- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯指出,即便恶的存在有其必要,也绝无理由产生吞没一切的大量恶德;随后他指责克律西波斯妄称卑劣之人一无所求却欠缺良多,从而颠倒了人类的共同观念。
ΔΙΑΔΟΥΜ. εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος "οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον ἂν χεύαιτʼ ἀριθμόν" ἀρετῆς δὲ μηδʼ ἐνύπνιον.1 οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελόμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας εἰσάγοντες εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις, ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν ἐν δὲ τῷ βίῳ τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα· νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν διʼ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπʼ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπʼ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτʼ ἄνεσις ἔστιν οὔτʼ ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας ΔΙΑΔΟΥΜ. ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν, ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς "ὁ φαῦλος οὐδενὸς δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον." πῶς οὖν εὔχρηστος ἡ κακία, μεθʼ ἧς οὐδʼ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν τὰ μὲν προηγμένα καὶ ληπτὰ καὶ νὴ Δίʼ εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός. οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι· διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδʼ ἄρτου πεινῶντες. "ἔστε ξένοισι μειλίχοις ἐοικότες στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις·" οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων "δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ;" ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός;2 τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς "οὐ δέονται μὲν ἐνδέονται δʼ οἱ φαῦλοι," πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι3 νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδʼ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλʼ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδʼ ἔχωσιν. οἱ δʼ οὕτως ἐπιθυμοῦσιν ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.
迪亚杜梅诺斯:即便自然无论如何确实需要恶的生成,恶德的范例有一个,或者至多两个想必也就足够了;或者如果你愿意,本应产生十个、一千个或一万个卑劣之人,而不应是如此数量庞大的恶德涌现—— “无论是沙粒、尘埃,还是鸣声多样的鸟儿的羽毛, 都倾泻不出如此巨大的数目”——而德性却连梦影都没有。因为在斯巴达掌管共餐会的人,是故意领来两三个灌满烈酒而烂醉的希洛人,在众人面前展示给青年看,以表明醉酒是怎样一回事,好让他们心存警惕而保持节制;可是在现实生活中,却产生了如此众多的恶德范例。因为对于德性而言,没有一个人是清醒的,我们全都在谵妄中彷徨,举止失态且命运凄惨;这套学说使我们如此酩酊大醉,让我们充满了如此巨大的骚乱与狂乱,以至于我们同伊索所说的那群狗毫无分别——他说那些狗为了得到漂在海里的一些毛皮,便动身去喝干海水,结果在抓到毛皮之前就腹裂而亡。事实上,当我们指望借助这套学说获得幸福并达到德性时,它在我们抵达德性之前,就早已用大量纯粹而苦涩的恶德将我们填得过饱,从而毁掉并断送了我们;既然正如这些人所言,即便对于那些取得最大进步的人来说,脱离愚昧与凄惨的解脱、舒缓或喘息之机也全然不存在。迪亚杜梅诺斯:那么,声称恶德的产生并非无用的人,再看看他把恶德向拥有它的人证明成了何种事物与财产吧!他在《论正当行为》中写道: “卑劣之人一无所求,一无所需;对他而言,没有什么是适用的,没有什么是适切的,没有什么是相宜的。” 既然同恶德在一起,连健康、丰厚的财富以及品德的进境都毫无用处,那么恶德又怎能是有用的呢?难道人们就不需要那些在他们口中一方面被称为‘首选物’、‘应取物’、甚至凭宙斯起誓‘极适用的’,另一方面被称为‘顺应自然之物’的东西吗?进而,若非成为智者,就没有人对这些东西有所需求;那么卑劣之人甚至连成为智者的需求都没有了。而且人在成为智者之前难道既不口渴也不饥饿吗?因此口渴时他们不需要水,饥饿时也不需要面包了。 “你们好比温和的宾客, 仅仅需要屋顶与柴火;” ——难道这人不曾需要接待吗?那个说出: “给希波纳克斯一件披风吧,因为我冷得厉害!” 的人,难道就不需要披风了吗?但是,你若真想说出某种惊世骇俗、非同寻常且独树一帜的见解,就去说智者一无所需、一无所求吧:唯独他是丰足的,一无所求的,自足的,蒙福的,完全的。然而眼下这种眩晕混乱究竟是怎么一回事:毫无欠缺的人需要他所拥有的善物,而卑劣之人欠缺良多却一无所求?因为克律西波斯正是这样说的: “卑劣之人并不需要(缺乏),却欠缺,”像摆弄棋子一样把共同观念搬来挪去。因为所有人都认为‘需要’先于‘欠缺’,认定正是那个需要非现成、不易得之物的人,才处于欠缺之中。至少没有人欠缺犄角或翅膀,因为人甚至不需要这些东西;但当人们陷入需求之中而无法获得、未曾拥有时,我们才会说人欠缺武器、金钱和衣服。然而他们总是如此渴望显得在讲出悖于共同观念的话,以致于出于对新奇辞令的贪求,往往连自己的根本主张都抛弃了,正如在此处一样。
- 19καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος ... ἀρετῆς δὲ μηδʼ ἐνύπνιον
承接前文非人称动词 ἔδει(本应当产生)所引导的不定词结构(省略了 γενέσθαι)。否定词 μή 统摄整句,与 κακίας μέν(如此大量涌现的恶德)及 ἀρετῆς δέ(德性却连梦影都没有)形成鲜明对照。
- 20νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός;
修辞性惊叹疑问句(τίς ὁ ἴλιγγος οὗτος,“这究竟是何等的眩晕错乱?”)后接说明性/同位语性质的“对格加不定词”结构(τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ... τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι ...),用来具体展开斯多亚派所主张的荒谬悖论。
- 20τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι
名词化不定词 τὸ δεῖσθαι 作为主语从属于 νομίζουσιν 的不定词从句,τοῦ ἐνδεῖσθαι 则是由比较级 πρότερον 所支配的比较属格。此处针对克律西波斯人为制造的“卑劣者并不需要(δεῖσθαι)却处于欠缺(ἐνδεῖσθαι)”的狡辩,指出在日常共同观念中,必然是先有“需要(δεῖσθαι)”,在得不到时才构成“欠缺(ἐνδεῖσθαι)”。
