- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克律西波斯一方面规定神论(物理学)应当作为哲学的最后阶段来学习,另一方面却又在一切伦理学探讨之初把神论与预意论作为前提,从而在教学次序与论证依循上陷入了自相矛盾。
ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκροᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. πολλαχοῦ δὲ τούτων ὑπʼ αὐτοῦ λεγομένων, ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτω· πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δʼ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικὰ δεύτερα δὲ τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· διὸ καὶ τελετὰς προσηγόρευσαν τὰς τούτου παραδόσεις. ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι, περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ τελῶν οὔτε περὶ δικαιοσύνης οὔτε περὶ ἀγαθῶν καὶ κακῶν οὔτε περὶ γάμου καὶ παιδοτροφίας οὔτε περὶ νόμου καὶ πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον ἕνα ὄντα καὶ πεπερασμένον. ὧν οὐδὲν ἔστι πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λόγοις.1 ἄκουε δʼ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν οὐ γὰρ ἔστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχὴν οὐδʼ ἄλλην γένεσιν ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομεν τι ἐρεῖν περὶ ἀγαθῶν καὶ κακῶν πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν οὐ γὰρ ἔστιν ἄλλως οὐδʼ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον οὐδʼ ἐπὶ τὰς ἀρετὰς οὐδʼ ἐπʼ εὐδαιμονίαν, ἀλλʼ ἢ ἀπὸ τῆς κοινῆς φύσεως2 καὶ ἀπὸ τῆς τοῦ κόσμου διοικήσεως. προελθὼν δʼ αὖθις δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδʼ ἀναφορᾶς, οὐδʼ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν διάστασιν γίγνεται τοίνυν ἅμα πρόσω καὶ ὀπίσω τῶν ἠθικῶν ὁ φυσικὸς λόγος κατὰ Χρύσιππον μᾶλλον δʼ ὅλως ἄπορος ἡ περιτροπὴ τῆς τάξεως, εἰ μετὰ ταῦτα τακτέον ἐκεῖνον, ὧν καταλαβεῖν οὐδὲν ἐκείνου χωρὶς ἔστιν· καὶ πρόδηλος ἡ μάχη τοῦ τὸν φυσικὸν λόγον ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου, κελεύοντος δὲ μὴ πρότερον ἀλλʼ ὕστερον ἐκείνων παραδίδοσθαι.3 εἰ δέ τις ἐρεῖ γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ περὶ λόγου χρήσεως, ὡς οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον, ἀληθῆ μὲν ἐρεῖ βεβαιώσει δὲ τὴν αἰτίαν· μάχεται γὰρ πρὸς ἑαυτόν, ὅπου μὲν ἔσχατον τὸν περὶ θεῶν λόγον ἀναλαμβάνειν κελεύων καὶ τελευταῖον, ὡς διὰ τοῦτο καὶ τελετὴν προσαγορευόμενον, ὅπου δὲ πάλιν ἐν πρώτοις ἅμα καὶ τούτου μεταληπτέον εἶναι λέγων οἴχεται γὰρ ἡ τάξις, εἰ πάντων ἐν πᾶσι μεταλαμβάνειν δεήσει. τὸ δὲ μεῖζον, ὅτι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν λόγου τὸν περὶ θεῶν ἀρχὴν πεποιημένος οὐκ ἀπὸ τούτου κελεύει τὸν ἠθικὸν ἀρξαμένους ἀναλαμβάνειν, ἀλλʼ ἐκεῖνον ἀναλαμβάνοντας τούτου μεταλαμβάνειν κατὰ τὸ διδόμενον, εἶτα μεταβαίνειν ἐπὶ τοῦτον ἀπʼ ἐκείνων, οὗ χωρὶς οὐδεμίαν ἀρχὴν ἐπʼ ἐκεῖνον οὐδʼ ἔφοδον εἶναί φησι.
克律西波斯认为,青年人应当首先听讲逻辑学,其次听讲伦理学,在此之后听讲物理学,与这些同样地,把关于神祇的论述放在最后接受。既然他在多处谈及这些,那么只要逐字引录他在《论生活方式》第四卷中所述就足够了,其文如下: “因此首先,正如古人所正确阐明的那样,在我看来哲学家的考察定理有三种门类:逻辑学的、伦理学的和物理学的;其次,在这些门类中,应当把逻辑学排在第一位,伦理学排在第二位,物理学排在第三位;而在物理学中,关于神祇的论述应当放在最后;因此人们也将这一部分的传授称作‘入会密仪’。” 然而,正是这个他声称应当排在最后的关于神祇的论述,他却按其惯例置于一切伦理学探讨之前,并预先阐发。因为他似乎根本没有谈及终极目的、正义、善与恶、婚姻与抚养子女、法律与城邦政制,除非就像那些在城邦中提出决议的人在卷首题写‘吉星高照’一样,他也预先写上宙斯、命运、预意,以及宇宙是独一的且有限的、由单一力量所维系。而若不深入沉浸在物理学理论之中,便不可能信服这些观念中的任何一个。且听他在《论神》第三卷中对此所说的话: “因为除了源于宙斯和普遍自然的本源之外,不可能找到正义的任何其他起源或产生;因为若我们要谈论善与恶,一切此类事物都必须由此获得其开端。” 他又在《物理学论题》中说道: “因为除了从普遍自然和宇宙的治理出发之外,不可能有任何其他道路,也不可能有更贴切的方式去探讨关于善恶的学说,或探讨诸德性,或探讨幸福。” 接着他再次说道: “因为必须将关于善恶的学说与这些联系起来,因为它们没有其他更好的起点或参照,而且采纳物理学考察也不为任何其他目的,唯独为了区分善与恶。” 因此,在克律西波斯看来,物理学的论述既在伦理学之前,又在伦理学之后;或者更确切地说,如果必须将那门缺了它就无法理解其他任何事物的学科排在它们之后,这种次序的倒错就完全是无法解决的死结。并且,将物理学论述立为善恶学说的开端,却又命令不要在它们之前而是在它们之后传授它,这人的自相矛盾是显而易见的。但若有人说克律西波斯在《论理性的使用》中曾写道: “首先学习逻辑学的人,不必完全放弃其他学科,而应根据给定的机会也涉猎它们”,那么他说的固然是事实,却只会证实这一指控。因为他自相矛盾:在一处命令最后、最终才学习关于神祇的论述,并声称正因如此它也被称为密仪;而在另一处又说在最开始时也必须同时涉猎它。因为如果必须在所有阶段涉猎全部学科,次序荡然无存。更严重的是,他将关于神祇的论述定为善恶学说的起点,却不是命令人们由此开始学习伦理学,而是命令他们在学习伦理学时根据机会兼学它,然后才从伦理学过渡到它〔关于神祇的论述〕,而他却说,没有它,就根本没有进入伦理学的起点和途径。
- 9ὧν οὐδὲν ἔστι πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λόγοις
ἔστι 与被动不定词 πεισθῆναι 连用,构成表示可能性的无人称句(“可能使某人信服……”)。不定词未明言的主语(泛指“人”)在后接的条件分词短语中以宾格分词 ἐγκραθέντα 的形式体现。关系代词 ὧν 是中性复数属格,作为 πεισθῆναι 的宾语性对象,指代前文提到的神、命运与预意等教义。
- 9ἀλλʼ ἢ ἀπὸ τῆς κοινῆς φύσεως
承接前面的否定表达 οὐ ... ἄλλως οὐδʼ οἰκειότερον,短语 ἀλλʼ ἤ 构成表示“除……之外”的惯用搭配,用于限定唯一的途径或来源。
- 9τοῦ τὸν φυσικὸν λόγον ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου, κελεύοντος δὲ μὴ πρότερον ἀλλʼ ὕστερον ἐκείνων παραδίδοσθαι
该句是以属格修饰名词 ἡ μάχη(“……的矛盾”)的结构。属格分词 τιθεμένου 与 κελεύοντος 修饰未明指的阳性单数指称对象(即克律西波斯:“既主张……却又命令……之人的矛盾”)。不定词短语 τὸν φυσικὸν λόγον ἀρχὴν ... εἶναι 作 τιθεμένου 的宾语,而 κελεύοντος 则支配不定词 παραδίδοσθαι(被传授),其隐含主语仍为物理学论述。
