← 普鲁塔克

论斯多葛派的自相矛盾

§47#1

命运的自足原因与自由赞同之间的两难困境

普鲁塔克借克律西波斯关于表象非赞同之自足原因的学说展开论驳,指出一个两难困境:若将命运视为万物的自足原因,则人的自主性与道德责任荡然无存;若仅视其为先导原因,则命运的不可阻挡与全能统治必然瓦解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47#1

ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν1 ἀποδεικνύειν, εἴρηκεν ὅτι βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως ἐπεὶ καὶ τῆς ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης. ταῦτʼ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίγνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος2 ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν οὐδὲ φρονοῦσιν οὐδʼ ὑπολαμβάνουσι βεβαίως οὐδʼ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλʼ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα "τῷ ἔχεθʼ, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ" ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην "ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγοιμʼ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, δρῶμέν τε τοιάδʼ, ἃ σύ γε τυγχάνεις φρονῶν." αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι.3 ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπʼ ἄλλων ἐξανισταμένων· τὴν δʼ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν4 ἐφʼ ἡμῖν εἶναι μηδὲ τὰς ἀρετὰς μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, ἢ τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; τούτων γὰρ ἕπεται τὰ μὲν τῷ αὐτοτελῆ τὰ δὲ τῷ προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφʼ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ

再者,关于表象的学说也与命运构成了激烈的对立。因为他为了证明表象并不是赞同的自足原因,曾说过:如果表象自足地产生赞同,智者们通过植入虚假的表象就会造成伤害;因为智者往往对凡夫使用虚假,并呈现出一种似是而非的表象,但这绝非赞同的原因,否则它也将成为虚妄判断和欺骗的原因。 因此,如果有人将这一论述从智者转移到命运之上,主张赞同并非通过命运而产生——因为如果经由命运,虚假的赞同、判断和欺骗亦将经由命运而存在,人们也必因命运而蒙受损害——那么,为智者免除伤害责任的论辩,就同时证明了命运并非万物的原因。因为如果人们既非因命运而抱持臆见,亦非因命运而蒙受损害,那么显然,他们亦非因命运而行事端正、明智审慎、确凿领会或获得利益,从而命运乃万物原因之说便荡然无存。而若有人声称,克律西波斯并非把命运当作这些事情的自足原因,而仅仅是先导原因,那么此人将在克律西波斯极度称赞荷马谈论宙斯之处,以及称赞欧里庇得斯之处,再次证明其自相矛盾。荷马说: “因此当忍受他给你们每个人送来的不论灾祸”抑或福分;欧里庇得斯则说: “宙斯啊,我究竟怎能说可怜的凡人 具有明智?因为我们依附于你, 我们所行的一切,皆是你恰好意欲之事。” 克律西波斯本人亦写下了诸多与此相合的言论,最后他更宣称,任何事物,哪怕是最微小之物,若不依循宙斯的逻各斯(此即与命运同一者),便绝无停息或运动的可能。再者,先导原因弱于自足原因,一旦被其他崛起的因素压倒便无法达成其效力;但他却宣布命运是不可战胜、不受阻碍、不可改变的原因,更亲自将它称作阿特罗波斯(不可转者)、阿德剌斯忒亚(不可避者)、阿南刻(必然)与佩普洛墨涅(定数),视其为给万物施加终极界限者。那么,我们究竟是应当主张赞同不在我们权能之内,美德、恶行、端正行事与谬误过失亦然;还是应当主张命运有所欠缺,定数无界无终,宙斯的运动与状态无法贯彻呢?因为在这些后果中,前者源于命运是自足原因,后者则源于命运仅仅是先导原因。作为万物的自足原因,命运取消了由我们自主与出于自愿之事,而作为先导原因……

语法注4 条
  1. 47οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν

    分词 οὖσαν 作为 ἀποδεικνύειν 的宾语 τὴν φαντασίαν 的谓述补足语。在斯多亚哲学概念中,“自足原因”(αὐτοτελὴς αἰτία)指自身足以产生结果的主导原因。属格 τῆς συγκαταθέσεως 作为宾格性属格依附于 αἰτίαν。

  2. 47ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος

    在该主语短语中,分词 ἐξαιρούμενος 修饰 ὁ λόγος,并以宾格 τὸν σοφόν 为直接宾语,并支配作分离属格的冠词性不定式 τοῦ βλάπτειν(意为“免于造成伤害”)。整个结构意为“免除智者造成伤害之责的论点”。

  3. 47ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι

    由 φησι 引发的间接引语结构延续到了关系从句中,关系代词 ὃν 作不定式 εἶναι 的宾格主语。τὸν αὐτόν 作谓述补足语,τῇ εἱμαρμένῃ 为与 ὁ αὐτός 连用的与格(意为“与命运同一”)。

  4. 47πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν

    由选择连词 πότερον ... ἤ 引出的现在时虚拟式 λέγωμεν 是商讨性虚拟式(deliberative subjunctive)。否定词 μή 是配合虚拟式的常规用法。该句通过双重设问展现了克律西波斯两套因果论所导致的难局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:47#1