← 普鲁塔克

论斯多葛派的自相矛盾

§5-8

克律西波斯与芝诺教义及实践的矛盾

普鲁塔克揭露了斯多亚派的自相矛盾,批评克律西波斯主张依据世俗之善从政、斯多亚派虽禁止建造庙宇却参与庙宇祭仪、芝诺等人关于德性单一性与多样性定义的冲突,以及芝诺一方面否定法庭兼听两造原则,另一方面却撰文反驳他者论著的矛盾行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ1 καὶ τῆς δόξης καὶ τῆς ὑγιείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν ἀνεξόδους εἶναι καὶ ἀπολιτεύτους καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν.

另一方面,克律西波斯在《论修辞术》中写道,智者将如同财富、声誉和健康是善物一样去演说和从政,借此他承认了他们的学说毫无出路且不合城邦政治,其教条与现实需求和实际行动格格不入。

§6

ἔτι δόγμα Ζήνωνός ἐστιν ἱερὰ θεῶν μὴ οἰκοδομεῖν ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδόμων δʼ ἔργον καὶ βαναύσων οὐδέν ἐστι πολλοῦ ἄξιον. οἱ δὲ ταῦτʼ ἐπαινοῦντες ὡς εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δʼ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύσων ἀνθρώπων. εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι δοκοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντας ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτʼ εἶναι μήτʼ οἰκοδομεῖσθαι δεῖν ἀξιοῦσιν.

此外,芝诺还有这样一条教义: “不可建造神祇的庙宇;因为凡不是极具价值且神圣的便不是庙宇,而泥瓦工和匠人的产物没有一样是极具价值的。” 然而,那些称赞这些教义合理的人,却在庙宇中参与秘仪,登上卫城,膜拜神像,并为神殿敬献花冠,而这些神殿正是泥瓦工和粗工匠人的作品。随后,他们自以为伊壁鸠鲁学派因向神献祭而受到驳斥,然而他们自己却更容易受到驳斥,因为他们正是在那些他们主张既不应存在也不应建造的祭坛和庙宇上献祭。

§7

ἀρετὰς; ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. πάλιν δὲ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶ φρόνησιν εἶναι ἐν ὑπομενετέοις τὴν δὲ σωφροσύνην φρόνησιν ἐν αἱρετέοις τὴν δὲ δικαιοσύνην φρόνησιν ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. οὐ μόνον δʼ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιππος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην. ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυσικοῖς εἰπὼν ὅτι πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος· ἐπιφέρει κατὰ λέξιν ἡ δʼ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἐν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.

芝诺像柏拉图一样,根据不同的差别确立了多种德性,诸如明智、勇敢、节制、正义,认为它们不可分割,却又彼此不同、各具差异。但在给它们各自下定义时,他又称勇敢是在当忍耐之事上的明智,节制是在当抉择之事上的明智,正义是在当分配之事上的明智,这无异于说德性本质上只有一种,只是根据其对待事物的不同关系和活动而显得有所不同。在这些问题上,不仅芝诺显露出自相矛盾,克律西波斯也是如此,他一方面斥责阿里斯顿主张其余德性只是一种德性的关系状态,另一方面又为如此定义每一种德性的芝诺辩护。而克莱安特斯在《物理学札记》中说道: “张力乃是火的撞击,若它在灵魂中足以成就当行之义务,便被称为力量与权能;”他更一字不差地接着说道: “而这种力量与权能,若生成于显为当坚持之事中,便是克制;若在当忍耐之事中,便是勇敢;在价值之事上是正义;在抉择与回避之事上则是节制。”

§8

πρὸς τὸν εἰπόντα "μηδὲ δίκην δικάσῃς, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς" ἀντέλεγεν ὁ Ζήνων, τοιούτῳ τινὶ λόγῳ χρώμενος εἴτʼ ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος,2 πέρας γὰρ ἔχει τὸ ζητούμενον· εἴτʼ οὐκ ἀπέδειξεν·3 ὅμοιον γὰρ ὡς εἰ μηδʼ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν· ἤτοι δʼ ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν, οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος. τοῦτον δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλεκτικὴν ὡς τοῦτο ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν τοὺς μαθητάς. καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατʼ οὐδέτερον δʼ ἀναγκαῖον ἀντιγράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. τὸ δʼ αὐτὸ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν.

再者,针对说出此言之人: “切莫作出审判,在听取双方陈述之前”,芝诺提出反驳,运用了如下这样一种推论: “要么先发言者已经证明了他的论点,那就不必听取后发言者的陈词,因为所探究的问题已有定论;要么他没有证明,〔同样也不必听取〕,因为这就像他受到传唤却未予回应,或者虽然回应了却只是胡言乱语。但他要么证明了,要么没有证明;因此,后发言者的陈述不必听取。” 然而,提出了这一推论的芝诺本人,却撰文反驳柏拉图的《理想国》,解析诡辩命题,并要求弟子们掌握辩证法,认为它能做到这一点。然而,柏拉图在《理想国》中的论述要么证明了,要么没有证明,无论哪种情况,撰文反驳都毫无必要,完全是多余且徒劳的。关于那些诡辩命题,亦可作如是观。

语法注3 条
  1. 5ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ

    连词 ὡς 后接属格绝对结构(τοῦ πλούτου ὄντος ἀγαθοῦ ...),表达主观设想或行动的前提假定(“仿佛财富是善物一样……”)。斯多亚学派的严密教义原本将财富、声誉与健康归为“无差别之物”(ἀδιάφορα)而非“善”(ἀγαθά),此处的句法凸显了其从政实践与核心学说之间的脱节。

  2. 8οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος

    由非人称中性动形容词(ἀκουστέον)支配表示听取对象的人称属格(τοῦ δευτέρου λέγοντος),表达必要性或应当的否定(“不可听取第二个说话者”)。

  3. 8εἴτʼ οὐκ ἀπέδειξεν·

    在选择条件句的后半部分(εἴτε...)中,主句的归结支因紧缩法(brachylogy)而被省略。其后紧接说明理由的 γάρ 从句(ὅμοιον γὰρ ὡς εἰ μηδʼ ὑπήκουσε...);从后文的归纳结论(ἤτοι δʼ ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν, οὐκ ἀκουστέον ἄρα...)可知,此处省略的归结支显系“(同样不必听取)”(οὐκ ἀκουστέον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:5-8