- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪亚杜梅诺斯驳斥了克律西波斯将恶德比作喜剧中衬托全剧的拙劣打油诗之说,指出恶德无论对神圣宇宙还是对人类皆毫无益处,反而彻底败坏了人类所追求的德性本身。
ΔΙΑΔΟΥΜ. ἢ βούλει τὸ ἥδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι; "ὥσπερ γὰρ αἱ κωμῳδίαι" φησὶν "ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθʼ αὑτὰ μέν ἐστι φαῦλα τῷ δʼ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν κακίαν· τοῖς δʼ ὅλοις οὐκ ἄχρηστός ἐστι." πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν ἢ κακῶν δοτῆρες ἔσονται; πῶς δʼ ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές; ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς "θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ" καί "τίς τʼ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;" ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς· ὁ δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ ἀριστοτέχνας, κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν τὸν κόσμον, ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννεμησομένων1 μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν ἐπεισόδιον, οὐδὲ διʼ εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφʼ ὧν οὐδʼ ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν· τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδʼ ἀνεπίληπτον, ὡς οὗτοι λέγουσιν, αἴσχιστόν ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον.
迪亚杜梅诺斯:抑或你想听听他那辞藻与说服力中最为甜美的妙笔?他说:“正如喜剧带有些许滑稽的打油诗,它们就自身而言虽属拙劣,却为整部作品增添了某种情趣,同样,你大可就恶德本身予以谴责,但对整体而言它并非无用。” 首先,恶德竟是依照神的预见而产生的,正如拙劣的诗句是依照诗人的心意产生的一样,这种说法超越了一切荒谬的想象。因为这样一来,神明凭什么更是善的赐予者而非恶的赐予者呢?恶德又何以依然受神嫌弃且被神厌憎?对于诸如此类的亵渎之言,我们又能说些什么呢?诸如: “神在凡人心中播下祸因, 当他意欲将一家彻底摧毁时”,以及 “究竟是哪位神明挑起他们二人的争端,令其争斗?” 其次,拙劣的打油诗点缀了喜剧,并有助于达成其目标——喜剧旨在为观众带来欢笑或愉悦;然而,依品达所言身为“至高工匠”的始祖、至高且主持法纪的宙斯,断然不是把宇宙创作为一部宏大、繁复且多部合成的戏剧,而是创作为神与人共有的城邦,使他们得以依据正义与德性在和谐与福祉中共同栖居;为了这一最为美好、最尊严的目标,他又何须强盗、杀人凶手、弑父者和僭主呢?因为恶德绝非神圣者眼中愉悦典雅的插曲,不义更不是为了机智、笑声和鄙俗的插科打诨而被涂抹在万事万物之上——在这些恶行笼罩下,就连梦中也看不见所颂扬的和谐! 再者,拙劣的诗句只是诗作的极小一部分,在喜剧中占据的位置微不足道;此类诗句既不泛滥,亦未毁灭并败坏公认为佳作部分的韵致。然而万事万物皆被恶德所充斥,整个人生从登场和开端直至落幕的终曲,都丑态百出、沦落颓唐、骚乱不安,正如这些人所言,没有任何一部分是纯洁且无可指责的;这委实是一切戏剧中最丑陋、最令人扫兴的一出。
ΔΙΑΔΟΥΜ. ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδʼ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδʼ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδʼ ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδʼ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν εὐχρήστως γεγονέναι καὶ τοῦτʼ ἴσως οἱ ἄνδρες λέγουσιν. ἆρʼ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. εἰ δὲ τῆς ἀρετῆς ἐστιν "ὄνομα μόνον2 καὶ δόκημα νυκτερωπὸν ἐννύχων" σοφιστῶν οὐδʼ ὥσπερ ἡ κακία πᾶσιν ὕπαρ ἔκκειται καὶ πᾶσιν ἐναργὴς· οὐδενὸς ἔσται χρηστοῦ μεταλαβεῖν, ἥκιστα δʼ ἀρετῆς, ὦ θεοί, διʼ ἣν γεγόναμεν. εἶτʼ οὐ δεινόν, εἰ γεωργῷ μὲν καὶ κυβερνήτῃ καὶ ἡνιόχῳ τὰ εὔχρηστα φορὰ, καὶ συνεργὰ3 πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δʼ ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν γεγονὸς ἀπολώλεκε τὴν ἀρετὴν καὶ διέφθαρκεν; ἀλλʼ ἴσως ἤδη καιρὸς ἐπʼ ἄλλο τρέπεσθαι, τοῦτο δʼ ἀφεῖναι.
迪亚杜梅诺斯:因此,我很想请教,恶德对万物整体究竟在哪一点上是有用的。因为他绝不会说恶德有利于天界和神圣之物。倘若在人类之中不曾产生亦不存在恶德、贪得无厌与谎言,倘若我们彼此之间没有劫掠、诬陷与屠杀,太阳便不会沿着规定的轨道行进,宇宙便不能享有四季与时节的轮转,占据万物中心位置的大地便不会提供风雨之源——这种设想简直荒谬绝伦。 那么,剩下的唯一可能就是:恶德是为我们人类及其事务有益地产生的,而那些人也许正是这么说的。那么,我们作恶就会更加健康吗?抑或能获得更充裕的必需品吗?恶德是否有益于我们的容貌或力量?他们说并非如此。但倘若德性“仅仅是一个名字,是夜行智者们如夜色般的幻影”,并不像恶德那样对所有人而言都是白昼清醒时的现实且昭然若揭,那么谁也无法分得任何美好之物,更休提我们为之而生的德性了,诸神啊!既然对于农夫、舵手和御者而言,有用之物都能促进并协力达成其固有的目标,而神为了德性所造之物却反而毁灭并败坏了德性,这难道不是耸人听闻吗?不过,也许现在该是转向其他话题、将此事搁置的时候了。
- 14συννεμησομένων
属格复数未来分词,与前方的 θεῶν καὶ ἀνθρώπων(神与人)在性数格上保持一致。在语境中修饰共同城邦(ἄστυ)的居住者,表示他们将“共同栖息、共享生活”的目的与前景。
- 15εἰ δὲ τῆς ἀρετῆς ἐστιν ὄνομα μόνον
带有领属属格(τῆς ἀρετῆς)的结构,意为“倘若德性所拥有的仅仅是一个名字”。此条件从句与后文恶德“作为清醒白昼的现实对所有人显明”形成鲜明对比。
- 15τὰ εὔχρηστα φορὰ, καὶ συνεργὰ
φορά 在此作为形容词 φορός(推进的、有助的、顺利的)的中性复数表语形式,与 συνεργά(协同的、有助于的)并列,构成“有用之物皆有助于并协同达成其固有目标”的核心骨架。
