- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指责克律西波斯自相矛盾:他虽告诫提出反对观点时必须审慎且仅用于驳斥,自己却极为激切地构建反驳常识与感觉的论证,为学园派怀疑论者提供了现成武器,而其后对常识的辩护却极为软弱。
τὸ πρὸς τἀναντία διαλέγεσθαι καθόλου μὲν οὔ, φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ παραινεῖ μετʼ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας ἀλλὰ διαλύοντας αὐτῶν τὸ πιθανόν1 τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει φησὶ τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δʼ ἐπιστήμην ἐνεργαζομένοις καθʼ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπʼ ἀρχῆς μέχρι τέλους·2 ἐφʼ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις· ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. ὅτι3 μὲν οὖν ἄτοπός ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι, μὴ μετὰ συνηγορίας ἀλλʼ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν διʼ ἑτέρων. ὅτι δʼ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον αὐτῷ, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τἀνδρός· καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλʼ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον, ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, ὡς μεγάλας ἀφορμὰς καθʼ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις. ἐπὶ δὲ τοῖς κατὰ Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δʼ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν ἑαυτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. ὥστʼ αὐτὸν ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τἀναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετʼ ἐνδείξεως τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δʼ ἑαυτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας καίτοι ὅτι τοῦτʼ αὐτὸς φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων οὐχ ὡς ἔτυχε δʼ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους οὐδὲ προσετέα τἀναντία πιθανὰ ἀλλʼ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπʼ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντὲς τʼ εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπʼ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων. ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων ἢ τοῦτο παρʼ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι. σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου χρήσεως οὗτος οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τὸ μὲν παχυτέρων τὸ δʼ, ἐκφανῶς σοφιζομένων εἶτα τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς Συνηθείας, οἷς, εἴ τι ἀνεῦρες, προσέθηκας, ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς Συνηθείας ἐπιχειρήμασιν, ἀλλʼ ὥσπερ ἐν δίκῃ μετὰ πάθους τινὸς συνεπιπάσχων, μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν. ἵνα τοίνυν μηδʼ ἀντίρρησιν ἀπολίπῃ τοῦ τἀναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τἀναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους ποτὲ δʼ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν. ἐν δὲ τῷ περὶ τῆς τοῦ λόγου χρήσεως εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδʼ ὅπλοις, ταῦτʼ ἐπείρηκε πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δʼ οὔ, πολλῶν ποιούντων τοῦτο πολλοὺς; λέγων ἴσως τοὺς ἐπέχοντας. ἀλλʼ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν· ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν. σὺ δʼ ὁ κατηγορῶν ἐκείνων αὐτός τε τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς Συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας ἀποτρεπόμενος, ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος ὑπὸ φιλοτιμίας νεανιεύεσθαι.4
他说他绝非完全排斥与对立面进行辩论,但他劝告人们应如在法庭中那样审慎使用这种方法,不是作为辩护人,而是通过瓦解其说服力来使用。 “因为对于凡事持悬置判断态度的人而言,”他说,“这样做是适宜的,并且有助于达成他们的目的;但对于那些致力于建立我们赖以一致生活的确知知识的人而言,适宜的是与此相反,从头至尾对初学者进行奠基和循序渐进的引导。在这过程中,也有机会提及对立的论述,但要像在法庭中一样,通过瓦解它们的可信度来进行。” 因为这些正是他的原话。他认为哲学家们应当提出对立的论述,却不是带着辩护的态度,而是像诉讼代理人那样去诋毁它,仿佛不是为了真理而是为了胜利而竞争,他如此荒谬,已通过其他作品向他指出了。但他自己在许多地方,而非少数地方,极有力地、带着如此巨大的热忱与争胜心构建了与他所赞同的论点相对立的论述,以至于并非所有人都能看出他的真实倾向,关于这一点他们自己也在惊叹该人的精明时如是说。他们甚至认为卡尔内阿德斯没有讲出任何独创之论,而是从克律西波斯针对对立面所做的论证出发来攻击其学说,并常常念道: “可怜的人,你自己的勇力必将毁灭你,”因为克律西波斯给那些想要撼动和攻击其教条的人提供了反对他自己的巨大凭借。对于已发表的《驳习惯》诸篇,他们如此傲慢与夸大其词,以至于声称把所有学园派学者的论辩汇集在一起,也不配与克律西波斯为了贬低感觉所写的内容相提并论。这固然是说话者的无知或自负的标志;但真实的情况是:当他后来想要为习惯和感觉辩护时,他表现得不如他自己,后一部论著比前一部论著软弱无力。因此他陷于自相矛盾:他一方面总是命令提出对立论点时不可带着辩护态度,而应指明其虚妄;另一方面作为自己学说的控告者,却远比作为辩护者更为凌厉;他一方面劝告他人警惕对立学说,因其会瓦解确知把握(触知),另一方面他自己构建摧毁确知把握的论辩,却比构建确立确知把握的论辩更为起劲。然而他自己也恐惧这一点,他在《论生活方式》第四卷中如此写道,清楚地表明了这一点: “不可随意接纳对立的论据,也不可听信具有说服力的相反观点,而要小心提防,免得受其干扰而放弃确知把握,因为他们既不能充分领会破解之法,其确知把握也容易动摇。既然就连那些对习惯、感觉对象以及源自感觉的其他事物有确知把握的人,在受到麦加拉式的诘难以及其他更多、更有力的诘难干扰时,也会轻易放弃这些把握。” 因此我很想问问斯多亚学派的人,他们是否认为麦加拉式的诘难比克律西波斯在六卷书中针对习惯所写的论辩更为有力,抑或应当向克律西波斯本人请教此事。因为且看他在《论理性的使用》中关于麦加拉式的论辩写了些什么: “斯提尔蓬和墨涅德谟的论辩也遭遇了类似的情形;尽管他们曾因智慧而享有极高声誉,如今他们的论辩却沦为其耻辱,因为一方面显得过于粗糙,另一方面显系诡辩。” 那么,可敬的朋友,既然你嘲弄这些论辩,称其为诘问者的耻辱,因其恶劣显而易见,你却依然害怕它们会使某些人脱离确知把握;而你自己写了这么多卷反对习惯的书,在其中只要有所发现便全数增补,一心争胜要超越阿尔克西拉奥,难道你还指望读到这些书的人没有一个会受到扰乱吗?因为他在反对习惯时并非平实地运用论据,而是仿佛在诉讼中带着某种激情一同动怒,常常说对方是在胡言乱语、虚张声势。因此,为了连否认自己说相反的话的余地也不留下,他在《物理学论题》中写道: “有确知把握的人也可以针对相反的方面进行论辩,提供其中固有的辩护,有时对两方都没有确知把握的人也可以就每一方陈述现有的道理。” 而在《论理性的使用》中,他说不应将理性的能力用于不当的事物,正如不应将武器滥用一样,随后他又补充道: “因为应当将它用于发现真理及与真理相近之事,而不应用于相反的方面,尽管许多人这样做——”他所说的“许多人”大概是指那些悬置判断的人。但那些人是在对两方都无确知把握的情况下对双方进行论辩,因为他们认为若有什么是可以把握的,真理只有通过这种方式或主要通过这种方式才会显明自身为人所把握。而你指责他们,自己却写下与你对习惯的确知把握完全相反的东西,又阻止他人带着辩护的态度这样做,你这岂非承认自己在无用且有害的事情上运用理性的能力,出于争胜之心而逞一时少年意气吗?
- 10διαλύοντας αὐτῶν τὸ πιθανόν
宾格分词 διαλύοντας 在语法上与不定式短语未明确表达的逻辑主语(即泛指的“哲学家”或“人们”)在性数格上保持一致,构成了紧承前文与格表达之后的破格结合(anacoluthon)。
- 10τοῖς δʼ ἐπιστήμην ἐνεργαζομένοις καθʼ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπʼ ἀρχῆς μέχρι τέλους
此句与前文 τοῖς μὲν... ἐπιβάλλει 形成平行对照,省略了支配与格 τοῖς δʼ... ἐνεργαζομένοις 的非人称动词(如 ἐπιβάλλει 或 προσήκει),后接不定式 στοιχειοῦν 和 καταστοιχίζειν。τἀναντία 在此处作副词性宾格,意为“反之”或“与此相反”。
- 10καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δʼ ἀληθές, ὅτι
指示代词 τοῦτο(指前文追随者的夸口)与 ἐκεῖνο(先引后接的 ὅτι 从句所述之实情)形成明确对置。后半句中省略了系动词 ἐστίν,骨干为 ἐκεῖνο δʼ ἀληθές [ἐστιν], ὅτι...
- 10ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος ὑπὸ φιλοτιμίας νεανιεύεσθαι
主动词 ὁμολογεῖς 统摄不定式补足语 νεανιεύεσθαι(意为“逞血气之勇/狂妄行事”)。分词短语 τῇ τοῦ λόγου δυνάμει χρώμενος 作方式或手段状语,介词短语 ὑπὸ φιλοτιμίας 表示动因(“出于争胜争名之心”)。
