΜ. σκόπει δʼ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν3 οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν τὸ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια ληροῦσι τῷ λέγοντι "δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα" μᾶλλον δʼ ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν· ἃ δʼ οὗτοι λέγουσι τὴν πᾶσαν ἔχει τῶν πραγμάτων ἀνατροπὴν καὶ σύγχυσιν "οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ πέττειν τὴν τροφὴν ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως" ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς ὑγιείας τὸν ἐλλέβορον. τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν; τί γὰρ διαφέρει τοῦ λέγοντος γεγονέναι τὴν ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας, ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας μᾶλλον τὴν μὲν οὐδʼ ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ ἔφεσιν ἀποφαίνων τέλος τῆς τεύξεως, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν; "τῇ γὰρ ἐφέσει νὴ Δία τὸ εὐλογίστως καὶ τὸ φρονίμως πρόσεστι" πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν εἰ μή, τὸ εὐλόγιστον αὐτῆς ἀφαιρεῖται, πάντα ποιούσης ἕνεκα τοῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.

迪亚杜梅诺斯:为生命设立两个终极目的与目标,且我们所做的一切并不指向单一的事物,这是悖于常理概念的;而终极目的在一处,所做的每一件事却指向另一处,这便更加悖于常理概念了。然而他们必然要承受这两者之一。因为如果顺应自然的首要事物本身并非善,而是对它们的合理选取与摄取、以及为获得顺应自然的首要事物而竭尽自己所能做的一切才是善,那么所做的一切便必须指向那一件事:获得顺应自然的首要事物。因为他们认为,无须瞄准也不必渴望获得那些事物便能掌握终极目的,相反,那些事物应当指向的标准是对于它们的选取,而非那些事物本身。因为在他们看来,明智地选取和摄取那些事物才是目的;而那些事物本身以及获得它们并非目的,倒不如说是作为一种具有选取价值的质料而奠定其下;我想他们正是用这个名称来说明和撰写,以彰显这一区别的。 兰普利亚斯:你确实英豪地忆起并复述了他们所说的内容以及他们的言说方式。 迪亚杜梅诺斯:但你且看,他们所遭遇的正如同那些妄图跳过自己影子的人一样;因为他们并没有摆脱荒谬,反而在论述中随身携带着这种最远离常理观念的荒谬。正如若有人声称,射箭者竭尽所能并非为了射中靶心,而是为了竭尽所能本身,这人便会被认为是在讲谜语和怪诞之谈;同样,这些昏庸至极的人强行主张:获得顺应自然之事并非瞄准顺应自然之事的终极目的,摄取与选取才是;对健康的渴望与追求并非在每个人保持健康中达成其结局,反倒是健康要指向对健康的渴望与追求——他们把某些散步、发声练习,甚至对天起誓,连刀割与合理的服药都当作健康的目的,而不是将健康作为这些手段的目的——他们所胡诌的,正与说这种话的人毫无二致: “让我们进餐,以便我们献祭,以便我们沐浴。” 或者不如说,那人只是颠倒并扰乱了某种惯常和被认可的秩序;而这些人所说的,却包含了对事物整体的颠覆与混淆: “我们并非为了消化食物而致力于适时散步,而是为了适时散步而致力于消化食物。” 想必自然是为了藜芦草才造出健康,而不是为了健康才造出藜芦草吧!在他们登峰造极的逆说诡辩中,除了胡诌此类言辞,还剩下什么呢?说健康是为了药物而存在、而非药物为了健康的人,与把关于药物的选取、配制和使用看得比健康本身更值得选取的人,究竟有何区别呢?——更确切地说,后者根本不认为健康值得选取,把目的置于围绕那些药物的操劳之中,并宣称追求是获得的终极目的,而非获得是追求的终极目的。 “因为,以宙斯起誓,追求之中伴随着合理性与明智!” 我们自会回答:当然如此,只要这种追求是将它所追逐之物的获得与占有视作终极目的;否则,它的合理性便被剥夺殆尽,因为它做尽一切只是为了获得某种即使获得也既不崇高亦非幸福之物。

语法注3 条
  1. 26εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δʼ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρʼ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπʼ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν.

    在 εἰ 条件从句的后半部分(ἡ δʼ εὐλόγιστος ἐκλογὴ...)中,根据语境省略了谓语(如 ἀγαθόν ἐστιν),并以破格语法过渡到主句(ἐπʼ ἐκεῖνο δεῖ...)。句末的 τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν 作为 ἐπʼ ἐκεῖνο 的同位语,进一步明确其具体内容。

  2. 26τὴν ἐκλεκτικὴν ἀξίαν

    斯多亚派的专门术语,指的不是属于绝对善(德性)的固有价值,而是无差别事物(adiaphora)中顺应自然之事(proēgmena)所具备的“选取的价值”(selective value)。紧接着的 τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν 正是指明其术语用法的提示。

  3. 26ὡς γὰρ εἰ τοξεύοντα φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρʼ αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλʼ ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρʼ αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν

    由 ὡς εἰ(正如若是……)引导的假设比较句结构。主句谓语为带有 ἄν 的希求语气(δόξειεν ἄν),与条件从句中的 φαίη τις 相互呼应。该句构成了反驳斯多亚派弓手比喻(用以区分 skopos 与 telos)的核心论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:26