- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:1-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评斯多亚派哲学家言行不一,指出他们虽著书大谈治国理政,自身却脱离一切政治实践而安于学业闲暇,且克律西波斯本人斥责学者闲暇的生活无异于享乐主义,自己却终身践行这种生活。
πρῶτον ἀξιῶ τὴν τῶν δογμάτων ὁμολογίαν ἐν τοῖς βίοις θεωρεῖσθαι· δεῖ γὰρ οὐχ οὕτω τὸν ῥήτορα κατʼ Αἰσχίνην ταὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι.1 ὁ γὰρ λόγος τοῦ φιλοσόφου νόμος αὐθαίρετος καὶ ἴδιός ἐστιν, εἴ γε δὴ μὴ παιδιὰν καὶ εὑρησιλογίαν ἕνεκα δόξης ἀλλʼ ἔργον ἄξιον σπουδῆς τῆς μεγίστης, ὥσπερ ἔστιν, ἡγοῦνται φιλοσοφίαν.
首先,我认为学说的一致性应当在生活实践中受到考察;因为正如埃斯基涅斯所言,不仅演说家与法律应当发出同一种声音,哲学家的生活更应当与其学说相协调。盖因哲学家的言论乃是他自愿择取并专属于他自己的法律,倘若他们确实不把哲学视作博取名声的儿戏和巧辩,而是如其本质那样,视为值得投入极大热诚的事业。
ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν, οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν· ἀλλʼ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν ἀλλὰ παμμήκη γενόμενον2 διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις· οὐκ ἄδηλον ὅτι3 τοῖς ὑφʼ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφʼ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις ὅσοι δʼ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον ἀπʼ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δʼ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δʼ ἀδηλότερον. τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλʼ ὅπως καθʼ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε τὸ ἐλεγεῖον "τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα." τοῦτʼ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.
因此,尽管芝诺本人撰写了许多篇幅简括的著作,克莱安特斯撰写了许多,而克律西波斯撰写了最多的著作,论及城邦治理、受治与统治、审判以及演说,然而在他们的生平中,在任何一人身上都找不到担任将领、制定法律、出席议事会、在审判官面前辩护、为祖国出征、出使或捐献资财的经历;相反,他们客居异乡,如同品尝了某种忘忧果一般沉溺于闲暇,度过了他们整整一生——这一生绝非短暂,而是极其漫长——消磨在清谈、书籍与漫步之中。显而易见,他们的生活符合他人所写所说,而非他们自己所写所说,他们完全是在伊壁鸠鲁和希厄罗纽摩斯所赞美的清静中度过了一生。至少克律西波斯本人在《论生活》第四卷中就认为学者闲暇的生活与追求享乐的生活毫无二致;我将直接引用其原话: “凡是认为学者闲暇的生活从一开始就最适合哲学家的人,在我看来都犯了大错,他们以为应当为了某种消遣或诸如此类的其他目的而这样做,并以这种方式度过整整一生;而如果看清楚的话,这无异于追求舒适安乐的生活。因为我们不可忽视他们的潜意图,许多人清楚地表达了这一点,亦有为数不少的人表达得较为隐晦。” 那么,究竟有谁比克律西波斯、克莱安特斯、狄奥根尼、芝诺和安提帕特更在这一学者闲暇的生活中衰老终生呢?他们甚至背井离乡,对祖国并无任何怨言,仅仅是为了能够在音乐堂和佐斯泰尔安闲度日,从事学者式的闲暇与学问。至少克律西波斯的弟子兼亲戚阿里斯托克瑞翁立了一尊青铜像,并在上面题写了这首哀歌体诗句: “阿里斯托克瑞翁奉献了这尊年轻的克律西波斯像,/ 他是斩断阿卡德米学派绞索的利刃。” 这就是那个克律西波斯,那个老人,那个哲学家,那个赞美君王生活与政治生活、却认为学者闲暇的生活与享乐生活毫无二致的人。
ὅσοι δʼ ἄλλοι πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν δόγμασι· καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβουλεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν ὡς πόλεων οὐσῶν ἐν αἷς πολιτεύονται,4 βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειροτονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέγουσιν. ὥστε καὶ πολιτευόμενοι μάχονται.
另一方面,其他凡是参与城邦政治的人,则更加违背他们自己的学说;因为他们实行统治、审判、献策、立法、惩戒与奖赏,仿佛他们从政的城邦就是真正的城邦,仿佛那些抽签选出的议事员和审判员、举手表决选出的将领、以及克利斯提尼、吕库古和梭伦制定的法律都是真实有效的——然而他们却称这些人既卑劣又愚蠢。因此,他们在从政时也同样自相矛盾。
καὶ μὴν Ἀντίπατρος ἐν τῷ περὶ τῆς Κλεάνθους καὶ Χρυσίππου διαφορᾶς ἱστόρηκεν, ὅτι Ζήνων καὶ Κλεάνθης οὐκ ἠθέλησαν Ἀθηναῖοι γενέσθαι, μὴ δόξωσι τὰς αὑτῶν πατρίδας ἀδικεῖν. ὅτι μέν, εἰ καλῶς οὗτοι, Χρύσιππος οὐκ ὀρθῶς ἐποίησεν ἐγγραφεὶς εἰς τὴν πολιτείαν, παρείσθω· πολλὴν δὲ μάχην καὶ παράλογον ἔχει τὸ τὰ σώματα καὶ τοὺς βίους οὕτω μακρὰν ἀποξενώσαντας τὰ ὀνόματα ταῖς πατρίσι τηρεῖν,5 ὥσπερ εἴ τις τὴν γαμετὴν ἀπολιπών, ἑτέρᾳ δὲ συζῶν καὶ συναναπαυόμενος καὶ παιδοποιούμενος ἐξ ἑτέρας, μὴ συγγράφοιτο γάμον, ὅπως ἀδικεῖν μὴ δοκῇ τὴν προτέραν.
再者,安提帕特在《论克莱安特斯与克律西波斯的分歧》中记载道,芝诺和克莱安特斯不愿成为雅典公民,以免显得背叛了自己的祖国。且不论如果他们做得对,克律西波斯登记加入城邦公民籍就是不当的;单是把肉体和生活放逐到如此遥远的他乡,却把名字留给祖国,就包含了极大的矛盾与不合理,这正如一个人抛弃了结发妻子,与另一个女人同居共眠并与其生儿育女,却不立下婚约,以免显得对前妻不义一样。
- 1δεῖ γὰρ οὐχ οὕτω τὸν ῥήτορα κατʼ Αἰσχίνην ταὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι
相关结构 οὐχ οὕτω... ὡς... 表示比较,“与其说……不如说……”或“远胜于……”。作者强调,哲学家生活与其学说的协调一致(ὡς 从句),比演说家与法律同声相应(οὕτω 从句)更为根本和必要。
- 2τὸν πάντα βίον οὐ βραχὺν ἀλλὰ παμμήκη γενόμενον
在句法上,οὐ βραχὺν ... ἀλλὰ παμμήκη γενόμενον 是修饰 τὸν πάντα βίον 的分词短语,意为“那绝非短暂、反而极其漫长的全部生命”。
- 2ἐπεὶ τοίνυν πολλὰ μὲν ... ἐστὶν εὑρεῖν ... οὐκ ἄδηλον ὅτι
由 ἐπεὶ τοίνυν 引导的长周期句。从属句内部包含 πολλὰ μὲν ... γεγραμμένα τυγχάνει(著述虽多)与 ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν ...(生平却全无政治实践)的 μέν...δέ 对比,再经 ἀλλʼ ... διήγαγον(反而在异乡度过闲暇一生)的递进,最终引出主句 οὐκ ἄδηλον ὅτι(显然……)。
- 3ὡς πόλεων οὐσῶν ἐν αἷς πολιτεύονται
由 ὡς 引导的属格独立结构,表示主观视点或假设理由(“仿佛他们从政的城邦是真正的城邦”)。接下来的 βουλευτῶν δὲ ... 以及 νόμων δὲ ... 均由 ὡς 管辖并列,揭示了斯多亚派哲学家一边蔑视现实体制、一边却又在现实中履行公职的自相矛盾。
- 4τὸ τὰ σώματα καὶ τοὺς βίους οὕτω μακρὰν ἀποξενώσαντας τὰ ὀνόματα ταῖς πατρίσι τηρεῖν
带冠词的不定式短语 τὸ ... τηρεῖν 充当主语,谓语为 πολλὴν δὲ μάχην καὶ παράλογον ἔχει(包含极大矛盾与悖理)。不定式的逻辑主语由宾格分词 ἀποξενώσαντας(使肉体与生活流离他乡的人)来表达。
