- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:23-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯批评斯多亚派言行不一,指出他们口头上把顺应自然之物斥为无差别,实则紧抓不放,并将这种矛盾与先贤哲学家言行一致的生活相对照。他进而论证斯多亚派对“善”的界定违背了共同观念,且在目的与手段之善的区分上与克律西波斯自身的论述自相矛盾。
ΔΙΑΔΟΥΜ. "πόθεν οὖν" φησὶν "ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν;1" πόθεν δʼ Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων λαμβάνουσιν ἀρχάς; οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν, ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; ἀλλʼ ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες αὐτοῖς ἐνεργοῦσαν, οἰκείως χρωμένην ἑκάστῳ, τέλειον ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο συμπληροῦν βίον καὶ συμπεραίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν ὁμολογίαν ἀποδιδόντες. οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ καταφερόμενοι πάλιν ἐπʼ αὐτὴν ἐταράττοντο,2 ταὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετὰ καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ, ἀνωφελῆ μὲν εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες· ἀλλʼ οἷος ὁ λόγος, τοιοῦτος ἦν ὁ βίος τῶν ἀνδρῶν ἐκείνων, ἃ ἔπραττον οἷς ἔλεγον οἰκεῖα καὶ σύμφωνα παρεχόντων. ἡ δὲ τούτων αἵρεσις, ὥσπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνή "τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρὶ τἡτέρῃ δὲ πῦρ," τοῖς μὲν προσάγεται τὴν φύσιν τοῖς δʼ ἀπωθεῖται δόγμασι μᾶλλον δὲ τοῖς μὲν ἔργοις καὶ τοῖς πράγμασιν ὡς αἱρετῶν καὶ ἀγαθῶν ἔχονται τῶν κατὰ φύσιν, τοῖς δʼ ὀνόμασι καὶ τοῖς ῥήμασιν ἀδιάφορα καὶ ἄχρηστα καὶ ἀρρεπῆ πρὸς εὐδαιμονίαν ἀναίνονται καὶ προπηλακίζουσιν.
迪亚杜梅诺斯:“那么,”他说,“我当从何处着手?若抛弃了自然和顺应自然之事,我又该选取何物作为本分义务的开端与德性的质料呢?”但是,我的朋友啊,亚里士多德和泰奥弗拉斯托斯是从何处着手的呢?克塞诺克拉底和波莱蒙又选取了怎样的开端呢?芝诺不也追随了他们吗——正是他们把自然和顺应自然之事设定为幸福的基本要素。然而,那些先贤坚守这些事物,视其为值得选取的、善的且有益的,并通过将运作于其上且适当地运用各事物的德性增补于其间,认为由这些便能充实并完成一种完美而完整的生命,展现出真正适宜并契合自然的和谐一致。因为他们并不像那些从地面跳起又跌回地面的人那样自相纷乱,把完全相同的事物既称作可摄取而非值得选取的、适宜而非善的、无利却好用的、与我们无关却是本分义务之开端的。相反,那些先贤的言行如一,其生活与其论说完全一致,其行事与其言说相称且协调。然而这些人的学派,却宛如阿耳基洛科斯诗中的那个妇人: “她一手提着水, 心怀诡诈,另一手却拿着火,”以某些教义拉拢自然,又以另一些教义推拒自然;或者更确切地说,他们在实际行动和事态上把顺应自然之事当作值得选取的善物而紧抓不放,但在言词与称谓上,却把它们作为无差别、无用且无助于幸福之物加以否认和羞辱。
ΔΙΑΔΟΥΜ. ἐπεὶ δὲ καθόλου τἀγαθὸν ἅπαντες ἄνθρωποι χαρτὸν νοοῦσιν εὐκταῖον εὐτυχὲς ἀξίαν ἔχον τὴν μεγίστην αὔταρκες ἀπροσδεές, ὅρα τὸ τούτων παρατιθεὶς ἀγαθόν, ἆρά γε χαρτὸν ποιεῖ τὸ φρονίμως τὸν δάκτυλον προτεῖναι; τί δʼ; εὐκταῖόν ἐστι φρονίμη στρέβλωσις; εὐτυχεῖ δʼ ὁ κατακρημνίζων ἑαυτὸν εὐλόγως; ἀξίαν δʼ ἔχει τὴν μεγίστην, ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι;3 τέλειον δὲ καὶ αὔταρκές ἐστιν, οὗ παρόντος, ἂν μὴ τυγχάνωσι τῶν ἀδιαφόρων, οὐχ ὑπομένουσιν οὐδὲ βούλονται ζῆν; γέγονε δʼ ἕτερος λόγος, ὑφʼ οὗ μᾶλλον ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος4 αὐτοῦ καὶ ἀποσπῶντος ἐννοίας ὥσπερ τέκνα, νόθας δὲ προσβάλλοντος ἑτέρας θηριώδεις καὶ ἀλλοκότους καὶ ταύτας ἀντʼ ἐκείνων ἐκτιθηνεῖσθαι καὶ στέργειν ἀναγκάζοντος· καὶ ταῦτα ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, αἱρετῶν τε καὶ φευκτῶν, οἰκείων τε καὶ ἀλλοτρίων, ἃ μᾶλλον ἔδει θερμῶν τε καὶ ψυχρῶν λευκῶν τε καὶ μελάνων σαφεστέραν ἔχειν τὴν ἐνάργειαν ἐκείνων μὲν γὰρ ἔξωθὲν εἰσιν αἱ φαντασίαι ταῖς αἰσθήσεσιν ἐπεισόδιοι, ταῦτα δʼ ἐκ τῶν ἀγαθῶν τῶν ἐν ἡμῖν σύμφυτον ἔχει τὴν γένεσιν; οἱ δʼ ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δʼ ἐποίησαν.
迪亚杜梅诺斯:既然世人普遍将善理解为令人欣喜的、可祈求的、带来幸运的、具有最高价值的、自足且无所匮乏的,那么把他们的善拿来与其并列对照看看吧。难道明智地伸出一根手指真能令人欣喜吗?又如何呢?明智地受拷问是值得祈求的吗?合乎情理地将自己投下悬崖的人是幸运的吗?理性屡屡要求放弃以换取非善之物的,难道具有最高价值吗?如果缺少了无差别之物,即便拥有它,他们也无法忍受更不愿活下去,这难道可以说是完满且自足的吗?难道曾有过另一种学说,像它这样更加无法无天地践踏常人观念吗?它像拐走亲生骨肉一般剥夺并拆散真正的概念,却硬塞给人们另一些野兽般怪异的私生观念,并强迫人们去抚育并珍爱这些假货来替代真品。更何况这还是发生在关于善与恶、应选与应避、亲近与疏离的事理之中;这些事理原本应当比冷暖、黑白拥有更为清晰的明白性,因为后者的表象仅仅是由外进入感觉器官的插曲,而前者却是从我们内在的善中具有先天的生成。然而他们带着辩证法闯入关于幸福的论题,宛如闯入‘说谎者悖论’或‘主宰者论证’一样,不仅没有解决其中的任何疑问,反而制造出成千上万的困惑。
ΔΙΑΔΟΥΜ. καὶ μὴν ὅτι δυεῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπʼ οὐδενὸς ἀγνοεῖται. γιγνώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ,5 καὶ τίθησιν ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλʼ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν. ὅταν οὖν αὖθις, ὦ φίλε, μηδὲν ἀγαθὸν λέγωσι μηδενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδʼ ἔλαττον ἀλλʼ ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυεῖν κακοῖν ὑφʼ οὗ μὲν γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφʼ οὗ γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας· μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν. ἀλλʼ ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας δʼ οὐ ποιοῦσιν. ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης· καὶ γὰρ ἄλλων ἕνεκα τὴν ἐκεῖ τοῦ ἀνδρὸς εὑρησιλογίαν ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν.
迪亚杜梅诺斯:再者,在作为目的之善与导向目的之善这两种善之中,目的更大且更完满,这是无人不知的。克律西波斯也知晓这一区别,这在其《论善》第三卷中显而易见;因为他不同意那些把知识视作目的的人,并在《论正义》中提出:若有人假设快乐是目的,正义便无法保全;但若快乐并非目的而仅仅是一种善,他便认为正义能够保全。我想你现在并不需要听我逐字逐句朗读那些原话,因为《论正义》第三卷随处皆可寻得。那么,朋友啊,当他们反过来宣称没有任何善比另一种善更大或更小,非目的之善与目的完全相等时,他们显然不仅违背了共同观念,也与他们自己的论述相互搏杀。同样,如果在这两种恶之中,一种在我们遭遇它时使我们变得更坏,而另一种虽造成伤害却不使我们变得更坏,那么,若不说那在我们遭遇时使我们变坏的恶,比起虽伤害我们却不使我们变坏的恶是更大的恶,也不说那使我们变得更坏的伤害是更坏的伤害,这便是悖于常理概念的。然而克律西波斯自己也承认,存在某些恐惧、痛苦与欺骗,它们伤害我们,却不使我们变得更坏。去翻阅一下针对柏拉图所著的《论正义》第一卷吧;即便单为了其他缘故,那人在此处展现的说辞诡辩也值得考究,因为他对一切事物以及无论同门还是异派的教义,都一概毫不留情。
- 23ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν
分词 ἀφείς(ἀφίημι 的不定过去时主动分词单数阳性主格)具有条件从属功能(“若抛弃了自然和顺应自然之事”),引出斯多亚派反辩者设想的责问。
- 23οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ καταφερόμενοι πάλιν ἐπʼ αὐτὴν ἐταράττοντο
分词短语 οἱ... ἀφαλλόμενοι καὶ καταφερόμενοι 在由 ὥσπερ 引导的比较从句中修饰主动词 ἐταράττοντο。这一比喻形象地描绘了斯多亚派一面试图超越世俗无差别之物,一面又不得不跌回其中的自相混乱与不连贯。
- 24ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι
惯用短语 αἱρεῖ λόγος 意为“理性要求/命令”。不定词 προέσθαι(放弃/抛弃)作为其补足语,介词短语 ἀντὶ τοῦ μὴ ἀγαθοῦ(用以换取非善之物)修饰 προέσθαι。
- 24γέγονε δʼ ἕτερος λόγος, ὑφʼ οὗ μᾶλλον ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος
在由关系代词 ὑφʼ οὗ 引出的从句中,分词 ὑφαιροῦντος, προσβάλλοντος, ἀναγκάζοντος 采用了属格形式。它们与紧随其后的代词 αὐτοῦ(指代先行词 ἕτερος λόγος)构成独立属格结构,复指关系从句中的 ὑφʼ οὗ 以说明原因或方式。
- 25ἀνομολογεῖ
动词 ἀνομολογεῖ 在此意为“不同意/持异议”(与 ὁμολογεῖ 相反),支配与格 τοῖς... ἡγουμένοις(“那些将……视作的人”),指克律西波斯不承认知识本身即是终极目的。
