← 普鲁塔克

论反驳斯多葛派的共同观念

§12-13

价值位序的颠倒与恶德有用论的荒谬

迪亚杜梅诺斯援引克律西波斯关于即使愚蠢地活着也胜过不存在的论断,批评他颠倒了善恶与中性事物的自然序列。接着,他进一步揭露了斯多亚派将恶德视作全宇宙不可或缺且有益于善的荒谬教条。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ΔΙΑΔΟΥΜ. ἔοικε δʼ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ καὶ μεταξὺ καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν. ἀλλὰ καὶ τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρʼ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δʼ ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτʼ ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη,1 τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε "τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον." εἰπὼν οὖν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὅτι "λυσιτελεῖ ζῆν ἄφρονα ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν" ἐπιφέρει κατὰ λέξιν "τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ τῶν ἄλλων ἀνὰ μέσον προτερεῖν· ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες ἐσόμεθα" δῆλον οὖν, εἰ καὶ ἄδικοι, καὶ παράνομοι καὶ θεοῖς ἐχθροὶ καὶ κακοδαίμονες· οὐδὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως βιοῦσιν. ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν; τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον.2 "ναί χεῖρον γάρ ἐστι τὸ ἄλογον καὶ τὸ ἀναίσθητον εἶναι τοῦ ἀφραίνειν" εἶτα τί παθόντες οὐχ ὁμολογοῦσιν3 εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι; διὰ τί φευκτὸν ἀποφαίνουσι μόνον τὴν ἀφροσύνην, εἰ οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐπιβάλλον ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν;

迪亚杜梅诺斯:克律西波斯为自己的教义所安置的这记终曲本身,似乎就足以让我们无须就这些问题多费唇舌。因为既然在自然之中,有些事物是善,有些事物是恶,还有些事物居于中间并被称为无差别之物,那么就没有哪个人不愿拥有善物胜过无差别之物,拥有无差别之物胜过恶物。不仅如此,我们想必还让众神作证,在祈祷中向他们乞求的首先是获得善物,若非如此则是避开恶物,我们绝不愿用既非善亦非恶的事物来取代善物,却愿意用它来取代恶物。然而他却颠倒自然、错乱秩序,把居于中间位置的中性事物移至最底层,而把居于最底层的恶物提拔并迁徙到中间,宛如僭主把首席赐予恶人一般,定下法规让人首先追求善物,其次追求恶物,而把既非善亦非恶的事物视作最末等与最恶劣之物;这就仿佛有人把冥府之物置于天界之后,却把大地和地上之物推落至塔耳塔洛斯深渊,“极其遥远,那里是大地之下最深的深渊。” 因此,他在《论自然》第三卷中声称: “即使永远不会明智,无知地活着也比不活更有利。” 随后他又逐字逐句地补充道: “因为善对于人类而言是如此这般,以至于在某种方式上连恶也优先于中间的其余事物;然而优先的并不是这些恶,而是理性,只要伴随着理性,即使我们将变得无知,活着也更为合宜。” 显然,按照这番说法,即使我们将变得不正义、不守法、受神厌弃且悲惨痛苦,活着也是合宜的;因为对于无知生活的人而言,这些恶行无一或缺。难道说,痛苦悲惨胜过不悲惨,受损胜过不受损,行不义胜过不行不义,违法乱纪胜过不违法乱纪,反倒是应当的吗?也就是说,做不应当做的事是应当的,违背本分去生活反倒成了本分! “正是,因为缺乏理智和知觉,比愚蠢无知更为糟糕。” 那么他们究竟中了什么邪,竟不承认比恶更糟的东西本身就是恶?既然避开那种根本容不得愚蠢的状态不亚于〔避开愚蠢〕,甚至更加合宜,他们为何又宣称唯独愚蠢无知才是应当躲避的呢?

§13

ΔΙΑΔΟΥΜ. ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα γεγενημένην; ἄξιον δʼ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς πως, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν "ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὅρον γίνεται γὰρ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.4" οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν ἔστιν, ἐπεὶ μηδὲ κακόν· οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλώσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐδὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηδενός γε κακοῦ παρόντος· ἀλλὰ χοροῦ μὲν ἔστιν ἐμμέλεια μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ, καὶ σώματος ὑγίεια μηδενὸς μορίου νοσοῦντος ἀρετὴ δʼ ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλʼ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν πῶς δʼ ἂν εὗρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ὥρα λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν καὶ ποδάγρα πρὸς ὠκύτητα καὶ οὐκ ἂν ἦν Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης. τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν δικαιοσύνην τὴν ἀδικίαν; ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι "ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος," εἰ, τούτων ἀναιρεθέντων, οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν.

迪亚杜梅诺斯:但如果有人记起他在《论自然》第二卷中所写的论断——他声称恶德对于宇宙万物而言并非毫无用处地产生——谁还会对这些感到愤慨呢?用他原原本本的话来重温这一教条是十分值得的,好让你明白,那些指责色诺克拉底和斯珀西波斯不把健康视为无差别之物、不把财富视为无用之物的人,他们自己究竟把恶德安置在何种地位,又对它发表了怎样的宏论: “恶德相对于其余的伴生物有着明确的界限;因为它本身在某种意义上是按照自然的理性产生的,并且可以说是为了全体宇宙并非无益地产生的;否则,善甚至根本就不会存在。” 这么说来,在众神之中便不存在任何善了,因为他们之中根本没有恶;而且当宙斯把全部质料吸收进自身、化归为一并消除所有其他差异时,那时也不会存在任何善,因为根本没有任何恶存在!然而,即便合唱队中无人唱走调,合唱依然具有谐和之美;身体没有任何部位患病,依然具有健康之质;难道德性若无恶德就无法产生吗?难道真如某些药效非得依赖蛇毒与鬣狗胆汁一样,梅勒托斯的奸恶对于苏格拉底的正义,克里昂的粗鄙对于伯里克利的高洁,竟有着另一种相配的效用吗?若非宙斯也为我们造就了萨达那帕拉与法拉里斯,他又怎能找到造就赫拉克勒斯与吕库古的办法?他们倒不如说,肺痨也是为了人体的健壮而产生的,痛风是为了行动的敏捷而产生的,若非忒耳西忒斯是个秃顶,阿喀琉斯也不会有一头长发!那些宣称放纵对于节制、不义对于正义并非毫无用处地产生的人,与那些胡言乱语、大放厥词的狂徒究竟有何区别?倘若这些恶行一旦消除,德性便也荡然无存、同归于尽,那难道我们还应当向众神祈祷,求他们让这世上永远存在恶行、“谎言、巧辩与盗窃之性”吗?

语法注4 条
  1. 12ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη

    由 ὥσπερ εἰ 引领后接祈愿语气动词(τιθείη、ἀπώσειε)的假设比较句结构(无 ἄν)。这里用来将克律西波斯颠倒秩序——把恶物紧置于善物之后,反而将中性事物打入最底层——的荒谬行为,比拟为把冥府置于天界之后、将大地推入塔耳塔洛斯深渊的狂悖假设。

  2. 12καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον

    非人称动词 καθήκει(“理当”、“是本分”)与其实词化分词 καθῆκον(斯多亚学派的伦理学核心术语“合宜之举/本分”)相对置构成的矛盾修辞(oxymoron)。普鲁塔克借此尖锐讽刺斯多亚派的逻辑悖论:按照他们的理论,违背本分(παρὰ τὸ καθῆκον)去生活反倒成了合乎本分的事(καθήκει)。

  3. 12τί παθόντες οὐχ ὁμολογοῦσιν

    由疑问代词 τί 与 πάσχω 的不定过去时分词 παθόντες 构成的习用疑问短语(字面意为“遭遇了何事”),常用于质问、责难对方荒谬或不可理喻的举动,相当于“究竟中了什么邪/出于何种荒唐念头而……”。此处用于质问斯多亚派为何不承认比恶更恶劣的事物也是恶。

  4. 13οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν

    克律西波斯引文中的反事实条件句归结小句,由 ἄν 搭配未完成过去时直说语气动词 ἦν 构成:“因为否则(若无恶德存在),善甚至根本就不会存在。”条件小句在语境中省略。这一论证反映了斯多亚派将善恶视为宇宙中不可分割之相对对立面的神义论辩护。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg138.humanitext-grc2:12-13