← 普鲁塔克

论反驳斯多葛派的共同观念

§16-18

关于善恶必然共存与明智前提的批判

兰普里亚斯与迪亚杜梅诺斯驳斥了斯多亚派关于“善与明智的存在必然需要恶与恶德的存在”的论调,指出善恶之间存在中介物(无差别物),明智在没有恶的情况下亦可作为仅关于善的知识而成立,且恶即便无须实际存在也可作为概念被思惟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ΛΑΜΠΡ. Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν. ΔΙΑΔΟΥΜ. Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε πολὺς μὲν γὰρ ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν·1 ὡς δʼ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἴονται προσήκειν, ἀγαθῶν ὑπαρχόντων, καὶ κακὰ ὑπάρχειν. ΛΑΜΠΡ.. ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δʼ ἕτερον οἶμαι μηδʼ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρʼ ὑμῶν, ἀκουστέον.

兰普里亚斯:绝非如此,朋友,看在我的份上别停下!因为我极想弄明白,那些人究竟是以何种方式将恶物引介于善物之先,将恶德引介于德性之先的。 迪亚杜梅诺斯:这确实值得一听,伙伴。尽管他们辞令笨拙支吾,但归根结底他们声称,明智既然是关于善与恶的知识,那么一旦废除恶物,明智便也随之荡然无存;而且正如存在真命题就必然也存在若干假命题一样,他们认为同样地,只要善物存在,恶物也理当存在。 兰普里亚斯:前一种说法固然说得不差,至于后一种,我想连我也看得分明。因为我看出其中的差异:非真者随即便是假,但非善者绝非随即便是恶。因此真与假之间不存在中介,善与恶之间却存在‘无差别物’。而且后者与前者并存并非必然;因为对自然而言,只要拥有善,无需恶,而只需拥有非善非恶之物就足够了。但若是你们对于前一种论点有何反驳,我们倒要洗耳恭听。

§17

ΔΙΑΔΟΥΜ. Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον. πρῶτον μὲν οὖν εὔηθες οἴεσθαι φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν. ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τἀγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλʼ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις·2 ὥσπερ ὄψις ἡ λευκῶν καὶ μελάνων, αἴσθησις, οὐ γενομένων ὅπως ἔχοιμεν ὄψιν ἡμεῖς, ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ τὰ τοιαῦτα κρίνειν ὄψεως δεηθέντων. δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδʼ ὁτιοῦν ἀπολείπεται, τὸ δʼ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν· ἔστι τοίνυν φρόνησις, οὐκ ὄντος κακοῦ· καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. εἰ δὲ δὴ πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τʼ ἀντʼ ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλʼ ἀγαθῶν μόνων ἐπιστήμην οὖσαν; ὥσπερ εἰ τῶν χρωμάτων τὸ μέλαν ἐξαπόλοιτο παντάπασιν, εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντʼ ἐκείνης αἴσθησις ἡμῖν καὶ δύναμις, λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων; ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι, πικρῶν ἐπιλιπόντων, οὔθʼ ἁφήν, ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν, κακοῦ μὴ παρόντος· ἀλλʼ ἐκείνας τε μένειν αἰσθήσεις γλυκέων καὶ ἡδέων καὶ τῶν μὴ τοιούτων ἀντιλαμβανομένας, ταύτην τε τὴν φρόνησιν ἀγαθῶν καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν. οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα.3

迪亚杜梅诺斯:反驳固然很多,但眼下只取其要点即可。首先,认为恶物与善物的产生是因明智之故而确立的,这种想法十分幼稚。因为明智是在善与恶已经存在的基础上随后产生的,正如医术是在患病与健康状态作为基质存在的基础上产生的。善与恶并不是为了产生明智而确立,而是因为我们用以评判既存的善与恶的这一官能被赋予了‘明智’之名;这好比视力是对白与黑的感知,并非黑白之物产生以使我们拥有视力,而是我们为了评判此类事物才需要视力。其次,当这些人让宇宙经历大化焚烧时,恶物荡然无存,但那时万物整体依然充满明智与智慧;因此,即使没有恶,明智依然存在,并非只要存在明智就必然存在恶。退一步说,就算明智无论如何都必须是关于善恶的知识,那么在废除恶之后明智不复存在,我们代之以拥有另一种并非关于善恶、而是仅仅关于善的知识的德性,这又有何不妥?就好比在各种颜色中,假若黑色彻底消亡,有人便硬说视力也随之毁灭,理由是不存在关于白与黑的感知,那么有何妨对他反驳说:哪怕我们不再拥有你所说的那种视力,但代之以拥有另一种让我们把握白与非白色彩的感知和能力,这并没有任何坏处?在我看来,苦味断绝并不会使味觉消失,痛觉被除并不会使触觉消失,恶不在场也不会使明智消失;相反,那些感官依然会保留,用以感知甘甜、令人愉悦以及并非如此的事物,而这种明智也将作为关于善与非善之物的知识而保留。对于不同意此点的人,就让他们拿走那个名称,把实质留给我们吧。

§18

ΔΙΑΔΟΥΜ. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δʼ ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν4 κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθʼ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν.

迪亚杜梅诺斯:除此以外,恶具有概念上的思惟而善具有实际的存在,这又有何不可?正如我认为,对于神明而言,健康是切实的临在,而对发热与胸膜炎则有概念上的思惟。因为即便对于我们自己,尽管正如这些人所说,恶在所有人身上充斥富余而善绝无仅有,但我们至少并没有被剥夺对明智、善与幸福的概念思惟。既然德性尚未临在之时,尚且有人传授它究竟为何物并使人建立对它的把握,那么倘若恶德未曾产生,便不可能获得对它的概念思惟,这难道不令人称奇吗?且看这些声称依照‘共同观念’做哲学的人是如何说服我们的:他们主张,我们是凭借无知来把握明智的,而明智若没有无知,按其本性既无法把握自身,亦无法把握无知!

语法注4 条
  1. 16τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν

    副词性宾格 τέλος(“归根结底/最终”)引导由主动词 λέγουσιν 支配的宾格不定式结构(主语宾格 τὴν φρόνησιν,被动不定式 ἀναιρεῖσθαι)。分词短语 ἐπιστήμην... οὖσαν 说明理由,属格独立结构 ἀναιρεθέντων τῶν κακῶν 提供条件从句功能。καί 作副词修饰不定式 ἀναιρεῖσθαι,起强调作用(“甚至/荡然无存”)。

  2. 17ἀλλʼ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις

    由关系副词 ᾗ(“借以/在此意义上”)引导的关系节充当了主句隐含主语(即被命名为明智的“能力/官能”)的限定说明。关系节内部,分词 ὄντα καὶ ὑφεστῶτα 作宾语 τἀγαθὸν καὶ τὸ κακόν 的述语分词(“评判存在且作为基底的善与恶”),被动动词 ὠνομάσθη 取述语主格 φρόνησις。

  3. 17τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα

    运用 τοὔνομα(“名”)与 τὸ πρᾶγμα(“实”)对立的熟语表达。分词 λαβόντες 带有让步或伴随意味,ἀπολιπέτωσαν 为第三人称复数不定过去时祈使语气(“让他们留下”)。修辞用意为:“如果他们乐意,尽可拿走其名称,但必须把事物的事实/本质留给我们”。

  4. 18ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης... τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν

    中性关系代词 ὅ 先行指代其后所陈述的整个事实,作主语(“这确实是令人惊异的,倘若……”)。在表示惊异的情感形容词 θαυμαστόν 之后,连词 εἰ 带有类似 ὅτι 的事实性陈述意味(“既然/若是”)。两个平行的属格独立结构(τῆς μὲν ἀρετῆς μὴ παρούσης 与 τῆς κακίας δὲ μὴ γενομένης)尖锐地揭示了斯多亚学派的矛盾:善不在场时人尚可把握善,恶未产生时人却不能思惟恶。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:16-18