← 普鲁塔克

论反驳斯多葛派的共同观念

§21-22

批判斯多亚派关于恩惠与自尽的悖论

迪亚杜梅诺斯与兰普里阿斯批判了斯多亚派关于“卑劣者绝不获益”以及“远隔重洋的智者仅凭动一动手指便能互利”的荒谬论调。随后,迪亚杜梅诺斯指责斯多亚派一边嘲笑忒俄格尼斯畏惧贫穷,一边却教唆人们为了逃避原本属于无差别事物的病痛而自尽,陷入严重的自我矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ΔΙΑΔΟΥΜ. σκόπει δὲ μικρὸν ἀνωτέρω ἀναγαγὼν ἑαυτόν. ἕν τι τῶν παρὰ τὰς ἐννοίας λεγομένων ἐστὶ τὸ "μηδένα φαῦλον ὠφελεῖσθαι" καίτοι παιδευόμενοὶ γε πολλοὶ προκόπτουσι καὶ δουλεύοντες ἐλευθεροῦνται καὶ πολιορκούμενοι σῴζονται καὶ πληρούμενοι χειραγωγοῦνται καὶ θεραπεύονται νοσοῦντες "ἀλλʼ οὐκ ὠφελοῦνται τούτων τυγχάνοντες οὐδʼ πάσχουσιν οὐδʼ εὐεργέτας ἔχουσιν οὐδʼ εὐεργετῶν ἀμελοῦσιν" οὐδʼ τοίνυν οὐδʼ ἀχαριστοῦσιν οἱ φαῦλοι καὶ μὴν οὐδʼ οἱ νοῦν ἔχοντες. ἀνύπαρκτον οὖν ἐστι. τὸ ἀχάριστον οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. ὅρα δὴ τί πρὸς ταῦτα λέγουσιν· ὅτι "ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ φαῦλοι τυγχάνουσιν" εἶθʼ οἷς χάριτος μέτεστι, τούτοις οὐ μέτεστι χρείας; ὅπου δὲ διατείνει χάρις, ἐκεῖ χρήσιμον οὐδέν ἐστιν οὐδʼ οἰκεῖον; ἄλλο δὲ τί ποιεῖ τὴν ὑπουργίαν χάριν ἢ τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα;1

迪亚杜梅诺斯:你把自己的思绪稍微往前收回一点,想一想吧。悖于共同观念的主张之一就是: “没有一个卑劣之人能获益”;然而许多人受到教育就取得进步,身处奴役就重获自由,遭受围困就保全性命,残障受困就得到搀扶,身染疾病就受到医治。 “然而他们获得这些既非获益,亦未受善待,既无恩人,也不算怠慢恩人。” 因此,卑劣之人并不忘恩负义,而有见识之人当然也不忘恩负义。如此一来,忘恩负义便成了根本不存在之物;因为后者在接受恩惠时不会剥夺感恩之情,而前者本性上就无法接受恩惠。看吧,且看他们对此是如何辩解的: “恩惠延伸至中间事物,而施益与获益属于智者,但卑劣之人也能获得恩惠。” 那么,凡分享恩惠之人,难道就不分享需求吗?凡恩惠所及之处,难道就没有任何适用或相称之物吗?除了提供者对有所匮乏者而言变成了某种有用的事物之外,还有什么能使服侍之举成为恩惠呢?

§22

ΛΑΜΠΡ. Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδʼ ὄνομα λείπουσιν αὐτῆς τοῖς μὴ σοφοῖς. ΔΙΑΔΟΥΜ.. ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δʼ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δʼ ὑπὸ γονέων ὠφελεῖσθαι δʼ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται,2 κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι. καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρήσιμοι ὦσι καὶ ὠφέλιμοι, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι καὶ κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ "πλούτου διοίγων θάλαμον ἥδιστον χερί·" τὸ δʼ ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ἀλλὰ καὶ καταγέλαστόν ἐστιν. ὁ οὖν Ὀδυσσεύς, εἰ τὸν δεσμὸν ἐκεῖνον ἐκμαθὼν παρὰ τῆς Κίρκης, κατεσημαίνετο διʼ αὐτοῦ μὴ τὰ παρʼ Ἀλκινόου δῶρα, τρίποδας καὶ λέβητας καὶ εἵματα καὶ χρυσὸν ἀλλὰ συρφετόν τινα καὶ λίθους καὶ συναγαγὼν τὴν περὶ ταῦτα πραγματείαν καὶ κτῆσιν αὐτῶν καὶ τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ κενόσπουδον ἐπιμέλειαν; ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δʼ οὐδὲν ἀλλʼ ἐκλογὴ καὶ τήρησις ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον· εἶθʼ ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον· οὕτως ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλʼ ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας.3 τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται, λέγοντα "χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν, καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων" οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν· ἀλλʼ αὐτοί γε ταὐτὰ πεζῷ λόγῳ παρακελεύονται καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ κατὰ πετρῶν ῥιπτεῖν ἑαυτόν· ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδʼ ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας.

兰普里阿斯:这些就且搁置一旁吧。那么他们视同至宝、当作唯智者独享的伟大事物来守卫,甚至不给非智者留下一丝其名号的所谓‘利益’,究竟是什么呢? 迪亚杜梅诺斯:如果世上任何地方的一个智者明智地伸出一根手指,全天下的智者就全都会受益。这就是他们所谓利益的作用,智者们的德性在彼此共享的利益中就归结到这一点上。照这么说,亚里士多德在胡言乱语,色诺克拉底也在胡言乱语了——他们断言人受神明之益、受父母之益、受师长之益,却对智者们在彼此循德而动时所获得的那种奇妙利益一无所知,即使他们互不相处、素不相识也无妨。况且所有人都会在选择、保有和经营确实实用且有益时,才把它们视作实用与有益的;经商之人才会买下锁钥,看守库房,“亲手开启那财富最甜美的内室”;但若去挑选对任何事情都无益的东西,煞费苦心且大费周折地保有它们,既不庄严也不美好,反而荒唐可笑。那么,如果奥德修斯从喀耳刻那里学会了那道绳结之后,用它封存的不是来自阿尔基诺奥斯的礼物——三足鼎、大锅、衣裳和黄金——而是某种破烂碎石,并且把围绕这些东西的搜罗、占有和守护当作幸福而蒙福的伟业,谁还会羡慕这种愚蠢的远虑和徒劳狂热的操持呢?然而,斯多亚派所谓‘一致的生活’中美好、庄严而蒙福的事物恰恰正是这个,绝无他物,无非是对无益且无差别之物的选择与保有;因为顺应自然的事物是这般,外在事物更复如此;既然一旦有机会,他们甚至会把巨额财富比作衣边滚条、金夜壶,凭宙斯起誓,甚至比作油瓶。紧接着,正如那些被认为狂妄亵渎并辱骂了某些神明或精灵圣所的人,一经悔悟便立刻俯首下拜,卑微地坐着祈福并颂扬神圣之物一样;这些人因陷入对自身狂妄与空谈的某种惩罚,又重新置身于这些与己无关的无差别事物之中,大声疾呼道:唯一的美好、高贵与庄严就是对这些事物的选择与经营;若得不到这些,活着就不值一提,而应向德性道一声永别,割喉自尽或绝食而亡。因此,他们自己便认为忒俄格尼斯写下: “逃避贫穷之人,库尔诺斯啊,必须将自己 掷入巨鲸出没的深海,从崔嵬的岩石上跃下”是彻底的卑劣与渺小,因为他对身为无差别之物的贫穷表现得如此胆怯;然而他们自己却在散文里规劝并声明同样的事情:逃避严重疾病与剧烈疼痛的人,若手头没有利刃或毒芹汁,就必须跃入大海并从岩石上跳下自尽;尽管这两者既非有害、亦非邪恶、亦非不利,也不会使遭逢它们的人变得不幸。

语法注3 条
  1. 21τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα

    由中性定冠词 τὸ 引出的不定式短语(宾格加不定式结构)。不定式 ὑπάρξαι 的逻辑主语是宾格的 τὸν παρασχόντα(提供者),πρός τι χρήσιμον 作表语(作为有用的事物),τῷ δεομένῳ 为与格补足语(对需要者而言)。

  2. 22κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται

    短语 κινουμένων... ἀλλήλων 是属格独立结构,使用相互代词 ἀλλήλων 指向主句主语 οἱ σοφοί,表示“彼此循德而动时”的情境。关系代名词 ἣν 作同源/内含宾格(internal accusative),受动词 ὠφελοῦνται 支配(即 ἣν... ὠφελοῦνται,“他们所获得的[利益]”)。

  3. 22πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας

    χαίρειν φράσαι(或 λέγειν)是固定习语,意为“向……道别”、“弃绝”(πολλά 作副词性宾格,意为“彻底地/作长久的告别”)。阳性复数宾格分词 φράσαντας 与非人称表达 οὐκ ἄξιόν ἐστι 之后不定式(ἀποσφάττειν, ἀποκαρτερεῖν)所省略的逻辑主语(宾格“人们”)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:21-22