← 普鲁塔克

论斯多葛派的自相矛盾

§47#2

先导原因意义下的命运与不可阻碍性的矛盾

普鲁塔克指出,斯多亚派将命运视为先导原因的观点,与命运“不可阻碍”的主张以及“无赞同即无行动”的认识论产生了激烈矛盾,从而揭示了克律西波斯关于神与智者植入虚假表象之辩解的破产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47#2

δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν.1 οὐδὲ γὰρ ἅπαξ ἢ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δʼ ἐν πᾶσι τοῖς φυσικοῖς γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίγνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν. καὶ πῶς εἰς τὰς κατὰ μέρος ἡ τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπόδιστος αὐτὴ καὶ ἀκώλυτός ἐστιν; οὐδὲ γὰρ ἡ τἀνθρώπου φύσις ἀνεμπόδιστος, εἰ μηδʼ ἡ τοῦ ποδὸς ἢ τῆς χειρός· οὐδʼ ἡ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ περὶ τὸ ἱστίον ἢ τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχωσιν. ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίγνονται καθʼ εἱμαρμένην τῶν συγκαταθέσεων·2 εἰ δʼ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθʼ εἱμαρμένην αἱ συγκαταθέσεις γίγνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας· ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας; καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον ἢ μηδʼ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδʼ ἀντιβαίνειν ἀλλʼ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦ μήτε πράττειν μήθʼ ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους. αὖθις δέ φησι Χρύσιππος καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδʼ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον3 καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας ὑπʼ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. ἡ δὲ τούτων τῶν λόγων ταραχὴ καὶ διαφορὰ πρὸς αὐτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· ὡς εἴ γε, γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.

而作为先导原因,它就失去了不受阻碍且克尽其功的特质。因为〔克律西波斯〕并非一次两次,而是在所有地方,或者说在他所有的自然哲学论著中都写道: 对于个别的自然和运动而言,存在着许多阻碍与阻滞,但对于万物整体的自然而言却全无阻碍。 那么,当个别事物受到阻碍和阻滞时,延伸至个别事物的整体运动又怎能自身不受阻碍与阻滞呢?因为若脚或手的自然并非未受阻碍,人的自然便不可谓未受阻碍;若关于船帆或划桨的动作遭受某些阻碍,船的运动亦不可能不受阻碍。除这些之外,如果表象并非依循命运而生[则赞同亦非依循命运];但如果是由于它产生了引向赞同的表象,赞同才被称为依循命运而生,那么命运在最重大的事情上屡屡产生相互矛盾、将心思拉向相反方向的表象,岂非自相矛盾?何况他们声称,那些倾向于其中一方而未加中止判断的人是在犯错:若向不分明的事物屈从,便是轻率妄动;若向虚假的事物屈从,便是陷于受蒙蔽;若向普遍不可把握的事物屈从,便只是抱持臆见。然而,在这三种情况之中,必居其一:要么并非一切表象皆是命运的功业,要么对表象的任何接受与赞同皆全无过失,要么命运本身绝非不可归咎。因为我不明白,命运制造出此类表象——不加抗拒反对反而盲从顺从即是招致非难之事——它自身又怎能无可指责?再者,在与学园派的交锋中,克律西波斯本人和安提帕特罗的大多数言论所围绕的主题究竟为何?正是关于: 人不经赞同既不行动亦不产生冲动,而那些主张在适切表象产生时人们无需屈从或赞同便会立即产生冲动的人,所言皆为虚构之辞与空洞假设。 然而克律西波斯随后又宣称: 神与智者皆会植入虚假的表象,他们并不要求我们予以赞同或屈从,而只要求我们去行动并向显现之物产生冲动;但我们由于卑下,出于软弱便对这等表象予以了赞同。 这些言论的混乱及其相互冲突绝非难以洞悉。因为凡不要求受赠表象者予以赞同、而仅要求其行动者(无论是神还是智者),必已知晓表象对于行动已然足矣,赞同乃是多余之物;否则,如果他明知表象若无赞同便不能产生实践冲动,却仍制造出虚假而具说服力的表象,那他便是故意造成人们因赞同不可把握之物而轻率妄动并犯下过失的原因。

语法注3 条
  1. 47δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν

    本句紧接上一段落末尾的 προκαταρκτικὴ 构成 προκαταρκτικὴ δέ(“而若是先导原因”),与前文的 αὐτοτελὴς μὲν οὖν αἰτία πάντων οὖσα 构成对比后半句。省略的主语承前为“命运(ἡ εἱμαρμένη)”,主要动词为 ἀπόλλυσιν,其直接宾语是带有冠词的不定式短语 τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργός。不定式补足语 ἀκώλυτος 与 τελεσιουργός 因与不定式的逻辑主语(即主句主语命运)一致而采用主格。

  2. 47ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίγνονται καθʼ εἱμαρμένην τῶν συγκαταθέσεων

    此处文本在传抄中存在脱落或残缺。条件从句 εἰ μέν... 之后并未直接出现显式的主句,而是直接转向了相对的 εἰ δέ... 从句。根据上下文的逻辑对称性,前半部分的假设“如果表象并非依据命运产生”后,应当隐含有“[赞同亦非依循命运]”这一主句结语。属格 τῶν συγκαταθέσεων 可能是文本讹误或承接前文语境,但其思想逻辑与后文“因为产生引向赞同的表象(ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν)”构成对称。

  3. 47οὐ συγκατατιθεμένων οὐδʼ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον

    宾格分词 δεομένους 修饰间接引语的主语“神与智者”(τὸν θεὸν... καὶ τὸν σοφόν)。动词 δέομαι(需要、要求)在此处接属格人称代词与分词短语(ἡμῶν 搭配 συγκατατιθεμένων, εἰκόντων 及 πραττόντων),意为“并不要求我们赞同或屈从,而仅要求我们行动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:47#2