- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg136.humanitext-grc2:45-46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评克律西波斯将宇宙的永续归于对处所的偶然占据从而损害了神意摄理,并进一步论证其关于可能性的定义与决定论的命运学说互不相容而陷入矛盾。
καὶ ταῦτα μὲν ἔχει μεγάλας ὑπεναντιώσεις πρὸς τὸν φυσικὸν λόγον· ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον.1 τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου διαμονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. εἰ γὰρ ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρμένης καὶ προνοίας.
这些论点对于自然学说包含着重大的矛盾;但接下来的事情更与关于神和摄理的学说相抵触,即他将原因中最微不足道的那些归于神与摄理,却剥夺了最主导、最重大的原因。因为有什么比宇宙的存留以及实体与各部分相统一、向着自身凝聚更为重要的呢?然而照克律西波斯所言,恰恰是这一点偶然地发生了。因为如果对处所的占据乃是不可毁灭性的原因,而这又是凭偶然发生的,那么显而易见,万物的存全乃是偶然的产物,而非命运与摄理的作为。
ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται.2 καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον· πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμʼ οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;
而且,他的可能之论又怎会不与他的命运之论相互冲突呢?因为如果可能的事物并非如狄奥多洛所言的那样仅仅是或者真实或者将要真实的,而是凡能够发生之物,即便将不会发生,亦是可能的;且许多不符合不可战胜、不可强迫、凌驾于一切之上的命运的事物都将是可能的,那么,要么是命运丧失其力量,要么是在命运如克律西波斯所主张的那样存在的前提下,凡能够发生之物常常会陷入不可能之中。于是,凡真实之物都将是必然的,被一切必然中最具决定性的必然所束缚;而凡虚假之物都将是不可能的,具有阻碍其变为真实的最大的抵触原因。因为对于注定要死于海中的人,他如何能同时具备死于陆地的容受性呢?又如何呢?一个身在墨伽拉的人在受到命运阻碍时,难道可能前往雅典吗?
- 45ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον
承前句中的 ἔχει μεγάλας ὑπεναντιώσεις 而形成的省略句,指示代词 ἐκεῖνο 的具体内容由带有中性定冠词的不定式短语 τὸ ... ἀφαιρεῖσθαι 作为同位语展开解释。在不定式 ἀφαιρεῖσθαι 之前的分词 ἀνατιθέντα 为单数阳性宾格,与不定式的逻辑主语(克律西波斯)一致。
- 46εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται.
包含复合前件并导向析取后件的长条件句。由 εἰ 引导的条件从句首先对比了狄奥多洛与克律西波斯的可能概念(οὐκ ἔστι ... ἀλλὰ πᾶν ... δυνατόν ἐστιν),继而由 ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην...(存在许多不依从命运的可能事物)延伸。与此对应的归结句(apodosis)采用 ἢ ... ἢ 的二选一式两难结构,指明其后果要么是命运丧失效力,要么是具备潜能者归于不可能。
